In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
οἷον εἰ τὸ Β καὶ τὸ Z ἢ ἐναντία ἢ μὴ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν.
Δείκνυσιν, ὅτι καὶ ὅταν ἐναντία λαβόντες τινὰ ἀλλήλοις εἶναι τῶν περὶ ἑκατέρου τῶν ἄκρων ἐκλελεγμένων ἢ ὅλως ἀντικείμενα δεικνύωμέν τι καὶ συλ- λογιζώμεθα, ὅτι καὶ τότε οὐ διὰ τὸ τὰ ἐναντία ἡ ἀντικείμενα εἰλῆφθαι ὁ συλ- λογισμὸς ἀλλὰ διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι. εἰ γάρ τις λαβὼν τὸ Β τοῦτο δ’ ἦν ἑπόμενον τῷ Α) ἐναντίον εἶναι τῷ Ζ, ὃ ἦν τῷ E ἑπόμενον, δεικνύοι, ὅτι μηδενὶ τῷ E τὸ Α ὑπάρχει, οὐ δι’ ἄλλο τι τοῦτο δείξει συναγόμενον ἢ δι’ ὃν ἡμεῖς εἰρήκαμεν τρόπον. εἰ γὰρ τὸ Z καὶ τὸ Β εἴη ἐναντία, ἀμφοτέροις, τῷ τε E καὶ τῷ Α, ἑπόμενα, ἀδύνατα ἄν εἴη ἀμφότερα τῷ αὐτῷ, ἢ τῷ Α ἢ τῷ E, ὑπάρχειν· δῆλον γὰρ ὡς τὸ Β τῷ μὲν Α παντὶ ὑπάρξει, τῷ δὲ E οὐκ ἄν ἐνδέχοιτο αὐτὸ ὑπάρχειν ἐναντίον γε ὂν τοῖς ἑπομένοις αὐτῷ · ταῦτα δ’ ἦν τὰ Ζ· ἀλλὰ μὴν τὰ μὴ ὑπάρχοντα τῷ E τὰ Θ ἦν· τὸ ἄρα Β τινὶ τῶν Θ ἔσται ταὐτόν. οὕτως γὰρ παντὶ μὲν τῷ Α τὸ Β τῷ Θ ὂν ταὐτόν, τῷ δὲ E οὐδενὶ τὸ Θ ὑπάρξει· οὗτος δέ ἐστιν εἷς τῆς ἐκλογῆς τῶν προειρημένων ὑφ’ ἡμῶν τρόπος. ἐπεὶ ἄν γε ληφθῇ τὸ μὲν Β παντὶ τῷ Α τὸ δὲ Ζ παντὶ τῷ E, ἐναντίον δὲ ᾖ τὸ Β τῷ Z, ἐκ τούτων οὐδὲν οἷόν τε προσεχῶς συναχθῆναι· οὐδὲ γὰρ μέσος τις ὅρος ἐν ταῖς προτάσεσιν εἴληπται. εἰ γὰρ τὸ μὲν λευκὸν χιόνι τὸ δὲ μέλαν ἐναντίον ὂν τῷ λευκῷ πίττῃ, χιὼν μὲν οὐδεμιᾷ πίττῃ, οὐ μὴν· ἐκ τῶν κειμένων, ἐπειδὴ μὴ εἴληπταί τι κοινόν, ἀλλὰ τῷ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ οἷόν τε ὑπάρχειν τῷ E, ἢ πάλιν τὸ Z, ὃ ἦν ἑπόμενον τῷ E, ταὐτὸν εἶναι τῷ Δ, ὃ μὴ ἐνδέχεται τῷ Α. οὕτω γὰρ τὸ αὐτὸ τῷ μὲν ἑτέρῳ αὐτῶν ὑπάρξει παντὶ τῷ δὲ ἑτέρῳ οὐδενί, καὶ ἔσται συλλογισμός, καθ’ ὃν τρόπον εἰρήκαμεν, ἐν δευτέρῳ σχήματι· δεῖ γὰρ τὸ λευκὸν ταὐτόν τινι εἶναι τῶν μὴ ἐνδεχομένων πίττῃ ὑπάρχειν, ἵν’ οὕτως ᾖ συλλογισμός, ἀλλ’ οὐχ ἁπλῶς ὡς] ἐναντίον τῷ μέλανι, ὃ ὑπάρχει τῇ πίττῃ.
[*](1 ἀναχθήσονται a 5 etiam δῆλον . . . ἐναντία (6) lemmatis loco in aB ὅτι superscr. Β1 ταῦτα B ληπτέον a et Ar. (et B ipse supra): ληπτέα Β 7 ἡ (post ζ) Ar.: ᾖ aB 10 δεικνύομεν νύομεν a 10.11 συλλογιζώμεθα scripsi : συλλογιζόμεθα aB 11 τὸ corr. Β2: τοῦ a Β pr. 12 εἶναι ἀληθῆ a 14 δεικνύει a 15 δείξει ex δεῖξαι, ut videtur, corr. B1: δόξει a εἰρήκαμεν ἡμεῖς a 15. 16 τὸ β καὶ τὸ ζ a 16 (??) καὶ τῷ (??) a 17 τῷ αὐτῷ ἀμφότερα a 18 αὐτὸ scripsi: αὐτῷ a B 19 ἐναντίον iterat a 20 ἦν Β: ᾖ a οὕτω a 21 μὲν om. a γε Β: τε a ἐναντίον scripsi : ἐναντία aB ᾖ scripsi: εἴη aB 24 τῷ B : καὶ τὸ a 27 τὸ prius superscr. Β3 29 μὴ Β: ἦν ἑπόμενον a 33 οὕτως ex οὗτος corr. B 1 ὡς delevi)