In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
῾Ομοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ.
Τοῦτ᾿ ἔστιν ῾ ὁμοίως δὲ ζητητέον καὶ ἐπὶ τῶν, οἷς αὐτὸ ἀκολουθεῖ᾿. ἔστι δέ, ὃ λέγει, ὅτι οὐ μόνον δεῖ λαμβάνειν ἐπὶ τῶν ἑπομένων τῷ E τὰ καθολικώτερα πρῶτον καὶ τῶν, οἷς ἕπεται τὸ Α, τὰ καθόλου καὶ ταῦτα πρῶτον ζητεῖν, εἰ ἔστιν ἀλλήλοις ταὐτά, εἶτα, εἰ μὴ ἐν τούτοις εὑρίσκοιτο, ἐπὶ τὰ προσεχέστερα καὶ μὴ ὁμοίως ἔτι κοινὰ μετιτέον· ταῦτα δὲ ἐποιοῦμεν καὶ συνεκρίνομεν τὸ καθόλου καταφατικὸν θέλοντες δεῖξαι. οὐκ ἐπὶ τούτου οὖν μόνου φησὶ δεῖν οὕτως ποιεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν, οἷς τὸ E ἀκολουθεῖ, ὁμοίως ποιητέον· ἦν δὲ ταῦτα τὰ ἐπὶ τοῦ Η. καὶ γὰρ ἐπὶ τούτων φησὶ τὰ καθολικώτερα δεῖν πρῶτον τῶν, οἷς ἕπεται τὸ E, λαμβάνοντας συγκρίνειν αὐτὰ τοῖς καθολικωτέροις τῶν, οἷς εἵπετο τὸ Α, ἃ ἦν ἐπὶ τοῦ Γ, ἃ εἶπε πρὸ ὀλίγου Κ Γ. ἡ δὲ τούτων σύγκρισις γίνεται, ὅτε τὸ ἐπὶ μέρους καταφατικὸν ζητεῖται· τότε γὰρ ἡ σύγκρισις αὐτῶν ἐκ τούτων γίνεται, οἷς ἀμφότερα ἕπεται, ἃ ἦν Γ, Η. τὸ δὲ εἰ μὲν γὰρ τοῖς πρώτοις, καὶ τοῖς ὑπ’ ἐκεῖνα εἴρηκε περί τε τοῦ Α, ὅ ἐστιν ἑπόμενον τοῖς Γ, ὁμοίως καὶ περὶ τοῦ E, ὃ ἕπεται τοῖς Η· τὸ γὰρ ἑπόμενον, εἰ μὲν ἕποιτο τοῖς τρώτοις καὶ καθολικωτέροις, ἕποιτο ἄν καὶ τοῖς ὑπ’ ἐκείνων περιεψομένοις. εἰ δὲ μὴ τοῖς καθολικωτέροις ἕποιτο, οὐδὲν κεκώλυται τῶν ὑπ’ ἐκεῖνα ἕπεσθαί τινι, οἷον ὁ ἄνθρωπος εἰ μὴ ἕπεται τῷ δίποδι, ἀλλὰ τῷ πεζῷ δίποδι οὐδὲν κεκώλυται ἕπεσθαι. οὐ λέγει δέ, ὅτι τὸ τῷ καθόλου ἑπόμενον πᾶσι τοῖς ὑπ’ αὐτὸ ἐνδέχεται ἀκολουθεῖν, ἀλλ’ ὅτι τισὶ τῶν ὑπ’ αὐτὸ ἐγχωρεῖ ἕπεσθαι αὐτό. ᾿ Επισκεπτέον δέ, πῶς τοῦτο συνᾴδει τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ‟οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον”. ἢ δι’ ἐκείνου οὐ παρῃτεῖτο τὸ πρῶτον δεῖν τὰ καθολικώτερα λαμβάνειν τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, ἀλλὰ τὸν τρόπον τῆς ἐκλογῆς· διὰ γὰρ τοῦ δεικνύναι τὸ καθολικώτερον τῶν, οἷς ἕπεταί τι, ἑπόμενόν τισι, διὰ τούτου ἔλεγε δεῖν δεικνύναι τὸ ἕπεσθαι καὶ οἷς τὸ καθολικώτερον εἵπετο, ἀλλ’ οὐχ ὡς τούτῳ ἑπόμενον αὐτὸ ἀπ’ ἀρχῆς τιθέναι. καὶ λέγοι ἄν δεῖν πρῶτον ἐκεῖνα ἐν τῇ ἐκλογῇ τῶν, οἷς ἕπεται τὸ προκείμενον, λαμβάνειν· οὕτως γὰρ οὐ δὶς ταὐτὰ ληψόμεθα. ὁ μὲν γὰρ λαβὼν τῷ αἱρετῷ ἕπεσθαι τὸ ἀγαθὸν [*](1 τί B: εἶ τι a 7 λαμβάνειν Β1 corr. 9 ταὐτά a: ταῦτα B 18 η in ras. Β 23 ἐκεῖνα a: ἐκεῖνο Β 25 μὴ a: om. B ὐπ’] ὑ in ras. Β2 27 πρὸ ὢ ὀλίγου] c. 27 p. 43b 29 28 δὴ τὸ Β: δεῖ τῷ a 30 ante διὰ add. ἀλλὰ γὰρ a: expunxit Β2 γὰρ add. Β2: om. a 31 τοῦτο a 32 οὐχ add. Β2: om. a 33 λέγοιτο a 34 οὕτω a 35 οὐ δὶς Β: οὐδεὶς a ταὐτὰ scripsi: ταῦτα aB ληψώμεθα a μὲν om. a)
‘Oμοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ σκεπτέον.
