In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 45a 9)

Πάλιν εἰ τὸ Β καὶ τὸ Η μὴ ἐγχωρεῖ τῷ αὐτῷ παρεῖναι, [*](105ν) ὄτι τινὶ οὐχ ὐπάρξει τῷ E τὸ Α.

Δείξας ἐπὶ τῶν ἀμφοτέροις ἑπομένων, τῷ τε Α καὶ τῷ E, εἰ ἐναντία ταῦτα εἴη καὶ μὴ ἐνδεχόμενα ἅμα τῷ αὐτῷ, τὸ Α μηδενὶ τῷ E ὑπάρχον, οὐ μὴν διὰ τὸ ἐναντία τὰ Β, Z ἀλλήλοις εἶναι ἀλλὰ διὰ τὸ ἢ τὸ Β ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ ὑπῆρχε τῷ E, ἢ τὸ Z τῷ Δ, ὃ πάλιν οὐδὲ αὐτὸ ὑπῆρχε τῷ Α, νῦν δείκνυσιν, ὅτι, κἂν ληφθῇ τὸ Β τὸ ἑπόμενον τῷ | Α [*](106r) ἐναντίον εἶναι τῷ Η, ᾧ εἵπετο τὸ E, ὅτι τινὶ μὲν οὐχ ὑπάρχει τὸ Α τῷ E, οὐ μὴν διὰ τὸ ἐναντία μὲν εἶναι τὸ Β καὶ τὸ Η ἕπεσθαι δὲ τῷ μὲν Α τὸ Β τῷ δὲ Η τὸ · οὐ γὰρ συλλογιστικὴ ἡ τοιαύτη λῆψις τῶν προτάσεων τῷ μηδένα μέσον καὶ κοινὸν ὅρον εἰλῆφθαι· ἀλλ’ ἔσται συναγόμενον τὸ Α τινὶ μὴ ὑπάρχον τῷ E ἐν δευτέρῳ σχήματι τῷ τὸ Β τῷ μὲν Α παντὶ ὑπάρχειν τῷ δὲ E τινὶ μή. ᾧ γὰρ ὑτῆρχε τὸ Η τοῦ E, τούτῳ τὸ Β ἐναντίον x003E; τῷ Η οὐχ ὑπάρξει· τινὶ δὲ τῷ E τὸ Η ὑπῆρχεν· οὕτω γὰρ ἀντιστρέφει τὸ καθόλου καταφατικόν· ὥστε καὶ τὸ Β τινὶ αὐτῷ οὐχ ὑπάρχει· ἐναντίον γὰρ τῷ Η ἐλήφθη. ἐπεὶ δὲ ἀληθές ἐστι τὸ ἐπὶ μέρους ἀποφατικὸν καὶ διὰ τὸ καθόλου ἀποφατικόν κἄν γὰρ μηδενί) καὶ τὸ μηδενὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν, ἄν ληφθῇ τὸ Β τῷ Θ τινὶ ταὐτόν, καὶ τὸ Β οὐδενὶ τῷ E ὑπάρξει· οὕτω δὲ καὶ τὸ Α οὐδενὶ τῷ E ὑπάρχει· εἰ δὲ οὐδενὶ αὐτῷ , ὑπάρξει καὶ τινὶ οὔ. κειμένου δὴ τοῦ Β τῷ μὲν Α παντὶ τῷ δὲ E τινὶ μή, γίνεται συζυγία ἐν δευτέρῳ σχήματι ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύουσα τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον. αὐτὸς δὲ ἀντὶ τοῦ ‘τινὶ μή’ τὸ ‘μηδενί’ ἔλαβε διὰ τὰ εἰρημένα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ εἴη κείμενον, ᾧ τὸ Η τινὶ ὑπάρχει, τούτῳ μηδενὶ τὸ Β, ἔσται τὸ μὲν Β τῷ Θ ταὐτόν, καὶ καθόλου τε ἀποφατικὴ ἡ Β E πρότασις καὶ τὸ συμπέρασμα ὁμοίως τὸ AE καθόλου ἀποφατικόν. τὸ δὲ ὄτι τινὶ οὐχ ὑπάρξει τὸ Α οὐκ ἄν εἴη εἰρημένον ὡς ἐπὶ μέρους ἀποφατικοῦ συναχθησομένου, ἀλλ’ ἀντὶ τοῦ ‘ὅτι οὔ τινι ὑπάρξει τὸ Α’· τῷ γὰρ E οὐχ ὑπάρχει τὸ Α. ὅτι δὲ τὸ Β, εἰ μὴ τῷ E ὑπάρχοι, ταὐτὸν ἔσται τινὶ τῶν Θ, ἔδειξεν εἰπὼν πάντα γὰρ εἴληπται τὰ μὴ ἐνδεχόμενα τῷ E ὑπάρχειν, δῆλον ὅτι ἐπὶ τοῦ Θ· τοῦτο γὰρ οὐ προσέθηκεν ὡς ὂν δῆλον. εἰ δὲ πάντα τὰ μὴ ὑπάρχοντα τῷ E ἐπὶ τοῦ Θ ἐστίν, οὐχ ὑπάρχει δὲ αὐτῷ τὸ Β τῷ ἐναντίον μὲν εἶναι τῷ H μὴ δύνασθαι δὲ τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, οὐχ ὑπάρξει δῆλον ὅτι οὔτε τὸ Η τῷ Α· ἔσται οὖν ταὐτὸν τὸ Η τῷ Δ τινί· οὔτε τὸ Β τῷ Ε· ἔσται οὖν ταὐτὸν πάλιν τὸ Β τῷ Θ τινί· εἰ δὲ τοῦτο, ἔσται ταὐτόν τινι τῶν ἐπὶ τοῦ Θ. δύναται καὶ [*](1 καὶ τὸ aB (C): καὶ Ar. ἐγχωρῇ B (Ad) 2 τῶν (??) οὐχ ὑπάρξει Ar. 4 ταῦτα Β: ταύτης a 6 ὃ (ante οὐχ) a: ἂ Β 14 ὃν a: om. B 16 ὑπάρξει fort, recte a 18 ὑπάρχον scripsi: ὐπάρχειν aB 24 τὸ alterum ex τῷ corr. Β1 27 ὐπάρξει Ar. (cf. vs. 2 et 28): ὑπάρχει aB 28 οὔ τινι scripsi : οὐδενὶ Waitz comment, p. 452 : τινὶ οὐχ aB, sed recte ἀλλ’ ὅτι οὐ τινὶ ὑπάρχει τὸ ἁ in mg. add. ’ ὑπάρξει ex ὑπάρχει corr. Β1 29 ὑπάρχοι ex ὑπάρξοι corr. Β1: ὑπάρχει a ἐστι a)

