In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 47a 40)

ἐὰν μὲν οὖν καὶ κατηγορῇ καὶ κατηγορῆται τὸ μέσον.

[*](118r)

Μετὰ τὸ λαβεῖν τὰς κυρίας τοῦ συμπεράσματος προτάσεις καὶ τοὺς ὅρους ἐκλαβεῖν ἀπ’ αὐτῶν ῥᾳδία λοιπὸν ἡ ἀναγωγὴ ἡ εἰς τὸ οἰκεῖον σχῆμα τοὐ ἀναγομένου συλλογισμοῦ. ἡ γὰρ τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσις τοῦτο φανερὸν ποιεῖ. ἄν μὲν γὰρ ὁ μέσος ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσιν οὕτως ἡ ὡς τοῦ μὲν κατηγορεῖσθαι αὐτῶν τῷ δὲ ὑποκεῖσθαι, πρῶτον ἔσται σχῆμα. τοῦτο γὰρ δηλοῖ τὸ κατηγορῇ καὶ κατηγορῆται· τὸ γὰρ κατηγορῆται σημαίνει τὸ ὑποκείμενον, ὅταν ᾖ τι κατηγορούμενον αὐτοῦ καταφατικῶς. ὁμοίως κἄν αὐτὸ μέν τινος κατηγορῆται, ἄλλο δὲ αὐτοῦ ἀποφάσκηται. ἐὰν δὲ ἀμφοτέρων κατηγορῆται τῶν ἄκρων, ἀλλὰ τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς, ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός· ἄλλως γὰρ ἔχοντος τοῦ μέσου πρὸς τοὺς ἄκρους, ὧν κατηγορεῖται, ἔσται μὲν ἐν δευτέρῳ σχήματι ἡ συζυγία, ἀλλ’ οὐ συλλογιστική. ἐὰν δὲ τὰ ἄκρα ταῦτα γὰρ εἶπε τὰ ἄλλα) τοῦ μέσου ἀμφότερα κατηγορῆται, ἢ καταφατικῶς ἢ θάτερον μὲν καταφατικῶς θάτερον δὲ ἀποφατικῶς, ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι. ὁμοίως δὲ ἀναχθήσονται οἱ συλλογισμοί, κἂν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις καθόλου, ἀλλ’ ἡ ἑτέρα μόνον· καὶ γὰρ καθόλου οὐσῶν τῶν προτάσεων ἀμφοτέρων καὶ τῆς ἑτέρας μόνης τριττὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους ἡ σχέσις, κατὰ δὲ τὰς τῶν σχέσεων διαφορὰς ἡ τῶν σχημάτων διαφορά. δῆλον δέ φησιν ἐκ τῶν εἰρημένων εἶναι καὶ τοῦτο, ὅτι, ἐν ᾧ λόγῳ ὁ αὐτὸς ὅρος πλεονάκις οὐκ εἴληπται, οὗτος οὐκ ἔστι συλλογισμός· ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι χωρὶς μέσου, ὡς δέδεικται· μέσος δέ ἐστιν ἐν πᾶσι τοῖς σχήμασιν ὁ δὶς λαμβανόμενος.