Αὐτὸ εἶπεν ἀντὶ τοῦ ῾ αὐτά᾿ · ἔστι γάρ, ὃ λέγει, ῾ ὁμοίως δὲ σκεπτέον καὶ ἐπὶ τῶν, οἷς αὐτὰ ἀκολουθεῖ᾿, δῆλον ὅτι τὸ Α καὶ τὸ E. εἰ μὲν γὰρ τῶν κοινοτέρων, οἷς ἀκολουθεῖ ταῦτα, εὑρίσκοιτό τι ταὐτόν, ᾧ ἀμφότερα ἀκολουθεῖ, εὑρίσκοιτο ἄν καὶ ἐν τοῖς ὑπὸ ταῦτα· εἰ δὲ μὴ ἐν τοῖς κοινοτέροις καὶ καθολικωτέροις εὑρίσκοιτό τι ταὐτόν, δυνήσεται εὑρεθῆναι ἐν τοῖς ὑπὸ ταῦτα.
Δῆλον δέ, ὅτι καὶ διὰ τῶν τριῶν ὅρων καὶ τῶν δύο προτάσεων ἡ σκέψις.
Δείξας, πῶς οἷόν τε γίνεσθαι τοὺς συλλογισμοὺς καθ’ ἕκαστον πρόβλημα, φανερόν φησι καὶ ἐκ τούτων εἶναι, ὅτι πᾶς συλλογισμὸς ἁπλοῦς διὰ τριῶν ὅρων καὶ διὰ δύο γίνεται προτάσεων καὶ διὰ τῶν τριῶν σχημάτων, ἃ φθάσας ἔδειξεν ἤδη. καὶ πῶς δῆλον καὶ ἐκ τούτων, δείκνυσιν. ὑπάρχειν μὲν γὰρ παντὶ δείκνυται τὸ Α τῷ E, εἰ εἶεν τὸ Γ καὶ τὸ Z τὰ αὐτὰ καὶ εἷς ὅρος ἐξ αὐτῶν γένοιτο· τοῦτον γὰρ μέσον ὅρον λαβόντες δείκνυμεν τὸ Α τῷ E παντὶ ὑπάρχον διὰ προτάσεων | δύο καθόλου καταφατικῶν ἐν πρώτῳ [*](104 v) σχήματι. πάλιν δ’ αὖ, ἄν τινὶ δεικνύωμεν τὸ Α τῷ E, λαμβάνομεν τὸ Γ καὶ Η ταὐτά, οἷς εἵπετο τὸ Α καὶ τὸ Ε· ἐὰν γὰρ ἕνα ὅρον ταῦτα ποιήσωμεν καὶ θῶμεν μέσον, συνάγεται τὸ Α τῷ E τινὶ ὑπάρχον διὰ τοῦ τεθέντος μέσου ἐν τρίτῳ σχήματι. ὅταν δὲ δεικνύωμεν τὸ Α τῷ E μηδενί, πάλιν λαμβάνομεν τὸ Δ καὶ τὸ Ζ ταὐτὰ καὶ ἐξ αὐτῶν ἕνα ποιοῦμεν ὅρον τὸν μέσον. γίνεται δὲ ἡ δεῖξις τούτου οὕτως ληφθέντος καὶ ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν μὲν τῷ πρώτῳ, ἄν λάβωμεν, ἐπεὶ τὸ Z ταὐτὸν ἂν] τῷ Δ, ὃ οὐδενὶ ὑπάρχει τῷ Α, καὶ τὸ Α τῷ Z μηδενί ἀντιστρέφει γὰρ ἡ καθόλου ἀποφατική), τὸ δέ γε Z παντὶ τῷ E εἵπετο γὰρ αὐτῷ), ἐν δὲ τῷ μέσῳ σχήματι, ὅτι τὸ Δ, ὅ ἐστι ταὐτὸν τῷ Z, τῷ μὲν Α οὐδενὶ ὑπάρχει τῷ δὲ E παντί. οὐκέτι δὲ ἐνταῦθα τῆς ἑτέρας ἐκλογῆς