316
τοιαύτη ἡ δεῖξις εἶναι εἰλημμένου τοῦ Β τῷ Η ἀντικεῖσθαι· ἐπεὶ τὸ [*](106r) Β τῷ Η ἀντίκειται, οὐδενὶ αὐτῷ ὑπάρξει· ἀλλὰ καὶ τὸ Β τῷ Α παντί· οὐδενὶ ἄρα τῷ Η τὸ Α· εἰ δὲ τοῦτο, ἔσται τὸ Η τινὶ τῶν Δ ταὐτόν, οἷς οὐχ ὑπάρχει τὸ Α· ἔσται δὴ τὸ Α τῷ Η οὐδενί, τὸ δὲ E τῷ Η παντί· συναχθήσεται ἐκ τούτων ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ E μὴ ὑπάρχειν. δεήσει δὲ γεγράφθαι τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ Η οὐδενί. ἢ οὖν τὸ H ταὐτὸν ἔσται τινὶ τῶν Δ, ὡς εἶπον, ἢ τὸ Β τινὶ τῶν Θ, ὡς αὐτὸς λέγει. εἰ γὰρ τὸ Β ληφθείη μηδενὶ τῶν E, δῆλον ὡς τὸ αὐτὸ ἔσται τινὶ τῶν Θ· ταῦτα γὰρ ἦν τὰ μὴ ὑπάρχοντα τῷ E. τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ E οὐδενί. δύναται τὸ Β τῷ E οὐδενί, διότι, εἰ ἐναντίον ἐστὶ τῷ Η, ᾧ παντὶ τὸ E, οὐδενὶ αὐτῷ τὸ E ὑπάρξει· εἰ δὲ τὸ E τῷ Β μηδενί, καὶ τὸ Β τῷ E οὐδενί. εἰ δὲ τὸ Β οὐδενὶ τῷ E, ταὐτὸν ἔσται τινὶ τῷ Θ. οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων καθόλου ἀποφατικὸν ἀλλ’ οὐκ ἐπὶ μέρους γίνεται τὸ συμπέρασμα. ἢ οὐκ ἀληθὲς τὸ ληφθὲν τὸ εἰ ἐναντίον ἐστὶ τῷ Η τὸ Β, εἰ τῷ Η παντὶ τὸ E, τῷ Β οὐδενὶ τὸ E. οὐδὲ γὰρ ἐπεὶ ἐναντίον ἐστὶ τὸ μέλαν τῷ λευκῷ, ᾧ παντὶ ὑπάρχει τὸ χρῶμα, διὰ τοῦτο τὸ χρῶμα οὐδενὶ μέλανι· τῶν γὰρ ἐναντίων ταὐτὸν εἶναι γένος οὐ κεκώλυται. μήποτ’ οὖν ἐκ τῶν κειμένων οὐ τὸ Β ταὐτὸν γίνεται τινὶ τῶν Θ τῶν μὴ ὑπαρχόντων τῷ E, ἀλλὰ τὸ Η τινὶ τῶν Δ, ἃ οὐχ ὑπῆρχε ὢ τῷ A. εἰ γὰρ τὸ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Η, τὸ Α οὐδενὶ τῷ Η· οὐδὲ τὸ Η ἄρα οὐδενὶ τῷ Α· ἦν δὲ τὰ μὴ ὑπάρχοντα τῷ Α τὰ Δ. οὕτως δὲ καὶ πρὸ ὀλίγου ἐδείχθη τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον τῷ τινὶ τῶν Δ ταὐτὸν ληφθῆναι τὸ Η. οὕτως δὲ τὸ μὲν Α μηδενὶ τῷ H διὰ τοῦ δευτέρου δειχθήσεται σχήματος· ὅτι μέντοι τινὶ τῷ E οὐχ ὑπάρχει, διὰ τρίτου. τὸ μὲν γὰρ Α οὐδενὶ τῷ Η, τὸ δὲ E παντὶ τῷ Η· εἰ δὲ τοῦτο, καὶ τὸ Η τινὶ τῷ Ε.