In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 47a 22)

ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν τὸ ἐνδεές, ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλελογίσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων.

‘Επ’ ἐνίων φησὶ λέγων οὐ χαλεπὸν τὸ συνιδεῖν, τί ἐνδεῖ πρὸς τὸ πλήρη τὸν συλλογισμὸν γίνεσθαι, καὶ τί περιττὸν εἴληπται, ὡς ἐφ’ ὧν προειρήκαμεν λόγων· δῆλον γὰρ ἐν τούτοις τὸ παρειαμένον. ἀλλὰ καὶ ἐφ’ ὧν ἄλλο τι συμπέρασμα ἐπενήνεκται καὶ οὐ τὸ ἐκ τῶν κειμένων συαγόμενον, ὡς ἔχει ἐπὶ τοῦ ὑπὸ τοῦ Ἐπικούρου λόγου ἠρωτημένου τοὺ ‘ὀ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς’. ἀλλ’ οὐ τοῦτο τὸ συναγόμενον, ἀλλ’ ὅτι τὸ διαλυθὲν οὐδὲν πρὸς ἡμᾶς, ἐν πρώτῳ σχήματι. ὁμοίως καὶ ἐπὶ τοῦ Παρμενίδου λόγου συνάγοντος, ὅτι ἓν τὸ ὄν, ἐκ τῶν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν’· καὶ γὰρ ἐνταῦθα τὸ συναγόμενον φανερόν ἐστι· συνάγεται γὰρ ἐκ τῶν κειμένων τὸ παρὰ τὸ ὂν μηδὲν εἶναι ἐν πρώτῳ σχήματι, ἀλλ’ οὐ τὸ ‘ἓν ἄρα τὸ ὄν’, ὡς ἐκεῖνος οἴεται. δεῖ γὰρ καθόλου τὸ συμπέρασμα ἐκ τῶν ἄκρων τῶν εἰλημμένων ἐν ταῖς προτάσεσι ταῖς δύο συγκεῖσθαι. ἄκροι δέ εἰσιν ἐν ταῖς προτάσεσιν οἱ ἀνὰ ἅπαξ εἰλημμένοι ἐν τῇ θέσει τῶν προτάσεων· ὁ γὰρ ἐν ἀμφοτέραις κείμενος ταῖς προτάσεσι καὶ ἑκατέρῳ τῶν ἄκρων συναπτόμενος ὁ μέσος ἐστίν. ἐπ’ ἐνίων μὲν οὖν, ὡς ἔφην, ῥᾷον τὸ φωρᾶσαι τὴν κατὰ τοὺς λόγους ἁμαρτίαν· ἐπ’ ἐνίων δὲ οὐ ῥᾴδιον συνιδεῖν, ἀλλὰ δοκοῦσι συλλογισμοὶ εἶναι, οὐκ ὄντες, διὰ τὸ τοῖς ὢ κειμένοις ἕπεσθαι τὸ ἐπιφερόμενον ἐξ ἀνάγκης, ὡς ἐφ’ ὧν γε ἡμεῖς εἰρήκαμεν δῆλόν ἐστιν καὶ ἐφ’ οὗ αὐτὸς παρατίθεται παραδείγματος τοῦ μὴ οὑσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δέ ἐστί τι, ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεσθαι. ἐκ γὰρ τούτων ἀναγκαῖον μὲν τὸ οὐσίας μέρος εἶναι οὐσίαν, οὐ μὴν συλλογιστικῶς δέδεικται, ἀλλ’ ἐλλείπουσί τινες προτάσεις πρὸς τὸ γενέσθαι συλλογισμόν, τοῦτ’ ἔστιν οὐχ ἃ ἔδει ληφθῆναι κεῖνται, ἀλλ’ αἱ μὲν ἰσοδυναμοῦσι ταῖς, ἐξ ὧν ἄν δειχθείη τι συλλογιστικῶς, τὸ δέ τι παρείαται. ἄν δὴ εἰς ἐκείνας | μεταοὔσης [*](117v) [*](1 post add. καὶ a 5 τοσοῦτον ex τοσούτων corr. B1 8 συλλογίζεσθαι a et Ar. 10 πρὸς τὸν a 11 γενέσθαι a περιττὸν Β: περιληπτὸν a 12 παρειμένον a 13 οὐ τὸ Β: οὐκ a 14 ὑπὸ τοῦ Ἐπικούρου (cf. Diog. Laert. X 139,2) Β: Ἐπικούρῳ a 15 ἀναισθητοῦν Β: ἀναισθητεῖν a 20 ante ὃν expunxit μὴ Β 23 ταῖς om. a ἀνὰ om. a 26 ἔφησε 29 τοῦ a: τὸ B 30 τι om. Ar. et Alex, ipse p. 347,6 31 φθείρεται (ut p. 347,6) a 34 μὲν om. a ἰσοδυναμοῦσαι a 35 , τὶ δὲ καὶ παρεῖται a)

347
ληφθῶσιν αὗται αἱ κείμεναι καὶ προσληφθῇ τὸ λεῖπον, συλλογισμὸς [*](117v) ἔσται. τῇ μὲν γὰρ ‘οὐσίας μὴ ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία’ ἴσον δύναται ἡ ἀντιστρέφουσα αὐτῇ ἡ λέγουσα ‘οὐσία ὑπὸ οὐσίας ἀναιρεῖται‘, ᾗ ἴσον δύναται ἡ λέγουσα ‘τὸ συναναιροῦν οὐσίαν οὐσία ἐστίν’· οὗ γὰρ ἀναιρουμένου ἀναιρεῖται οὐσία, ἐκεῖνο οὐσία ἐστίν. πάλιν δ’ αὖ τῇ λεγούσῃ ἐξ ὧν δέ ἐστιν, ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεται προσληπτέον ὡς λεῖπον τὸ ‘ἐκ δὲ τῶν μερῶν τὸ ὅλον’· ἔσται γὰρ ἀληθὲς καὶ τὸ τῶν μερῶν ἀναιρουμένων τὸ ὅλον φθείρεσθαι, ᾧ ἕπεται τὸ καὶ τῶν τῆς οὐσίας μερῶν ἀναιρουμένων καὶ τὴν ἐξ αὐτῶν φθείρεσθαι, ᾧ ἴσον τὸ τὰ μέρη τῆς οὐσίας τὴν οὐσίαν συναναιροῦντα οὐσίαν εἶναι, ὃ μεταληφθὲν ἐξ ἐκείνων κεῖται. γίνονται οὖν προτάσεις ’τὰ μέρη τῆς οὐσίας συναναιρεῖ οὐσίαν, τὰ συναναιροῦντα οὐσίαν οὐσία’· ἐκ τούτων συνάγεται συμπέρασμα τὸ ‘τὰ μέρη ἄρα τῆς οὐσίας οὐσία’ ἐν πρώτῳ σχήματι. ἄλλαι τε οὖν ἀντ’ ἄλλων προτάσεις ἐλήφθησαν ἐν τῷ λόγῳ καὶ παρειάθησαν.