ἐμνημόνευσε, καθ’ ἣν ἐν δευτέρῳ σχήματι μόνον ἡ συναγωγὴ γίνεται, εἰ τῶν Β τῶν ἑπομένων τῷ Α ταὐτόν <tτί> τινι εἴη τῶν Θ, ἃ [*](2 τὰ καθολικώτερα post ε (3) transponit a 9 post κοινοτέρων add. καὶ πρώτων a 13 καὶ ὅτι Ar. 18 δῆλον in δηλῶν corr. B2 28 καὶ ἐν μὲν τῷ om. a 29 ὃν delevi 31 (??). . . (??) a 32 post δὲ prius add. γε a 34 τί addidi τῶν θ a; τῶ θ Β)
Φανερὸν οὖν, ὅτι διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοί, καὶ ὅτι οὐκ ἐκλεκτέον, ἃ πᾶσιν ἕπεται. Ὅτι μὲν πάντες οἱ συλλογισμοὶ καὶ πάντα τὰ προβλήματα διὰ τῶν τριῶν σχημάτων, καὶ ἐν τούτοις ἔδειξεν. ὑπομιμνήσκει δὲ ἡμᾶς καὶ οὗ εἶπε μέν, ὑπερέθετο δὲ αὐτοῦ τὴν αἰτίαν ἐρεῖν, ἣν νῦν λέγει· ἦν δέ, ὅτι μὴ δεῖ ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα, τοῦτ’ ἔστιν, ὅτι οὐκ εἴ τινα τὰ αὐτὰ ἀμφοτέροις ἔπεται, ταῦτα ἐκλεκτέον. αἰτίαν δὲ τούτου ἀποδίδωσιν, ὅτι μηδεὶς γίνεται συλλογισμὸς τοὐ ἀμφοτέροις τοῖς ἄκροις ἑπομένου ληφθέντος· εἰ δὲ τοῦτο, ἄχρηστος ἄν εἴη πρὸς συλλογισμῶν εὕρεσιν ἡ τούτων ἐκλογή. ὅτι δὲ μὴ γίνεται συλλογισμός τις, ἔδειξε καθόλου. οὔτε γὰρ κατασκευαστικὸς καὶ καταφατικὸς οὔτε ἀνασκευαστικὸς καὶ ἀποφατικός , καταφατικὸς μέν, ὅτι ἐκ τῶν ἑπομένων ἀμφοτέροις οὐδὲν συνάγεται συλλογιστικῶς διὰ τοῦτο γὰρ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι αἱ ἐκ δύο καταφατικῶν ἐδείχθησαν οὖσαι συζυγίαι), ἀποστερεῖν δ’ οὐκ ἐνδέχεται, τοῦτ’ ἔστι ‘στερητικὸν δὲ καὶ ἀποφατικὸν συλλογισμὸν οὐκ ἐνδέχεται γενέσθαι ἐξ ἀμφοτέρων καταφατικῶν’· τὸ γὰρ ἑπόμενον ἀμφοτέροις καταφάσκεται ἀμφοτέρων· ἐν δὲ τοῖς ἀποφατικὸν συνάγουσι καὶ δεικνύουσιν ἐξ ἀνάγκης δεῖ τὴν ἑτέραν πρότασιν ἀποφατικὴν εἶναι.
Φανερὸν δέ, ὅτι καὶ αἱ ἄλλαι σκέψεις τῶν κατὰ τὰς ἐκλογὰς ἀχρεῖοι πρὸς τὸ ποιεῖν συλλογισμόν.
