[*](p. 46a 16)Καθ’ ἕκαστον δὲ τῶν ὄντων ἐκλέγειν.
Δεῖν φησι καθ’ ἕκαστον τῶν ὄντων ἐκλέγειν προχειριζομένους, τίνα τε ἑπόμενα αὐτῷ ἢ τίσιν ἕπεται, τίνα δὲ μὴ ἐνδεχόμενα ὑπάρχειν αὐτῷ. εἰπὼν δὲ ἢ ἐπιστήμης ἀντὶ τοῦ ‘ἢ ἐπιστήμης πλείους’ προσέθηκεν, ὅτι [*](5 ὡς om. a 6 οἷς Ar. 7 ἕκαστον ἑκάτερον aB: ἑκάτερον Ar. (ἔκαστον um) 12 ὑπέγραφε a 13 post ἀλλὰ add. καὶ a 15 μὴ om. a ὑπάρχον a: ὑπάρχειν Β 16 τοῦ δὲ . . . ληπτέον om. a 17 κἂν scripsi: καὶ aB 20 οὖν om. a 23 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] I 13 — 18 24 ἀποδεικτικῶν Β: τοπικῶν a 29 ταὐτὰ scripsi: ταῦτα Β: τὰ αὐτὰ a οὑδὲ] immo οὔτε 31 ἐκλέγειν τῶν ὄντων Ar. 34 ἐπιστήμης (ante πλείους) scripsi: ἐπιστήμας aB πλείους] scil. ἀρχαί (46 a 10) 10))
332
καθ’ ἑκάστην ἐπιστήμην ἴδιαί εἰσιν αἱ ἐκλογαὶ καὶ ἴδιά ἐστι τά τε ἐπόμενα
[*](111v) καὶ τά, οἷς ἕπεται, καὶ τὰ μὴ ὑπάρχοντα. διὸ ἑκάστης ἐπιστήμης ἐστὶ τὰς ἰδίας ἀρχάς, ἐξ ὧν αἱ προτάσεις τε καὶ οἱ συλλογισμοί, παρέχειν τε καὶ ἐκλέγειν. τῷ δὲ ἴδιαι γὰρ καθ’ ἑκάστην λείποι ἂν τὸ εἰσίν’, ἵνα ᾖ ‘ἴδιαι δὲ καθ’ ἑκάστην εἰσὶ τῶν ἐκλογῶν αἱ πλείους‘, ἐπείπερ καὶ κοινά τινά ἐστιν αὐταῖς, ἀλλὰ τὰ πλεῖστα ἵδια. διὸ οὐκ ἐκ τῶν αὐτῶν περὶ πάντων τὰς προτάσεις ποιήσομεν, ἀλλὰ δεῖ καθ’ ἕκαστον τῶν ὄντων τὰ οἰκεῖα ἐκλέγειν τε καὶ ἔχειν παρεσκευασμένα· οἷον τίνα τῷ ἀγαθῷ ἕπεται, τίσι τὸ ἀγαθόν, τίνα οὐχ ὑπάρχει τῷ ἀγαθῷ, πάλιν τίνα ἐπιστήμῃ ἕπεται, τίσιν ἐπιστήμη, τίνα οὐχ ὑπάρχει τῇ ἐπιστήμῃ, καὶ καθ’ ἑκάστην ἐπιστήμην τὰ ἑκάστῃ αὐτῶν οἰκεῖα· καθ’ ἑκάστην γὰρ ἐπιστήμην ἴδιά ἐστι τά τε ἑπόμενα καὶ οἷς ἕπεται καὶ τὰ μὴ ὑπάρχοντα. τὸ δὲ αἱ πλεῖσται προσέθηκεν, ὅτι ἔστι τινὰ καὶ κοινὰ ἀξιώματα, οἷς προσχρώμεθα πρὸς πάντα τὰ δεικνύμενα, ὡς τὸ κατὰ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἷναι· τοῦτο γὰρ καὶ ἐπὶ μεγεθῶν καὶ ἐπ’ ἀριθμῶν καὶ ἐπὶ χρόνων καὶ ἐπὶ δυνάμεων ὁμοίως ἀληθές. ἀλλὰ κοινὰ μὲν ταῦτα. ἰδία δὲ τοῦ μὲν δικαίου τὸ καλὸν ἀρχή, τοῦ δ’ ἀθανάτου φέρ’ εἰπεῖν τὸ αὐτοκίνητον· ἄλλου δὲ ἄλλο τι οἰκεῖον. διό φησιν, ὅτι τὰς προτάσεις τὰς οἰκείας ἑκάστῃ ἐπιστήμῃ τοῦ καθ’ ἑκάστην ἐπιστήμονός ἐστιν ἐκλέξαι ἐκλογῶν οἰκείων· ἐκ γὰρ τῶν οἰκείων ἕκαστον γνωρίζεται ὑπὸ τῶν