In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 46a 31)

Ὅτι δ’ ἡ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν ἐστι15 τῆς εἰρημένης μεθόδου ῥᾴδιον ἰδεῖν· ἔστι γὰρ ἡ διαίρεσις οἷον ἀσθενὴς συλλογισμός.

Λέγει μὲν περὶ τῆς διαιρετικῆς , ᾗ Πλατῶν ἐχρήσατο , δείκνυσι δὲ αὐτὴν μικρὸν μέρος οὖσαν τῆς ὑπ’ αὐτοῦ εἰρημένης τε καὶ παραδεδομένης συλλογιστικῆς μεθόδου. τὴν δὲ εἰρημένην μέθοδον λέγοι ἄν ἤτοι, ἣν πρὸς τὴν εὕρεσιν τῶν οἰκείων καθ’ ἕκαστον πρόβλημα προτάσεων ὑπέγραψε διὰ τῆς εἰρημένης ἐκλογῆς τε καὶ ἐπισκέψεως τῶν τε ἑπομένων καὶ τῶν, οἷς ἕπεται, καὶ τῶν μὴ ὑπαρχόντων τοῖς, περὶ ὧν ὁ συλλογισμός ταύτης γὰρ τῆς μεθόδου μικρόν τι μόριόν φησιν εἶναι τὴν διαιρετικὴν μέθοδον, ἡ ἐχρῶντο οἱ πρὸ αὐτοῦ πρὸς τὴν τῶν προτάσεων εὕρεσιν καὶ τὴν τῶν οἰκείων ὅρων τοῦ ζητουμένου λῆψιν διὰ τῆς τῶν γενῶν διαιρέσεως), ἢ τῆς εἰρημένης μεθόδου λέγοι ἄν μᾶλλον ‘τῆς συλλογιστικῆς πάσης’· ταύτης γὰρ μικρὸν μόριον ἠ διαιρετική, εἴ γε, ὡς ἐρεῖ, ἀσθενής ἐστι συλλογισμός. πρόκειται δὲ αὐτῷ δεῖξαι, ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ περὶ συλλογισμῶν ἢ ἔγνω τι ἢ ἐπραγματεύσατο. τοῦτο δὲ δείκνυσιν ἐκ τοῦ τὴν διαιρετικήν, ᾖ ἐχρῶντο οἱ πρὸ αὐτοῦ μόνῃ οὖτοι δ’ ἦσαν, ὡς εἶπον, οἱ περὶ Πλάτωνα), πρῶτον μὲν ἄχρηστον εἶναι πρὸς συλλογισμόν , δεύτερον δέ , ὅτι, καὶ εἰ συγχωρηθείη τινὰ δύνασθαι δείκνυσθαι δι’ αὐτῆς συλλογιστικῶς, ἀλλὰ ὀλίγα τε καὶ οὐδὲ τὰ προκείμενα κατ’ αὐτούς. μόνα μὲν γὰρ ἐπαγγέλλεται ἡ μέθοδος αὕτη δεικνύναι τὰ ἐν τῇ οὐσίᾳ ὑπάρχοντα τοῦ προκειμένου· εἰς γὰρ ταῦτα ἡ διαίρεσις ἡ τῶν γενῶν, ἃ οὐδὲ αὐτὰ δείκνυσιν, ὡς δειχθήσεται. οὔτε δὲ ἀνασκευάσαι τι τῇ μεθόδῳ χρωμένους τῇ διαιρετικῇ οἷόν τε οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι, ὡς δείξει. μικρὸν μὲν οὖν μόριον τῆς εἰρημένης μεθόδου τὴν διαιρετικὴν εἶπεν ἤτοι, ὅτι καὶ αὐτὴ λαμβάνει τὰ τῷ ζητουμένῳ ἑπόμενα καὶ διὰ τούτων πειρᾶταί τι δεικνύναι· τὰ γὰρ γένη λαμβάνουσα τῶν προκειμένων , ἅπερ ἐστὶν ἑπόμενα αὐτοῖς, τούτων ποιεῖται τὴν διαίρεσιν ζητοῦσα τῶν ἐκ τῆς διαιρέσεως τίνα ἕπεται. πάλιν καὶ λαμβάνουσα τὰ τούτοις ἑπόμενα, ὡς δείξουσα, τί τῶν ἐκ τῆς ὢ τοῦ γένους διαιρέσεως ἕπεται τῷ ὑποκειμένω, οὗ τὸ γένος ἐλήφθη, οὐ μὴν [*](2. 3 τὰ δὲ κτλ.] Top. I 13 p. 105 a 21 3 μὲν τὸ Ar. 4 περὶ τάξεως κτλ.] Top. VIII 1 p. 155b18 5 ληπταίαι 6 δ’ εἰσίν aB: δὲ λέγονται Αr. ὁ om. a 7 τῶν aB: διὰ τῶν Ar. 20 γε Β: τε a 23 ὡς εἶπον om. a 31 ἤτοι] cf. p. 334, 12 33 τῶν προκειμένων om. a 35 πάλιν καὶ λαμβάνουσα, quod post ζητοῦσα (vs. 34) habent aB, hue transposui)