Δείξας, ὅτι, εἰ τὰ ἀμφοτέροις ἑπόμενα ταὐτὰ ληφθείη εἶναι, οὐδεὶς ἔσται συλλογισμός, φησίν, ὅτι οὐδ’ ἄν ἄλλα τινὰ τῶν ἐκλελεγμένων ἡμῖν ταὐτὰ ἀλλήλοις λάβωμεν, παρ’ ἃ προειρήκαμεν , οὐδ’ οὕτως ἔσται συλλογισμός. πρῶτον μὲν οὖν εἶπεν, ὅτι μὴ δεῖ ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα. νῦν δέ φησιν, ὅτι ἀλλ’ οὐδὲ τῶν ἐκλελεγμένων, ἃ ἐδόκει ἀλλήλων διαφέρειν, ληπτέον τινὰ τῶν ἀμφοτέροις ἑπομένων ὡς ἕνα ποιήσοντας ὅρον ἐξ αὐτῶν· καὶ γὰρ οὕτως γίνεται τὸ δεύτερον σχῆμα ἔχον τὰς δύο καταφατικάς. [*](1 ὑπάρχει ex ὑπῆρχε corr. Β1 τῷ ex τὸ corr. Β2 τούτου Β: ταύτης a εἴρηκε] p. 44 a — 27 4 post συνάγομεν add. καὶ a 6 (??) . . . δ a: o . . . (??) Β (ut vs. 5) 8 post συλλογισμοὶ add. πάντες Ar. (cf. vs. 9) ἁ aB: ὅσα Ar. 11 εἶπε] c. 27 p. 43 b 36 12 ὅτι om. a 14 τοῖς ἄκροις om. a 15 τοῦτο ex οὗτος corr. Β1 ἄχρηστον a συλλογισμοῦ a 19 τούτων a 20 post οὖσαι add. αἱ a 22 καταφάσκεται Β: κατασκευάζεται a 25 καὶ ὅτι Ar. at a et Ar. : om. Β τῶν om. a 31 οὐδὲ Β: οὗ δὲ a 32 ποιήσοντας a : ποιήσαντας B)
Δῆλον δέ, ὅτι καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὁποῖα ἑτέρα ἢ ἐναντία.
Δείξας, τίνα οὐ χρὴ συγκρίνειν ἀλλήλοις καὶ ὡς ταὐτὰ λαμβάνοντας συντιθέναι διὰ τὸ μηδένα ἐξ αὐτῶν οὕτως ληφθέντων γίνεσθαι συλλογισμόν, φησίν, ὅτι καὶ τίνα χρὴ ταὐτὰ ἀλλήλοις πρὸς τὸ συλλογίζεσθαι τῶν προβλημάτων τι, δῆλον ἡμῖν ἐγένετο. προστίθησι δὲ τὸ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία, ὧν οὐδαμοῦ ἐμνημόνευσεν ἐν τοῖς προειρημένοις. ὃ δὲ λέγει, τοιοῦτον ἄν εἴη· ἐξ ὧν, φησίν, εἰρήκαμεν εἰρήκαμεν δὲ περὶ τοῦ ποῖα δεῖ ταὐτὰ λαμβάνοντα καθ’ ἕκαστον πρόβλημα τὸν τοῦ προειρημένου δεικτικὸν συλλογισμὸν ποιεῖν), ἔστι δὴ ἐκ τούτων δῆλον καὶ ὁποῖα δεῖ τῶν ἐκλελεγμένων ἕτερα ἀλλήλων λαμβάνειν ἢ καὶ ἐναντία· ἕπεται γὰρ τῇ γνώσει τῶν ὁμοίων τε καὶ τῶν αὐτῶν καὶ ἡ τῶν ἑτέρων τε καὶ ἐναντίων γνῶσις. ὅταν γὰρ ᾖ τὸ ἑπόμενόν τινι ταὐτὸν τῶν μὴ ὑπαρχόντων τινί , δῆλον ὡς τοῦτο ἅμα καὶ ἐναντίον ἐστί τινι τῶν ἑπομένων ἐκείνῳ. οἷον εἰ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτόν ἐστί τινι τῶν Θ, ἃ οὐχ ὑπάρχει τῷ E, δῆλον ὡς καὶ τῶν Ζ τῶν ἑπομένων τῷ E τινὶ ἢ ἀντίκειται ἢ ἐναντίον ἐστὶ τὸ Β ὡς καὶ τὸ Θ, εἴ γε τὰ μὲν ἑπόμενά τινι τοῖς μὴ ὑπάρχουσι τῷ αὐτῷ ἐναντία ἐστὶν ἢ ἀντικείμενα· τούτοις δὲ τοῖς μὴ ὑπάρχουσι τῷ E ταὐτόν ἐστι τὸ Β τὸ τῷ Α ἑπόμενον· τοῖς Z ἄρα τοῖς [*](1 τῶν θ scripsi: τῷ θ aB 5 τῷ θ τὸ (??) a 6 (??) om. a post οὐ expunxit δέ Β2 9 γὰρ alterum