In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Πἀλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι καὶ ζῴου οὐσίαν, ἀνθρώπου ἄρα ὄντος ἀνάγκη οὐσίαν εἶναι· <ἀλλ’ οὔπω οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴπομεν.
Αἰτιᾶται καὶ τοῦτο τὸ παράδειγμα ὡς ἔχον μὲν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον, τῷ γε ἀνθρώπου ὄντος ζῷον εἶναι καὶ ζῴου ὄντος οὐσίαν εἶναι, τὸ ἀνθρώπου ὄντος οὐσίαν εἶναι, οὐ μὴν συλλογιστικῶς. οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴρηται δεῖν ἔχειν, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι· ἔστι δὲ τοῦτο τὸ δεῖν ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου ἢ πάντως γε τὴν ἑτέραν. ἐνταῦθα δὲ οὐδεμία εἴληπται καθόλου. τῷ μέντοι τὴν καθόλου ἀληθῆ εἶναι τὴν παρειαμένην, ἧς τεθείσης συλλογισμὸς ἔσται, ἀληθὲς δοκεῖ τὸ τοῖς κειμένοις ἕπεσθαι δοκοῦν. ἔστι δὲ ἡ καθόλου πρότασις ‘πᾶν τὸ ἑπόῳνόν τινι ἕπεται καὶ ᾧ ἐκεῖνο ἕπεται’. ἐν δὲ τῷ εἰ ἀνθρώπου ὄντος ζῷόν ἐστι καὶ ζῴου ὄντος οὐσία’ τῷ μὲν ζῴῳ ἕπεται ἡ οὐσία, τῷ δ’ ἀνθρώπῳ ἕπεται τὸ ζῷον· καὶ τῷ ἀνθρώπῳ ἄρα ἕπεται ἡ οὐσία. ἢ καὶ οὕτως· ἐν οἷς τρισὶν οὖσιν ἕπεται τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον, ἐν τούτοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ τρίτον· ἐν δὲ τῷ ἀνθρώπῳ καὶ τῷ ζῴῳ καὶ τῇ οὐσίᾳ τρισὶν οὖσιν ἀκολουθεῖ τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον τῷ δὲ ζῴῳ ἡ οὐσία· ἐν τούτοις ἄρα ἀκολουθήσει καὶ τῷ ἀνθρώπῳ ἡ οὐσία. ληφθέντος γὰρ τοῦ καθόλου, οὗ προειρήκαμεν, καὶ προσληφθέντος αὐτῷ τοὐ ‘ἀνθρώπου δὲ ὄντος ζῷόν ἐστι καὶ ζῴου [*](1 ἐγκείμεναι a προσληφθῇ scripsi: προσληφθείη aB 2 τῇ a: τῆς Β οὐκ ἀναιρεῖται οὐσία Β: μὴ ἀναιρεῖσθαι οὐσίαν (ut p. 246, 30) a 4 ᾖ corr. Β1: ἡ a B pr. οὗ (ex οὐ corr. Β1) γὰρ • • • οὐσία ἐστίν (5) om. a 5 αὖ τῇ scripsi: αὐτῇ aB 6 δὲ om a 8 post ἀναιρουμένων add. καὶ a ὅλον Β: ἐκ τούτων a καὶ (post τὸ) Β: ἐκ a 9 τὴν Β: τὸ a 10 τὴν οὐσίαν om. a οὐσίαν (ante εἶναι) a: οὐσίας Β 13 τῆς οὐσίας ἄρα a 14 παρειάθησαν Β: παρμενίδου καὶ ἐπικούρου a 16 ἄρα om. Ar. 16. 17 ἀλλ’ οὔπω συλλελόγισται ex Arist. addidi (cf. p. 348, 15) 19 τῷ a: τό Β 24 παρειμένην a 32 post μὶν expunxit τῷ Β)
Φανερῶς δὲ καὶ τὴν διαφορὰν τοῦ ἀναγκαίου καὶ τοῦ συλλογισμοῦ δηλοῖ, δι’ ὧν ἐπενήνοχεν. ὧν δὲ χάριν ταῦτα παρέθετο, ἃ εἶπεν, ἔστι τὸ ὥστε οὐκ εἴ τι συμβαίνει τεθέντων τινῶν, πειρατέον ἀνάγειν εὐθύς· ὅταν γὰρ συλλογιστικῶς συμβαίνῃ τι, τότε δεῖ ἀνάγειν τὸν λόγον εἴς τι τῶν σχημάτων ὡς ὄντα συλλογισμόν , ἀλλ’ οὐχ ὅταν ἀπλῶς ἐξ ἀνάγκης συμβαίνῃ τι. εἰ δὲ οὕτως ταῦτα λέγοιτο, εἴη ἄν καὶ ἐν τῷ τοὐ συλλογισμοῦ ὅρῳ τὸ “τεθέντῳν” ἐπὶ τοῦ ‘κατηγορικῶς ληφθέντων’ εἰρημένον ἴσον τῷ ‘εἶναι ἢ μὴ εἶναι ληφθέντων’ ἀλλ’ οὐχ ‘ὑποτεθέντων’, ἐπεὶ μὴ συλλογιστικῶς τοῖς ὑποτεθεῖσι τὸ ἀναγκαίως ἑπόμενον ἕπεται. εἰπὼν δὲ διὰ μέσου ταῦτα ἐπανῆλθεν ἐπὶ τὸ προειρημένον τὸ ὅτι πρῶτον ληπτέον τὰς δύο προτάσεις ῥᾷον γάρ, ὡς εἶπεν, εἰς τὰ μεγάλα καὶ συγκείμενα 35 διελεῖν), εἶτα οὕτως ἐκ τῶν προτάσεων τοὺς ὅρους ἐκληπτέον καὶ μέσον τῶν ὅρων θετέον τὸν ἐν ἀμφοτέραις ὄντα ταῖς προτάσεσιν. ὁ γὰρ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ συντεθειμένος τῶν ἄκρων ἐν πᾶσι τοῖς σχήμασιν ὁ αὐτός ἐστιν ὁ μέσος ὅρος· τοιοῦτος γὰρ ὁ μέσος ἐν τοῖς τρισὶ σχήμασιν.
[*](1 συνάγεται a: συνάγεσθαι Β 3 πρότασιν om. a 4 καὶ addidi 11 τὸ (post ἑπόμενον) Β: τῷ (??) a 16 ἑστία 17 οὔτως a 21 τε ὁ om. a 22 τούτων a 25 προέθετο a 26 οὐκ εἴ τι] οὐκέτι a 27 τὸν λόγον om. a 30 τεθέντων] c. 1 p. 24 b 19 36 τὸν ὅρον a 37 ἄκρων Β: ὅρων a)