In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 46b 28)

Οὔτ’ ἐν οἶς ἀγνοεῖται, πότερον ὧδε ἢ ὧδε ἔχει.

Τὸ λεγόμενον τοιοῦτόν ἐστιν · ἐφ’ ὧν μὲν φανερόν ἐστι τὸ προκείμενον καὶ μὴ δεόμενον δείξεως, οἷον ὅτι ἄνθρωπος λογικός ἐστιν ἀλλ’ οὐκ ἄλογον, ἢ ὅτι ὑπόπουν ἀλλ’ οὐκ ἄπουν, καὶ δίπουν ἀλλ’ οὐ πολύπουν, ἐπὶ τούτων δόξουσιν εὐλόγως προσλαμβάνειν τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως τῷ γνώριμον εἶναι καὶ μὴ ἀμφισβητούμενον· ἐφ’ ὧν δὲ ἀγνοεῖται 20 τὸ προκείμενον, ἐν ὁποτέρῳ τῶν ἐκ τῆς διαιρέσεως ἐστι, καὶ δείξεως δεῖται, ἄχρηστος ἐπὶ τούτων ἡ μέθοδος αὐτοῖς. ἀπορουμένου γὰρ τοῦ πότερον ἄρτιοι οἱ ἀστέρες ἢ περιττοί, ἄν λαβών τις τὸν ἀριθμὸν πάντα καὶ πᾶν πλῆθος [*](4 πρὸ ὀλίγου] p. 46 a 31 10 τὸ alterum om. a 13 ante συμβεβηκότα add. τὰ a 15 εἰσὶ διὰ τὴν διαίρεσιν τῶν γενῶν γίνεσθαι a post ἔτι add. δὲ a 18 ἐν τοῖς τοπικοῖς] 1. II — V post ὁμοίως add. δὲ a 23 συλλογισμοῦ] υ alterum in ras. B 28 ante πότερον add. τὸ Ar. ἢ ὧδε in mg. Β2 36 ante τὸν add. καὶ a)

339
διέλῃ εἴς τε τὸ ἄρτιον καὶ τὸ περιττόν, προσλάβῃ δὲ καὶ τὸ τοὺς ἀστέρας [*](114r) πλῆθος εἶναι καὶ ἀριθμόν, συνάξει μέν, ὅτι ἄρτιοί εἰσιν ἢ περιττοὶ οἱ ἀστέρες, οὔτε δὲ τὸ περιττοὺς αὐτοὺς εἶναι οὔτε τὸ ἀρτίους ἔτι δυνήσεται προσλαβεῖν τῷ μήτε γνώριμόν τι αὐτῶν εἶναι μήτε δείκνυσθαι. πάλιν εἰ ζητουμένου τοῦ πότερον ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος ἢ ἀσύμμετρος λαβών τις μῆκος εἶναι τὴν διάμετρον διέλοι τὸ μῆκος εἴς τε τὸ σύμμετρον καὶ ἀσύμμετρον, συνάξει μὲν καὶ τὸ τὴν διάμετρον ἢ σύμμετρον ἢ ἀσύμμετρον εἶναι τῷ λαβεῖν μῆκος αὐτὴν εἶναι, ὃ οὐκ ἦν ζητούμενον, οὐχ ἕξει δὲ δεῖξαι, ἐν ὁποτέρῳ τούτων αὐτὴν θετέον. ὃ γὰρ ἄν προσλάβῃ, δεόμενον δείξεως καὶ ζητούμενον ἀπλῶς καὶ χωρὶς δείξεως λήψεται, ὃ ποιεῖν ἐξῆν αὐτῷ καὶ μὴ διαιρέσει χρησαμένῳ· ὥστε καθόλου, ἐν οἷς ζητεῖται καὶ μή ἐστι γνώριμον, ἐν ὁποτέρῳ τὸ ζητούμενον τῶν ἐκ τῆς διαιρέσεως, ἄχρηστος ἡ μέθοδος. δῆλον οὖν, ὅτι μήτε πρὸς πᾶσαν σκέψιν ἁρμόζει ὁ τοιοῦτος τρόπος τῆς ζητήσεως τοῦτ’ ἔστιν ὁ διαιρετικός οὔτε γὰρ περὶ συμβεβηκότος κότος ἢ ἰδίου, περὶ ὧν αἱ πλεῖσται ζητήσεις, οὔτε ἀποφατικόν τι ἔνεστι δι’ αὐτῆς δεῖξαι, οὐδ’ ὅτι γένος τὸ λαμβανόμενον)· ἀλλ’ οὐδὲ ἐφ’ ὧν δοκεῖ μάλιστα ἁρμόττειν ταῦτα δέ ἐστιν οἱ ὁρισμοί), οὐδὲ ἐπὶ τούτων ἔχει τι χρήσιμον. οὔτε γὰρ ἐφ’ ὧν ἄδηλον, ἐν ὁποτέρᾳ τὸ προκείμενον τῶν διαφορῶν τῶν ἐκ τῆς διαιρέσεως, ἔχει λαβεῖν, οὔτε ἐφ’ ὧν δῆλόν τέ ἐστι καὶ προσλαμβάνει θάτερον καὶ τίθησιν, οὐδὲ ἐπὶ τούτων, ὅτι τὸ ἐκ πάντων τῶν εἰλημμένων συντεθέντων ὁρισμός ἐστι τοὐ ἀνθρώπου, δύναται δειχθῆναι τῇ μεθόδῳ ταύτῃ. οὔτε γὰρ πάντα τὰ κατ’ ἰδίαν ἀληθευόμενα κατά τινος ἤδη καὶ συντεθέντα ἀληθῆ οὐδὲ γὰρ εἰ σκυτεὺς ·καὶ ἀγαθός, ἤδη καὶ συντεθέντα σκυτεὺς ἀγαθός, οὐδ’ εἰ καὶ ἀληθῆ, διὰ τοῦτο ἤδη καὶ | τὸ ἐξ αὐτῶν ἕν· 114v οὐ γὰρ εἰ λευκὸν καὶ μουσικὸν καὶ βαδίζον ἦν, ἤδη καὶ ἓν ταῦτα, τὸ λευκὸν μουσικὸν βαδίζον, ὡς ἐν τῷ περὶ Ἑρμηνείας ἐδείχθη)· ἀλλ’ οὐδ’ εἰ ἀληθῆ τε καὶ ἕν, ἤδη γνώριμον, ὅτι καὶ ὁρισμός· οὔτε γὰρ τὸ ‘ἄνθρωπος λευκός’, ἐπεὶ ὡς ἓν κατηγορεῖταί τινος, ἤδη καὶ ὁρισμός, οὔτε τὸ ‘ζῷον πεζόν’.