In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 48b 13)

Τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν ἐπιστήμη.

Διὰ τούτου δείκνυσιν, ὅτι μηδὲ ἐν τῷ συμπεράσματι κατ’ εὐθεῖαν ἡ κατηγορία, ἀλλ’ ὥσπερ εἶχεν ἐν τῇ ἐλάττονι προτάσει. ἄλλοτε δ’ αὖ πάλιν φησὶ τὴν μὲν ἐλάττονα πρότασιν κατ’ εὐθεῖαν ἔχειν τὴν κατηγορίαν τοῦ μέσου κατὰ τοῦ ἐσχάτου ὅρου, τὴν δὲ μείζονα μηκέτι κατ’ εὐθεῖαν τῷ τὸν μείζονα ὅρον μηκέτι τοῦ μέσου οὕτως κατηγορεῖσθαι. ὃ καὶ αὐτὸ διὰ παραδείγματος δείκνυσιν ἐκθέμενος συλλογισμὸν τοιοῦτον· τοῦ ἐναντίου παντὸς ἐπιστήμη ἐστί, τὸ ἀγαθὸν ἐναντίον· συμπέρασμα μὲν τὸ ‘τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν᾿. ἐν δὲ ταῖς προτάσεσι τοῦ μὲν ἐλάττονος καὶ ὑποκειμένου ὅρου ὁ μέσος ὅρος κατ’ εὐθεῖαν κατηγορεῖται πτῶσιν· οὕτως γὰρ ἔχει ἡ πρότασις ἡ λέγουσα τὸ ἀγαθὸν ἐναντίον᾿. οὐκέτι δὲ τοῦ μέσου ὁ μείζων ἄκρος οὕτως· ἐν γὰρ τῇ προτάσει τῇ μείζονι τῇ λεγούσῃ τοῦ ἐναντίου ἐπιστήμην εἶναι οὐ ‘τὸ ἐναντίον᾿ ὑπόκειται, ὅπερ ἦν εὐθεῖα πτῶσις, ἀλλὰ ‘τοῦ ἐναντίου᾿, ὅ ἐστι γενική. λαμβάνει δὲ μέσον ποτὲ μὲν ἐναντίον ποτὲ δὲ ποιόν. ὁπότερον δ’ ἄν ληφθῇ, αἱ προτάσεις ὅμοιαι· ἔσται γὰρ ποτὲ μὲν ‘τὸ ἀγαθὸν ποιόν, τοῦ ποιοῦ ἐπιστήμη ἐστί᾿, ποτὲ δὲ ‘τὸ ἀγαθὸν ἐναντίον, τοῦ ἐναντίου ἐπιστή μη ἐστίν᾿. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν [*](123r) [*](1 συνθεὶς] συν in ras. Β1 τοῦ a: om. B δ᾿ a 8 τὸν a ἡ B: om. a (cf. vs. 11) 11 ἐστὶν αὐτοῦ Β: αὐτῆς a καὶ ἀντὶ τοῦ γνῶσις post ἐπιστήμη transponit a τὸ a: om. Β 14 ἢ a: ἡ Β ἀμφοτέραν a 17 ἔχει κειμένην a 20 ἐν τῷ συμπεράσματι Β: αὐτῷ συμπέρασμα a 28 πτῶσιν κατηγορεῖται a 30. 31 τοῦ ἐναντίου ἐπιστήμην Β: ἐναντίον a 32 ὅ om. a ante γενική add. ἡ a μὲν om. a 33. 34 τὸ ἀγαθόν ποτε μὲν a)

363
γίνεται πτῶσιν· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη εἶναι συνάγεται, ἀλλ’ οὐ τὸ ἀγθόν, [*](123r) ὥσπερ οὐδὲ τὸ ποιὸν ἐλέγετο ἢ τὸ ἐναντίον ἐπιστήμη εἶναι, ἃ ἦσαν οἱ μέσοι ὅροι, ἀλλὰ τούτων ἐπιστήμη. τὸ μὲν οὖν ἀγαθὸν ἔκειτο ἢ ἐναντίον εἶναι ἢ ποιὸν κατ’ εὐθεῖαν πτῶσιν· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἀλλὰ τὸ ἀγαθὸν ταῦτα, ὧν ἐμνημόνευσεν· τὸ γὰρ ἀγαθὸν ἐναντίον ἢ ποιόν, ἄμφω κατ’ εὐθεῖαν.

