In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 44b 38)

Δῆλον δέ, ὅτι καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὁποῖα ἑτέρα ἢ ἐναντία.

Δείξας, τίνα οὐ χρὴ συγκρίνειν ἀλλήλοις καὶ ὡς ταὐτὰ λαμβάνοντας συντιθέναι διὰ τὸ μηδένα ἐξ αὐτῶν οὕτως ληφθέντων γίνεσθαι συλλογισμόν, φησίν, ὅτι καὶ τίνα χρὴ ταὐτὰ ἀλλήλοις πρὸς τὸ συλλογίζεσθαι τῶν προβλημάτων τι, δῆλον ἡμῖν ἐγένετο. προστίθησι δὲ τὸ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία, ὧν οὐδαμοῦ ἐμνημόνευσεν ἐν τοῖς προειρημένοις. ὃ δὲ λέγει, τοιοῦτον ἄν εἴη· ἐξ ὧν, φησίν, εἰρήκαμεν εἰρήκαμεν δὲ περὶ τοῦ ποῖα δεῖ ταὐτὰ λαμβάνοντα καθ’ ἕκαστον πρόβλημα τὸν τοῦ προειρημένου δεικτικὸν συλλογισμὸν ποιεῖν), ἔστι δὴ ἐκ τούτων δῆλον καὶ ὁποῖα δεῖ τῶν ἐκλελεγμένων ἕτερα ἀλλήλων λαμβάνειν ἢ καὶ ἐναντία· ἕπεται γὰρ τῇ γνώσει τῶν ὁμοίων τε καὶ τῶν αὐτῶν καὶ ἡ τῶν ἑτέρων τε καὶ ἐναντίων γνῶσις. ὅταν γὰρ ᾖ τὸ ἑπόμενόν τινι ταὐτὸν τῶν μὴ ὑπαρχόντων τινί , δῆλον ὡς τοῦτο ἅμα καὶ ἐναντίον ἐστί τινι τῶν ἑπομένων ἐκείνῳ. οἷον εἰ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτόν ἐστί τινι τῶν Θ, ἃ οὐχ ὑπάρχει τῷ E, δῆλον ὡς καὶ τῶν Ζ τῶν ἑπομένων τῷ E τινὶ ἢ ἀντίκειται ἢ ἐναντίον ἐστὶ τὸ Β ὡς καὶ τὸ Θ, εἴ γε τὰ μὲν ἑπόμενά τινι τοῖς μὴ ὑπάρχουσι τῷ αὐτῷ ἐναντία ἐστὶν ἢ ἀντικείμενα· τούτοις δὲ τοῖς μὴ ὑπάρχουσι τῷ E ταὐτόν ἐστι τὸ Β τὸ τῷ Α ἑπόμενον· τοῖς Z ἄρα τοῖς [*](1 τῶν θ scripsi: τῷ θ aB 5 τῷ θ τὸ (??) a 6 (??) om. a post οὐ expunxit δέ Β2 9 γὰρ alterum om. a 11 ταὐτὰ scripsi: ταῦτα Β: αὐτὰ a 14 δὲ om. a 17 ὅτι om. codices Arist. et Alexander ipse p. 313,18,314,3 καὶ ὅτι 314, 6) 18 post καὶ add. οὐχ Arist. (cf. 314,7) 20 οὕτω a 21 post ἀλλήλοις add. λαμβάνειν a 25 λαμβάνοντας a 27 δεῖ ex δὲ corr. Β2 28 τῶν αὐτῶν scripsi : ταὐτῶν aB 29 ante ἐναντίων add. τῶν a 32 τῶν ζ a : τὸ ζ Β 33 καὶ om. a 34 ἐναντία ex ἐναντίων vel ἐναντίου corr. Β 1)

313
ἑπομένοις τῷ E τὸ Β τὸ ἑπόμενον τῷ Α ἢ ἐναντίον ἢ ἀντικείμενόν ἐστιν, [*](105r) ἐπεὶ ταὐτόν ἐστί τινι τῶν Θ τῶν μὴ ἑπομένων τῷ E. τὸ μὲν οὖν προηγούμενόν ἐστι τὸ λαβεῖν τινα τῶν ἐκλεγομένων ταὐτὰ ἀλλήλοις. οὗ τὴν αἰτίαν παρέθετο, ὅτι τὴν ἐπίβλεψιν τῶν ἐκλεγομένων ποιούμεθα οὐ δι’ ἄλλο τι ἡ τὸν μέσον ὅρον εὑρεῖν τε καὶ λαβεῖν βουλόμενοι, δι’ οὗ τοὺς ἄκρους συνάξομεν. τὸν δὲ μέσον τὸν αὐτὸν καὶ ἕνα δεῖ εἶναι · γίνεται δὲ οὗτος, ἄν δείξωμέν τινα τῶν ἐξ ἑκατέρου ἐκλελεγμένων ταὐτὰ ὄντα ἀλλήλοις· οὕτω γὰρ ἔσται τὰ δύο ἕν τε καὶ μέσος ὅρος. ὥστε τὸ προηγούμενόν ἐστι τὸ λαβεῖν τινα ταὐτὰ ἀλλήλοις ὄντα. ἐκ δὲ τῆς τούτων λήψεως δῆλον γίνεται, καὶ τίνα ἕτερα τῶν περὶ ἑκατέρου ἐκλεγομένων ἀλλήλων ἔστι καὶ τίνα ἐναντία. εἰ μὲν γὰρ τὰ Ζ, Γ τὰ αὐτά , δῆλον ὡς ἀντικείμενα γίνεται τὸ μὲν Z τὸ ἑπόμενον τῷ E τῷ Δ, ᾧ οὐχ ὑπάρχει τὸ Α ὡς γὰρ τῷ Α τὸ Δ οὐχ ὑπάρχει, οὕτως οὐδὲ τῷ Γ, ᾧ ἕπεται τὸ Α· ὡς οὖν τὸ Γ τῷ Δ ἀντίκειται, οὕτως καὶ τὸ Z ἐστὶν αὐτῷ ἀντικείμενον ταὐτὸν ὂν τῶ Γ· τῷ μὲν γὰρ Γ ἕπεται τὸ Α, τῷ δὲ Δ οὔ, διὸ ἀντίκειται· οὕτως καὶ τὸ Z ἔσται τῷ Δ ἀντικείμενον), ἀλλὰ καὶ τὸ Γ τῷ Θ διὰ τὸ αὐτό. εἰ δὲ τὰ Γ, Η πάλιν εἴη τὰ αὐτά, ἔσται ἀντικείμενα τὸ μὲν Γ τῷ Θ τὸ δὲ Η τῷ Δ.

