In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
[*](p. 46b 22)
Τέλος δέ, ὅτι τοῦτ’ ἔστιν ἄνθρωπος ἢ ὅτι ποτ’ ἄν ᾖ τὸ ζητούμενον.
Καίτοι οὕτως, φησί, λαμβάνοντες, ἃ χρήσιμα οἴονται πρὸς τὸ ὁρίσασθαι σθαι καὶ ταῦ|τα αὐτὰ αἰτούμενοι ἀλλ’ οὐ διὰ συλλογισμοῦ δεικνύντες τὸ [*](113v) [*](4 καὶ prius om. a 5 ὃ Β: καὶ a 6 οὕτως om. a 8 δείκνυται a 12 οὖ scripsi: οὐ aB τε om. a 18 διαλαμβανομένῳ a 23 οὐκ superscr. Β3: οὖν B pr. : οὐδ’ α 26 τῷ om. a 28 ἢ ἄπουν ἢ ὑπόπουν a 31 ἔλαβεν Ar.: ἔλαβον (ut vs. 30) aB 32 τίθεται ζῷον εἶναι Ar.)
337
εἶναι τοῦτο τὸν ἄνθρωπον ἢ ὅ τι ἄν ᾖ τὸ ὁριζόμενον ὑπ’ αὐτῶν, τὸ ἐκ τῶν [*](113v) οὕτως εἰλημμένων ἠθροισμένον, οὐ δεικνύουσι συλλογιστικῶς οὐδ’, ὅτι ἀναγκαῖον οὕτως ἔχειν. οὐ γὰρ εἰ κατά τινος τὸ ζῷον ἀληθὲς καὶ τὸ θνητόν, ἤδη καὶ τὸ ὅλον ὡς ἕν· δεῖται γάρ τινος τοῦτο διορισμοῦ, πότε ἓν συντεθέντα τὰ χωρὶς κατηγορούμενα καὶ πότε οὔ. οὔτε γὰρ ἐπὶ πάντων ἀληθὲς οὔτε, ἐφ’ ὧν ἀληθές, ἤδη καὶ ἕν. ὅπερ ὁ μὴ διαστειλάμενος καὶ τοῦτο, εἰ καὶ ἀληθές ἐστι, προχείρως λαμβάνει. ὅτι γὰρ τὰ ληφθέντα οὕτως καὶ συντεθέντα τοῦτον τὸν τρόπον ἢ ὡς ἓν κατηγορεῖται ἢ ὡς ὁρισμός ἐστιν ἀνθρώπου ἢ ἄλλου τινός, ὃ προτίθενται ὁρίσασθαι, οὔτε σαφῶς λέγουσιν οὔθ’ ὡς ἀναγκαῖον ὂν ἐκ τῶν κειμένων τοῦτ’ εἶναι τὸν ὁρισμὸν τοῦ προκειμένου δεικνύουσι τῷ μήτε ἀναγκαῖον εἶναι τὰ ἰδίᾳ ὑπάρχοντά τινι ταῦτα καὶ συντεθέντα ἀληθεύεσθαι κατ’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σκυτέως τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας ἐδείχθη, μήτε, εἰ καὶ ὑπάρχοι πάντα ἅμα τῷ ὑποκειμένῳ τὰ κατ’ ἰδίαν ληφθέντα, ἤδη γνώριμον εἶναι, ὅτι ὁρισμός ἐστι τοῦ ὑποκειμένου ταῦτα τὰ συντεθέντα. οὐδὲν γὰρ ἡ μέθοδος εἰς τὴν τούτων δεῖξιν συντελεῖ· καὶ γὰρ εἰ τὸ πάντα ὑπάρχειν ἀκολουθεῖ τῷ εἶναι ἐκ τῆς τοῦ εἰλημμένου διαιρέσεως ἕκαστον τῶν προσλαμβανομένων, ἀλλ’ ὅτι γε ὁρισμὸς ταῦτα, οὐ δεικνύουσιν, ὅπερ ὡς ποιήσοντες ἦλθον ἐπὶ τὸ διαιρεῖν.