om. a 11 ταὐτὰ scripsi: ταῦτα Β: αὐτὰ a 14 δὲ om. a 17 ὅτι om. codices Arist. et Alexander ipse p. 313,18,314,3 καὶ ὅτι 314, 6) 18 post καὶ add. οὐχ Arist. (cf. 314,7) 20 οὕτω a 21 post ἀλλήλοις add. λαμβάνειν a 25 λαμβάνοντας a 27 δεῖ ex δὲ corr. Β2 28 τῶν αὐτῶν scripsi : ταὐτῶν aB 29 ante ἐναντίων add. τῶν a 32 τῶν ζ a : τὸ ζ Β 33 καὶ om. a 34 ἐναντία ex ἐναντίων vel ἐναντίου corr. Β 1)
Δύναται τὸ εἰρημένον διὰ τῆς λέξεως τῆς δῆλον δὲ καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ὀποῖα ἕτερα ἢ ἐναντία ὡς ἴσον εἰρῆσθαι τῷ ‘ δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ τίνα χρείαν παρέχεται τά τε ταὐτὰ ἐκ τῶν ἐκλεγομένων ληφθέντα, καθ’ ὃν ὑφηγήμεθα τρόπον, καὶ εἰ ἐξ αὐτῶν λαμβάνοιτο τὰ ἐναντία ἀλλήλοις ἢ τὰ ἀντικείμενα’. οὐ γὰρ συλλογιστικὴ ἡ τῶν τοιούτων ἐκλογή , ὡς δείκνυσι διά τε τοῦ [*](105v) παραστῆσαι, ὅτι τῆς τοῦ μέσου ὅρου εὑρέσεως χάριν ἡ ἐπίσκεψις γίνεται, δεῖ δὲ τὸν μέσον ὅρον ἕνα καὶ τὸν αὐτὸν εἶναι, οὐ γίνεται δὲ τὰ ἐναντία ἀλλήλοις ἕν, καὶ διὰ τοῦτο, ὅτι καὶ ἐν οἷς συμβαίνει γίνεσθαί τινα συλλογισμὸν ληφθέντων τινῶν ἐναντίων εἶναι ἀλλήλοις ἐκ τῶν περὶ ἑκατέρου ἐκλελεγμένων, καθ’ ὃν πεποιήμεθα τὴν ἐκλογὴν τρόπον, ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, τοῦτ’ ἔστιν ἀντικειμένων, ἃ εἶπεν ἐν τοῖς ἐπάνω ἕτερα ἢ ἐναντία, ὑποπίπτει καὶ ταῦτα τῇ προειρημένῃ ὑφ’ ἡμῶν ἐκλογῇ, καθ’ ἣν ἐδείκνυμεν καὶ ἐλαμβάνομεν ταὐτά τινα τῶν περὶ ἑκάτερον ἐκλελεγμένων· καὶ γὰρ ταῦτα οὐ δι’ ἄλλο τι εὑρεθήσεται συνάγοντα καὶ συλλογιζόμενά τι ἢ διά τινα τῶν προειρημένων ἡμῖν ἐκλογῶν. ἡ δὲ λέξις ἐνδεῶς ἔχει· λείπειν γὰρ δοκεῖ τῷ καὶ ὁποῖα ἕτερα ἢ ἐναντία τὸ μὴ εἶναι μέντοι τὴν τούτων ἐκλογὴν χρήσιμον προηγουμένως πρὸς τὴν εὕρεσιν τῶν προτάσεων. τὸ γὰρ ἐπιφερόμενον τῇ λέξει ἔλεγε τὸ εἶτα ἐν ὅσοις καὶ συμβαίνει γίνεσθαι συλλογισμὸν τῷ ληφθῆναι ἐναντία ἢ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, εἰς τοὺς προειρημένους ἅπαντα [*](5 βουλόμενος a 6 οὕτως a 12 ὑπῆρχε a 14 ante ἀντικείμενον add. τὸ a 17 ταυτά a ante ἀντικείμενα expunxit τὰ B1, ut videtur 18 ὁποῖα B: ὁπότερα a 21 ante ἐκ expunxit καὶ Β2 ἐκλελεγμένων a 22 τἄ alteram superscr. Β 23 τῶν τοιούτων B : τούτων a 26 καὶ alterum superscr. Β2 27 ἑκατέρων a 32 εὐρεθήσονται a post καὶ alterum expunxit συνάγοντα καὶ Β2 36 ἔλεγε τὸ scripsi: ἐλέγετο aB 38 ἅπαντα Ar.: ἅπαντας aB (mfu, corr, Β))
οἷον εἰ τὸ Β καὶ τὸ Z ἢ ἐναντία ἢ μὴ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν.