334
δεικνύουσα, ὡς προϊὼν ὁ λόγος δείξει. καθ’ ὅσον μὲν οὖν τὰ ἑπόμενα τῷ [*](112r) γένει τίθησί τε καὶ ἐκλέγει καὶ ταῦτα δείκνυσι καὶ τούτῳ ἑπόμενα, ᾧ καὶ τὸ γένος ἕπεται, καὶ ὅλως καθ’ ὅσον συλλογίζεταί τι, μόριόν τι ἄν εἴη τῆς ἐκκειμένης μεθόδου. οὔτε γὰρ εντι τά , οἷς ἕπεται τὸ ὑποκείμενον, ζητεῖ οὔτε τὰ μὴ ὑπάρχοντα αὐτῷ , ἀλλ’ οὐδὲ τὰ ἑπόμενα τῷ κατηγορουμένῳ, οὐδ’ ὅσα μὴ ὑπάρχει αὐτῷ, ἀλλ’ οὐδὲ τά, οἷς ἕπονται ὁ ὑποκείμενος ἢ ὁ κατηγορούμενος, | δι’ ὧν τά τε ἐπὶ μέρους δείκνυται καὶ τὸ ἀποφατικὸν [*](112v) τὸ καθόλου. ἀλλὰ καὶ καθ’ ὅσον οὐδὲ τὰ ἑπόμενα πάντα ἀλλὰ μόνον τὰ ἐν τῇ οὐσίᾳ· τὸ γὰρ γένος καὶ τὰς οἰκείας διαφορὰς ἐπαγγέλλεται δεικνύναι. οὔτε δὲ τῶν ἰδίων τι οὗτε τῶν συμβεβηκότων. καθ’ ὅσον δὲ οὐδὲ ταῦτα λαμβάνουσα τὸ πορκείμενον αὐτῇ συλλογίζεται, ἄλλο δέ τι, ὡς δειχθήσεται, ἀσθενής ἐστι συλλογισμός. δύναται μικρόν τι μόριον τῆς συλλογιστικῆς γιστικῆς μεθόδου εἰρηκέναι, ἐπεὶ ὅλως συλλογίζεταί τι, εἰ καὶ μὴ τὸ προκείμενον, ὡς δείξει.

Τὸ δὲ ἔστι γὰρ ἡ διαίρεσις οἷον ἀσθενὴς συλλογισμὸς πῶς καὶ διὰ τί εἴρηκεν, ἐξηγεῖται αὐτός, δι’ ὧν ἐπιφέρει, λέγων ὃ μὲν γὰρ δεῖ δεῖξαι, αἰτεῖται, συλλογίζεται δὲ αἰεί τι ἐκ] τῶν ἄνωθεν. ἔστι δέ, ὃ λέγει, τοιοῦτον· ὃ μὲν πρόκειται δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον διὰ τῆς διαιρετικῆς μεθόδου, τοῦτο οὐ δείκνυσιν ἀλλ’ αἰτεῖται καὶ προχείρως καὶ χωρὶς δείξεως λαμβάνει, διό ἐστιν ἀσθενὴς οὐ δεικνῦσα, ὃ βούλεται. τὴν γὰρ δεῖξιν καὶ τὸν συλλογισμὸν ποιεῖται αἰεί τινος ἀνωτέρω ὄντος καὶ κοινοτέρου καὶ περιέχοντος τοῦτο , ὃ βούλεται λαβεῖν. προθέμενος γὰρ δεῖξαι τὸν ἄνθρωπον λογικόν, ἄν οὕτω τύχῃ, λαβὼν τὸ γένος αὐτοῦ τὸ ζῷον, τοῦτο διαιρεῖ εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συλλογίζεται μέν, ὅτι ἐστὶν ἄνθρωπος ἢ λογικὸν ἢ ἄλογον, διὰ τῶν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι, πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογόν ἐστιν, ὁ ἄνθρωπος ἄρα λογικὸν ἢ ἄλογον’, διὸ καὶ μόριόν ἐστι τῆς προειρημένης μεθόδου. ὃ <δὲ> δεῖξαι ἦν δὲ τοῦτο τὸ λογικόν), τοῦτο οὔτε δείκνυσιν οὔτε συλλογίζεται, ἀλλὰ συλλογισάμενος τὸ κοινὸν καὶ καθόλου, ὑφ’ οὗ περιέχεται τὸ λογικόν συνήγαγε γὰρ ἢ λογικὸν ἢ ἄλογον εἶναι τὸν ἄνθρωπον), τὸ λογικὸν αὐτὸν εἶναι καὶ μὴ ἄλογον χωρὶς δείξεως αἰτεῖταί τε καὶ τίθησιν. εἰ δέ ἐστιν ἀσθενὴς συλλογισμὸς ἡ διὰ τῆς διαιρέσεως δεῖξις, μικρόν τι ἄν μόριον εἴη τῆς ὑφ’ ἡμῶν μεθόδου παραδεδομένης, μόριον μὲν οὖσα αὐτῆς, καθ’ ὃ ὁπωσοῦν συνάγει τι καὶ συλλογίζεται, εἰ καὶ μὴ ὃ προτίθεταί τε καὶ βούλεται, μικρὸν δέ, ὅτι ἀσθενὴς καὶ οὐχ ὃ βούλεται δείκνυσιν, ἢ μικρὸν μέν, διότι περὶ τῶν ἐν τῇ οὐσίᾳ μόνων καὶ κατὰ τὸ πρῶτον σχῆμα μόνον καὶ ἐν τούτῳ μοναχῶς, ἀσθενὴς δέ, ὅτι μὴ τὸ προκείμενον οἷόν τε κατ’ αὐτὸν συλλογίζεσθαι.

[*](6 ὑπάρχη Β 17 ἐκ Β: om. a et Ar. (cf. p. 335, 14, 24) 20 δεικνὺς a 21 ἀεί a ἀνωτέρου a 24 τὸ alterum om. a 26 ἄρα ὁ ἄνθρωπος a δὲ a: καὶ B 31 τε om. a post δὲ add. καὶ a 32 av om. a 34 ὁποσοῦν a 36 τὸ om. a 38 κατ’ αὐτὸν a: κατὰ ταὐτὸν Β)
335