περὶ αὐτὰ καταγινομένων καὶ ἐμπείρων. ἐκ τούτων γὰρ αἱ περὶ ἑκάστου ἀποδείξεις· ἐκ γὰρ τῆς τῶν καθ’ ἕκαστα πείρας ἡ τοῦ καθόλου γνῶσις, ὅ ἐστιν ἀρχή. τὸ μὲν οὖν ἐκλέγειν, τίνα οἰκεῖα καὶ τίνα μὴ τῶν ὑποκειμένων ὅρων, τῶν περὶ ἕκαστον ἐμπείρων τε καὶ ἐπιστημόνων μόνων ἴδιον· τὸ δὲ ταῦτα λαβόντα ἐξ αὐτῶν τούς τε συλλογισμοὺς τοὺς οἰκείους καὶ τὰς ἀποδείξεις ποιεῖσθαι τοῦ συλλογιστικοῦ τε καὶ ἀποδεικτικοῦ. μηδενὸς γὰρ ἐνδέοντος κατὰ τὴν ἱστορίαν ἀλλὰ πάντων ἐκλελεγμένων ὁ συλλογιστικός τε καὶ ἀποδεικτικός, ὧν μὲν ἐνδέχεται ἀπόδειξιν γενέσθαι, ταῦτα ἀποδείξει, ὧν δὲ μὴ οἷόν τε ἀπόδειξιν γενέσθαι, τοῦτ’ αὐτὸ δῆλον
[*](112r) ποιήσει, ὅτι μὴ οἷόν τε ἀποδεῖξαι. εἴη δ’ ἄν τοιαῦτα τά τε πρῶτα, οἷς οὐδὲν ἕπεται τό γὰρ καθόλου καταφατικὸν ἐπὶ τούτων ἢ καθόλου ἀποφατικὸν οὐχ οἷόν τε συλλογίσασθαι μηδενὸς ἑπομένου· κατ’ ἄλλων δὲ αὐτὰ συλλογιζόμεθα, ἀλλ’ οὐ τῶν προσεχῶν), ἀλλὰ καὶ οἱ ὁρισμοί· οὐδὲ γὰρ τούτων οἷόν τε ἀπόδειξιν γενέσθαι, ὡς δείξει. ἀλλ’ οὐδὲ τῶν ἀτόμων ὡς ὑπαρχόντων τισὶν ἀπόδειξις ἔσται. ἀλλ’ οὐδὲ ὧν μὴ οἷόν τε λαβεῖν ταὐτά τινα ἑπόμενα ἢ ἐν τοῖς, οἷς ἕπεται, ἡγουμένων τῶν, οἷς ἕπεται, τούτων δὲ ἑπομένων αὐτοῖς ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. λέγει δὲ δι’ ἀκριβείας περὶ τῆς τῶν προτάσεων ἐκλογῆς εἰρηκέναι ἐν τοῖς τοπικοῖς· αὕτη γάρ ἐστιν,
[*](4 γὰρ aB: δὲ Ar. et Alex, ipse vs. 5 11 τε om. a 17 ἴδια aB 18 ἄλλου Β: ἀλλ’ οὐ a 20 ἐκλογῶν a: ἐκ λόγων Β ἕκαστον scripsi: ἑκάστῳ aB 21 ὑπό Β: τὸ a 24. 25 ἐπιστημόνων τε καὶ ἐμπείρων a 32 ἄλλον a δείξει] cf. p. 335, —9 35 ταὐτά scripsi: ταῦτα aB 36 τινα post λαβεῖν (35) transponit a 38 εἰρηκέναι ante περὶ (37) transponit a) 333
ἣν λέγει διαλεκτικὴν πραγματείαν. εἴρηκε δὲ περὶ ἐκλογῆς προτάσεων καὶ
[*](112r) ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τελευταίῳ, ἐν μὲν τῷ πρώτῳ, ἐν οἷς λέγει “τὰ δὲ ὄργανα, δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν , ἐστὶ τέσσαρα, ἓν μὲν προτάσεις λαβεῖν”, ἐν δὲ τῷ τελευταίῳ, ἐν οἷς λέγει “περὶ τάξεως δὲ καὶ τοῦ ἐρωτηματίσαι λεκτέον διελόμενον τὰς προτάσεις, ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας· ἀναγκαῖαι δ’ εἰσίν, δι’ ὧν ὁ συλλογισμὸς γίνεται”.