Δείκνυσιν, ὅτι καὶ ὅταν ἐναντία λαβόντες τινὰ ἀλλήλοις εἶναι τῶν περὶ ἑκατέρου τῶν ἄκρων ἐκλελεγμένων ἢ ὅλως ἀντικείμενα δεικνύωμέν τι καὶ συλ- λογιζώμεθα, ὅτι καὶ τότε οὐ διὰ τὸ τὰ ἐναντία ἡ ἀντικείμενα εἰλῆφθαι ὁ συλ- λογισμὸς ἀλλὰ διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι. εἰ γάρ τις λαβὼν τὸ Β τοῦτο δ’ ἦν ἑπόμενον τῷ Α) ἐναντίον εἶναι τῷ Ζ, ὃ ἦν τῷ E ἑπόμενον, δεικνύοι, ὅτι μηδενὶ τῷ E τὸ Α ὑπάρχει, οὐ δι’ ἄλλο τι τοῦτο δείξει συναγόμενον ἢ δι’ ὃν ἡμεῖς εἰρήκαμεν τρόπον. εἰ γὰρ τὸ Z καὶ τὸ Β εἴη ἐναντία, ἀμφοτέροις, τῷ τε E καὶ τῷ Α, ἑπόμενα, ἀδύνατα ἄν εἴη ἀμφότερα τῷ αὐτῷ, ἢ τῷ Α ἢ τῷ E, ὑπάρχειν· δῆλον γὰρ ὡς τὸ Β τῷ μὲν Α παντὶ ὑπάρξει, τῷ δὲ E οὐκ ἄν ἐνδέχοιτο αὐτὸ ὑπάρχειν ἐναντίον γε ὂν τοῖς ἑπομένοις αὐτῷ · ταῦτα δ’ ἦν τὰ Ζ· ἀλλὰ μὴν τὰ μὴ ὑπάρχοντα τῷ E τὰ Θ ἦν· τὸ ἄρα Β τινὶ τῶν Θ ἔσται ταὐτόν. οὕτως γὰρ παντὶ μὲν τῷ Α τὸ Β τῷ Θ ὂν ταὐτόν, τῷ δὲ E οὐδενὶ τὸ Θ ὑπάρξει· οὗτος δέ ἐστιν εἷς τῆς ἐκλογῆς τῶν προειρημένων ὑφ’ ἡμῶν τρόπος. ἐπεὶ ἄν γε ληφθῇ τὸ μὲν Β παντὶ τῷ Α τὸ δὲ Ζ παντὶ τῷ E, ἐναντίον δὲ ᾖ τὸ Β τῷ Z, ἐκ τούτων οὐδὲν οἷόν τε προσεχῶς συναχθῆναι· οὐδὲ γὰρ μέσος τις ὅρος ἐν ταῖς προτάσεσιν εἴληπται. εἰ γὰρ τὸ μὲν λευκὸν χιόνι τὸ δὲ μέλαν ἐναντίον ὂν τῷ λευκῷ πίττῃ, χιὼν μὲν οὐδεμιᾷ πίττῃ, οὐ μὴν· ἐκ τῶν κειμένων, ἐπειδὴ μὴ εἴληπταί τι κοινόν, ἀλλὰ τῷ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ οἷόν τε ὑπάρχειν τῷ E, ἢ πάλιν τὸ Z, ὃ ἦν ἑπόμενον τῷ E, ταὐτὸν εἶναι τῷ Δ, ὃ μὴ ἐνδέχεται τῷ Α. οὕτω γὰρ τὸ αὐτὸ τῷ μὲν ἑτέρῳ αὐτῶν ὑπάρξει παντὶ τῷ δὲ ἑτέρῳ οὐδενί, καὶ ἔσται συλλογισμός, καθ’ ὃν τρόπον εἰρήκαμεν, ἐν δευτέρῳ σχήματι· δεῖ γὰρ τὸ λευκὸν ταὐτόν τινι εἶναι τῶν μὴ ἐνδεχομένων πίττῃ ὑπάρχειν, ἵν’ οὕτως ᾖ συλλογισμός, ἀλλ’ οὐχ ἁπλῶς ὡς] ἐναντίον τῷ μέλανι, ὃ ὑπάρχει τῇ πίττῃ.
[*](1 ἀναχθήσονται a 5 etiam δῆλον . . . ἐναντία (6) lemmatis loco in aB ὅτι superscr. Β1 ταῦτα B ληπτέον a et Ar. (et B ipse supra): ληπτέα Β 7 ἡ (post ζ) Ar.: ᾖ aB 10 δεικνύομεν νύομεν a 10.11 συλλογιζώμεθα scripsi : συλλογιζόμεθα aB 11 τὸ corr. Β2: τοῦ a Β pr. 12 εἶναι ἀληθῆ a 14 δεικνύει a 15 δείξει ex δεῖξαι, ut videtur, corr. B1: δόξει a εἰρήκαμεν ἡμεῖς a 15. 16 τὸ β καὶ τὸ ζ a 16 (??) καὶ τῷ (??) a 17 τῷ αὐτῷ ἀμφότερα a 18 αὐτὸ scripsi: αὐτῷ a B 19 ἐναντίον iterat a 20 ἦν Β: ᾖ a οὕτω a 21 μὲν om. a γε Β: τε a ἐναντίον scripsi : ἐναντία aB ᾖ scripsi: εἴη aB 24 τῷ B : καὶ τὸ a 27 τὸ prius superscr. Β3 29 μὴ Β: ἦν ἑπόμενον a 33 οὕτως ex οὗτος corr. B 1 ὡς delevi)Πάλιν εἰ τὸ Β καὶ τὸ Η μὴ ἐγχωρεῖ τῷ αὐτῷ παρεῖναι, [*](105ν) ὄτι τινὶ οὐχ ὐπάρξει τῷ E τὸ Α.