Ἔστι δέ, φησίν, ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ τρίτου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται· τὴν γὰρ κατ’ εὐθεῖαν καὶ οὕτως οὕτως] κατηγορίαν καὶ ἁπλῶς κατηγορίαν, ὡς εἶπον, λέγει, ὅταν ᾖ εἰπεῖν τόδε τόδε εἶναι, τὸ ὑποκείμενον, ὅπερ κατηγορούμενον. τὸ δὲ πρῶτον τοῦ τρίτου οὕτως ἐχο·υσῶν τῶν προτάσεων ὁτὲ μὲν κατ’ εὐθεῖαν ὁτὲ δὲ οὐ κατ’ εὐθεῖαν κατηγορεῖται. παράδειγμα δὲ πάλιν παρέθετο τοῦ μέν, ἐν ᾧ συλλογισμῷ μήτε τῶν προτάσεών τις κατ’ εὐθεῖαν εἴληπται μήτε τὸ συμπέρασμα, τὸν λέγοντα οὗ ἐστιν ἐπιστήμη, ἔστι τούτου γένος, τοῦ δὲ ἀγαθοῦ ἐστιν ἐπιστήμη, τοῦ ἄρα ἀγαθοῦ ἐστι γένος. οὔτε γὰρ ἐν ταῖς προτάσεσιν εἴληπται ὅρος τις ὅρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορούμενος καὶ γὰρ ἐν τῇ μείζονι εἴληπται οὗ ἐστιν ἐπιστήμη, τούτου γένος εἶναι, οὐχ ὅ ἐστιν ἐπιστήμη, τοῦτο γένος, καὶ ἐν τῇ ἐλάττονι τοῦ ἀγαθοῦ εἶναι ἐπιστήμην, οὐ τὸ ἀγαθόν), καὶ ἐν τῷ συμπεράσματι πάλιν τοῦ ἀγαθοῦ γένος εἶναι, οὐ τὸ ἀγαθόν· οὐ γὰρ ταὐτόν ἐστιν εἰπεῖν τὸ ἀγαθὸν γένος ἢ τοῦ ἀγαθοῦ γένος εἶναι. τοῦ δέ, ἐν ᾧ ἐν μὲν ταῖς προ- τάσεσιν ἐν οὐδετέρᾳ αὐτῶν κατ’ εὐθεῖαν ἡ κατηγορία ἐν μέντοι τῷ συμαπεράσματι κατ’ εὐθεῖαν, τοῦ δὴ τοιούτου συλλογισμοῦ παράδειγμα ἐξέθετο τοιοῦτον συλλογισμόν· οὗ ἐστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη· συμπέρασμα ‘τὸ ἀγαθὸν ἄρα γένος᾿, αὐτὸ μὲν κατ’ εὐθεῖαν πτῶσιν ὄν, τῶν δὲ προτάσεων μηδετέρας τοῦτ’ ἐχούσης. ἄκρον δὲ πάλιν εἶπε τὸν ἔσχατον ὅρον τὸν ὑποκείμενον ἐν τῷ συμπεράσματι· ἔστι δὲ τὸ ἀγαθόν· κατὰ μὲν γὰρ τούτου τὸ γένος αὐτὸ εἶναι κατηγορεῖται. ἐν δὲ ταῖς προτάσεσιν οὔτε τούτου ἡ ἐπιστήμη οὔτε τῆς ἐπιστήμης τὸ γένος· τοῦτο γὰρ δηλοῖ τὸ κατ’ ἀλλήλων δὲ οὐ λέγεται.