In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦνται πᾶσαν οὐδὲ τὰς ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν.
Τοῦτ’ ἔστι· πᾶσα ἡ ὁδὸς αὐτοῖς ἡ διαιρετικὴ αὕτη γίνεται, οὐδὲ τὰς περὶ ἑκάστου τῶν λαμβανομένων ὑπ’ αὐτῶν ἐνδεχομένας εὐπορίας πρὸς τὸ συλλογιστικῶς δειχθῆναι αὐτὰ λαμβάνουσιν. ἔνεστι μὲν γὰρ τὸ τὸν ἄνθρωπον λογικὸν εἶναι συλλογίσασθαι καὶ ἐξ οἰκείων προτάσεων λαβόντας πάντα ἄνθρωπον διανοητικὸν εἶναι φέρ’ εἰπεῖν ἢ βουλευτικὸν ἢ ἀριθμητικόν, ἑκάστου δὲ τούτων τὸ λογικὸν κατηγορήσαντας. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ συλλογίσασθαι, ὅτι μή ἐστιν ἄλογος· ἦν γὰρ αὐτοῖς ἡ διαίρεσις ἡ τοῦ ζῴου εἴς τε λογικὸν καὶ ἄλογον. ἄν δὴ διὰ συλλογισμοῦ δειχθῇ ὁ ἄνθρωπος μὴ 30 ὢν ἄλογος, εὐλόγως ἄν λαμβάνοιτο λογικὸς εἶναι, ἐπεὶ δέδεικτο ἢ λογικὸς ἢ ἄλογος ὤν. ὅτι οὖν μὴ ἄλογος, <οὕτως>· πᾶς ἄνθρωπος διανοητικός, οὐδὲν διανοητικὸν ἄλογον, οὐδεὶς ἄρα ἄνθρωπος ἄλογος. τούτων μὲν οὖν οὐδὲν προσπαραλαμβάνουσιν ἐν ταῖς δείξεσι, δι’ ὧν οἷόν τέ ἐστι διὰ συλλογισμοῦ τῶν ἐκ τῆς διαιρέσεως τοῦ κοινοῦ τὸ ἕτερον δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον, διαιρούμενοι δὲ τὸ κοινὸν καὶ τὸ γένος αἰεί, ὃ βούλονται τῶν ἐκ τῆς διαιρέσεως, χωρὶς δείξεως προσλαμβάνουσιν.
[*](1 ᾖ Β: εἴη a τῶν Β: τούτων a 3 τὸ alterum om. a 4 δι’ ὁρισμοῦ Β 13 Περὶ ἑρμ.] c. 11 p. 20 b 35 15 ἐστι om. a τὰ om. a 17 προλαμβανομένων a 22 ἡ διαιρετικὴ αὕτη Β: αὐτὴ ἡ διαιρετικὴ a 24 αὐτὰς a 25 λαβόντες a 29 δὴ Β: μὴ a 30 δέδεικτο ἢ ex δέδεικται corr. Β1: δέδεικτο a 31 οὕτως addidi 35 διαιρούμενον a post κοινὸν add. καὶ τὸ κοινὸν a)