Δείξας ἐπὶ τῶν ἀμφοτέροις ἑπομένων, τῷ τε Α καὶ τῷ E, εἰ ἐναντία ταῦτα εἴη καὶ μὴ ἐνδεχόμενα ἅμα τῷ αὐτῷ, τὸ Α μηδενὶ τῷ E ὑπάρχον, οὐ μὴν διὰ τὸ ἐναντία τὰ Β, Z ἀλλήλοις εἶναι ἀλλὰ διὰ τὸ ἢ τὸ Β ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ ὑπῆρχε τῷ E, ἢ τὸ Z τῷ Δ, ὃ πάλιν οὐδὲ αὐτὸ ὑπῆρχε τῷ Α, νῦν δείκνυσιν, ὅτι, κἂν ληφθῇ τὸ Β τὸ ἑπόμενον τῷ | Α [*](106r) ἐναντίον εἶναι τῷ Η, ᾧ εἵπετο τὸ E, ὅτι τινὶ μὲν οὐχ ὑπάρχει τὸ Α τῷ E, οὐ μὴν διὰ τὸ ἐναντία μὲν εἶναι τὸ Β καὶ τὸ Η ἕπεσθαι δὲ τῷ μὲν Α τὸ Β τῷ δὲ Η τὸ · οὐ γὰρ συλλογιστικὴ ἡ τοιαύτη λῆψις τῶν προτάσεων τῷ μηδένα μέσον καὶ κοινὸν ὅρον εἰλῆφθαι· ἀλλ’ ἔσται συναγόμενον τὸ Α τινὶ μὴ ὑπάρχον τῷ E ἐν δευτέρῳ σχήματι τῷ τὸ Β τῷ μὲν Α παντὶ ὑπάρχειν τῷ δὲ E τινὶ μή. ᾧ γὰρ ὑτῆρχε τὸ Η τοῦ E, τούτῳ τὸ Β ἐναντίον x003E; τῷ Η οὐχ ὑπάρξει· τινὶ δὲ τῷ E τὸ Η ὑπῆρχεν· οὕτω γὰρ ἀντιστρέφει τὸ καθόλου καταφατικόν· ὥστε καὶ τὸ Β τινὶ αὐτῷ οὐχ ὑπάρχει· ἐναντίον γὰρ τῷ Η ἐλήφθη. ἐπεὶ δὲ ἀληθές ἐστι τὸ ἐπὶ μέρους ἀποφατικὸν καὶ διὰ τὸ καθόλου ἀποφατικόν κἄν γὰρ μηδενί) καὶ τὸ μηδενὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν, ἄν ληφθῇ τὸ Β τῷ Θ τινὶ ταὐτόν, καὶ τὸ Β οὐδενὶ τῷ E ὑπάρξει· οὕτω δὲ καὶ τὸ Α οὐδενὶ τῷ E ὑπάρχει· εἰ δὲ οὐδενὶ αὐτῷ , ὑπάρξει καὶ τινὶ οὔ. κειμένου δὴ τοῦ Β τῷ μὲν Α παντὶ τῷ δὲ E τινὶ μή, γίνεται συζυγία ἐν δευτέρῳ σχήματι ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύουσα τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον. αὐτὸς δὲ ἀντὶ τοῦ ‘τινὶ μή’ τὸ ‘μηδενί’ ἔλαβε διὰ τὰ εἰρημένα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ εἴη κείμενον, ᾧ τὸ Η τινὶ ὑπάρχει, τούτῳ μηδενὶ τὸ Β, ἔσται τὸ μὲν Β τῷ Θ ταὐτόν, καὶ καθόλου τε ἀποφατικὴ ἡ Β E πρότασις καὶ τὸ συμπέρασμα ὁμοίως τὸ AE καθόλου ἀποφατικόν. τὸ δὲ ὄτι τινὶ οὐχ ὑπάρξει τὸ Α οὐκ ἄν εἴη εἰρημένον ὡς ἐπὶ μέρους ἀποφατικοῦ συναχθησομένου, ἀλλ’ ἀντὶ τοῦ ‘ὅτι οὔ τινι ὑπάρξει τὸ Α’· τῷ γὰρ E οὐχ ὑπάρχει τὸ Α. ὅτι δὲ τὸ Β, εἰ μὴ τῷ E ὑπάρχοι, ταὐτὸν ἔσται τινὶ τῶν Θ, ἔδειξεν εἰπὼν πάντα γὰρ εἴληπται τὰ μὴ ἐνδεχόμενα τῷ E