Δύναται τὸ εἰρημένον διὰ τῆς λέξεως τῆς δῆλον δὲ καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὀποῖα ἕτερα ἢ ἐναντία ὡς ἴσον εἰρῆσθαι τῷ ‘ δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ τίνα χρείαν παρέχεται τά τε ταὐτὰ ἐκ τῶν ἐκλεγομένων ληφθέντα, καθ’ ὃν ὑφηγήμεθα τρόπον, καὶ εἰ ἐξ αὐτῶν λαμβάνοιτο τὰ ἐναντία ἀλλήλοις ἢ τὰ ἀντικείμενα’. οὐ γὰρ συλλογιστικὴ ἡ τῶν τοιούτων ἐκλογή , ὡς δείκνυσι διά τε τοῦ [*](105v) παραστῆσαι, ὅτι τῆς τοῦ μέσου ὅρου εὑρέσεως χάριν ἡ ἐπίσκεψις γίνεται, δεῖ δὲ τὸν μέσον ὅρον ἕνα καὶ τὸν αὐτὸν εἶναι, οὐ γίνεται δὲ τὰ ἐναντία ἀλλήλοις ἕν, καὶ διὰ τοῦτο, ὅτι καὶ ἐν οἷς συμβαίνει γίνεσθαί τινα συλλογισμὸν ληφθέντων τινῶν ἐναντίων εἶναι ἀλλήλοις ἐκ τῶν περὶ ἑκατέρου ἐκλελεγμένων, καθ’ ὃν πεποιήμεθα τὴν ἐκλογὴν τρόπον, ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, τοῦτ’ ἔστιν ἀντικειμένων, ἃ εἶπεν ἐν τοῖς ἐπάνω ἕτερα ἢ ἐναντία, ὑποπίπτει καὶ ταῦτα τῇ προειρημένῃ ὑφ’ ἡμῶν ἐκλογῇ, καθ’ ἣν ἐδείκνυμεν καὶ ἐλαμβάνομεν ταὐτά τινα τῶν περὶ ἑκάτερον ἐκλελεγμένων· καὶ γὰρ ταῦτα οὐ δι’ ἄλλο τι εὑρεθήσεται συνάγοντα καὶ συλλογιζόμενά τι ἢ διά τινα τῶν προειρημένων ἡμῖν ἐκλογῶν. ἡ δὲ λέξις ἐνδεῶς ἔχει· λείπειν γὰρ δοκεῖ τῷ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία τὸ μὴ εἶναι μέντοι τὴν τούτων ἐκλογὴν χρήσιμον προηγουμένως πρὸς τὴν εὕρεσιν τῶν προτάσεων. τὸ γὰρ ἐπιφερόμενον τῇ λέξει ἔλεγε τὸ εἶτα ἐν ὅσοις καὶ συμβαίνει γίνεσθαι συλλογισμὸν τῷ ληφθῆναι ἐναντία ἢ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, εἰς τοὺς προειρημένους ἅπαντα [*](5 βουλόμενος a 6 οὕτως a 12 ὑπῆρχε a 14 ante ἀντικείμενον add. τὸ a 17 ταυτά a ante ἀντικείμενα expunxit τὰ B1, ut videtur 18 ὁποῖα B: ὁπότερα a 21 ante ἐκ expunxit καὶ Β2 ἐκλελεγμένων a 22 τἄ alteram superscr. Β 23 τῶν τοιούτων B : τούτων a 26 καὶ alterum superscr. Β2 27 ἑκατέρων a 32 εὐρεθήσονται a post καὶ alterum expunxit συνάγοντα καὶ Β2 36 ἔλεγε τὸ scripsi: ἐλέγετο aB 38 ἅπαντα Ar.: ἅπαντας aB (mfu, corr, Β))

314
ἀναχθήσεται τρόπους. αὕτη γὰρ ἡ λέξις μηνύει, ὅτι τοιοῦτον λείπει [*](105v) τῇ προειρημένῃ λέξει τῇ δῆλον δὲ καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὁποῖα ἕτερα ἡ ἐναντία, τὸ μὴ εἶναι μέντοι τὴν τούτων ἐκλογὴν χρήσιμον. καὶ εἴη ἂν οὕτως τὸ κατάλληλον σώζουσα· δῆλον δὲ καὶ ὅτι ὁποῖα ταὐτὰ ληπτέον κτὰ τὴν ἐπίσκεψιν, καὶ οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία.