In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 46a 34)

Πρῶτον δὲ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους αὐτῇ

[*](112v)

Καὶ τοῦτο αἰτιᾶται τῶν τῇ διαιρετικῇ μεθόδῳ Χρωμένων, ὅτι ᾤοντο οὐσίας τε καὶ ὁρισμοῦ ἀπόδειξιν εἶναι καὶ διὰ τοῦτο ἐπειρῶντο ἀποδεικνύναι τε καὶ συνάγειν τὸν ἑκάστου ὁρισμὸν χρώμενοι τῇ διαιρετικῇ ταύτῃ. ὅτι μὲν οὖν μὴ ἔστιν ὁρισμοῦ ἀπόδειξιν καὶ συλλογισμὸν ποιῆσαι ὡς συμπέρασμα τὸν ὁρισμὸν τῆς ἀποδείξεως γενέσθαι, καθ’ ἃ ἡ διαιρετικὴ ποιεῖν βούλεται, δείξει αὐτὸς διὰ πλειόνων ἐν τῷ τῶν ‘Υστέρων ἀναλυτικῶν δευτέρῳ. ὅτι δὲ μηδὲ ἡ διαίρεσις αὐτοῖς τοιοῦτόν τι ἐδείκνυεν, ὡς ᾤοντο, νῦν ἐρεῖ. δύο οὖν ἠγνόουν οἱ χρώμενοι τῇ διαιρετικῇ, ὅ τι τε οὕτως οἷόν τε ἦν συλλαγίσασθαι διαιρουμένους (τὸ γὰρ ὄ τι ἀντὶ τοῦ ‘τί’· οὐ γὰρ τὸν ὁρισμόν, ὡς ᾤοντό τε καὶ ἐβούλοντο), ἔτι τε οὔτε] ὅτι οὕτως ἐνεδέχετο τῇ διαιρετικῇ χρωμένους συλλογίζεσθαί τι, ὡς εἰρήκαμεν· εἴρηκε γάρ, ὅτι αἰεὶ τῶν ἄνωθέν τινος ὁ συλλογισμὸς διὰ τῆς διαιρέσεως γίνεται, ἀλλ’ οὐκ αὐτοῦ τοῦ προκειμένου. καὶ τοῦτο οὖν ἠγνόουν. ἢ τὸ ὅτι οὕτως ἐνεδέχετο, ὡς προειρήκαμεν δηλωτικόν ἐστι τοῦ ἀγνοεῖν αὐτοὺς τὸν τρόπον τοῦ πῶς οἷόν τέ ἐστι συλλογίζεσθαι τὸ προκείμενον μόνως, ὡς ἔδειξεν, ὃν τρόπον αὐτὸς πρὸ ὀλίγου παρέδωκεν, οὗ τρόπου κατ’ ἄγνοιαν οὐ τὸ προκείμενον αὐτοῖς συνελογίζετο.