In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Φανερὸν δέ, ὅτι οὗτε ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ [*](113v) ἔστιν οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οὔτε
Ὅ εἶπε πρὸ ὀλίγου. ὅτι “μικρόν τι μόριόν” ἐστιν ἡ διαιρετικὴ τῆς συλλογιστικῆς μεθόδου, νῦν δείκνυσι καὶ διὰ τούτων· πρὸς γὰρ τῷ καὶ ὃ συλλογίζονται μὴ δεῖξαι, ὃ βούλονται, εἶναι, ἄλλο δέ τι, διὸ καὶ ἀσθενὴς ὁ συλλογισμὸς αὐτῶν, οὔτε ἀνασκευάσαι τι οἷόν τε χρωμένους ταύτῃ τῇ μεθόδῳ πάντα γὰρ καταφατικὰ τὰ συναγόμενα κατὰ τὴν μέθοδον ταύτην, τὸ δὲ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως μὴ ὑπάρχειν τῷ προκειμένῳ προχείρως λαμβάνεται ὥσπερ καὶ τὸ τὸ ἕτερον ὑπάρχειν· οὐδετέρου γὰρ ἰδίᾳ γίνεται ὁ συλλογισμός)· ἀλλ’ οὐδὲ περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οἷόν τε τῇ μεθόδῳ ταύτῃ χρωμένους· τῶν γὰρ λαμβανο|μένων κοινῶν [*](114r) τε καὶ γενῶν ἡ διαίρεσις οὐ κατὰ συμβεβηκότα γίνεται ἀλλὰ κατὰ τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ· συμβεβηκὸς δὲ καὶ τὸ ἴδιον· ἔτι τε οὐδὲ οἷόν τε εἰς δία τῶν γενῶν γίνεσθαι τὴν διαίρεσιν. ἔτι οὐδέ, εἰ γένος τόδε τι ἢ οὔ, δείκνυσιν, ἀλλὰ λαβὼν τόδε εἶναι γένος τοῦ προκειμένου ὡς ὃν φανερὸν τὴν διαίρεσιν αὐτοῦ ποιεῖται , ὡς ἤδη προείρηται. δι’ ὧν δὲ οἷόν τε γένος κατασκευάζειν ἢ ἀνασκευάζειν, ἐν τοῖς Τοπικοῖς εἴρηται· ὁμοίως καὶ δι’ ὧν συμβεβηκὸς ἢ ἵδιον δείκνυται. ἀλλ’ οὐδ’ ὃ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί τε καὶ τίθησιν ἕστι δὲ τοῦτο τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως, ὅ λαμβάνει μετὰ τοῦ διαιρεθέντος γένους), πότερον γένος ἢ ἵδιον ἢ συμβεβηκός ἐστι τοῦ προκειμένου, δείκνυσιν · οὐδὲ γὰρ τὴν ἀρχὴν αὐτὸ ὑπάρχειν τῷ κειμένῳ διὰ συλλογισμοῦ δείξας ἔθετο. τέλεον δὲ ἄχρηστον τὴν μέθοδον ἔδειξε διὰ τούτων τὴν διαιρετικὴν πρὸς συλλογισμόν· τεττάρων γὰρ ὄντων προβλημάτων, περὶ ὅρου, περὶ ἰδίου, περὶ γένους, περὶ συμβεβηκότος, περὶ οὐδενὸς τούτων ἔδειξεν αὐτὴν συλλογιζομένην· περὶ γὰρ οὗ οἴεται μόνου δεικνύναι, οὐδὲ τοῦτο δείκνυται διὰ συλλογισμοῦ.