ὑπάρχειν, δῆλον ὅτι ἐπὶ τοῦ Θ· τοῦτο γὰρ οὐ προσέθηκεν ὡς ὂν δῆλον. εἰ δὲ πάντα τὰ μὴ ὑπάρχοντα τῷ E ἐπὶ τοῦ Θ ἐστίν, οὐχ ὑπάρχει δὲ αὐτῷ τὸ Β τῷ ἐναντίον μὲν εἶναι τῷ H μὴ δύνασθαι δὲ τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, οὐχ ὑπάρξει δῆλον ὅτι οὔτε τὸ Η τῷ Α· ἔσται οὖν ταὐτὸν τὸ Η τῷ Δ τινί· οὔτε τὸ Β τῷ Ε· ἔσται οὖν ταὐτὸν πάλιν τὸ Β τῷ Θ τινί· εἰ δὲ τοῦτο, ἔσται ταὐτόν τινι τῶν ἐπὶ τοῦ Θ. δύναται καὶ [*](1 καὶ τὸ aB (C): καὶ Ar. ἐγχωρῇ B (Ad) 2 τῶν (??) οὐχ ὑπάρξει Ar. 4 ταῦτα Β: ταύτης a 6 ὃ (ante οὐχ) a: ἂ Β 14 ὃν a: om. B 16 ὑπάρξει fort, recte a 18 ὑπάρχον scripsi: ὐπάρχειν aB 24 τὸ alterum ex τῷ corr. Β1 27 ὐπάρξει Ar. (cf. vs. 2 et 28): ὑπάρχει aB 28 οὔ τινι scripsi : οὐδενὶ Waitz comment, p. 452 : τινὶ οὐχ aB, sed recte ἀλλ’ ὅτι οὐ τινὶ ὑπάρχει τὸ ἁ in mg. add. ’ ὑπάρξει ex ὑπάρχει corr. Β1 29 ὑπάρχοι ex ὑπάρξοι corr. Β1: ὑπάρχει a ἐστι a)
Φανερὸν οὖν, ὅτι ἐξ αὐτῶν μὲν τούτων τῶν ἐπιβλέψεων οὐδεὶς γίνεται συλλογισμός. |
Δείκνυσιν ἡμῖν, ὅτι οὐκ ἄν ἐναντία ἢ ἀντικείμενα ἀλλήλοις εἶναι λάβωμέν [*](106v) τινα τῶν περὶ ἑκατέρου <τῶν> ἄκρων ἐκλελεγμένων, οὐ διὰ τοῦτο ἔσται τῶν ἄκρων πρὸς ἀλλήλους· οὐδὲ γὰρ μέσος τις ὅρος γίνεται ἐκ τού. ων· τὰ γὰρ ἐναντία ἢ ἀντικείμενα οὐχ ἕν· ἀλλὰ διὰ τοῦ καὶ τότε ταὐτά τ νᾷ ἀλλήλοις εὑρίσκεσθαι γίνεται συλλογισμός. καὶ γὰρ ὅταν ἐναντία τινὰ ἀλ’ ήλοις τούτων ληφθῇ, ἔσται συλλογισμός, ὅτι ἔστιν, ὅταν ἑκάτερον αὐτῶν ἄλλῳ τινὶ ταὐτὸν ᾖ, μεθ’ οὗ γινόμενον καὶ ἑνωθὲν αὐτῷ μέσος ὅρος ἔσται, καθ’ ἃ προειρήκαμεν. ταῦτα δὲ ἐπέξεισι δεικνὺς ἡμῖν, ὅτι [*](4 ὑπάρξει a 6 (??) οὐδενί habent omnes codices Arist. ἡ corr. B u) 7 ἢ (ante οὖν) scripsi: εἰ aB 8 τῶν B: τῷ a 11 ὑπάρχει a 12 οὐδενὶ τῷ (??) Β: τῷ (??) οὐδενὶ a 15 τῷ (post παντὶ) a 17 γένος εἶναι a 18 γίνεται a: γίνεσθαι Β 24 ante τρίτου add. τοῦ a 26 (??) Β: ἁ a 29 δείκνυσιν a: δεικνὺς Β 30 τῶν alterum addidi 31 γίνεται om. a 32 τοῦ Β: τὸ a 33 ὅταν scripsi: ὅτε aB)
Συμβαίνει δὴ τοῖς οὕτως ἐπισκοποῦσι προσεπιβλέπειν ἄλλην ὁδὸν τῆς ἀναγκαίας διὰ τὸ λανθάνειν τὴν ταὐτότητα τῶν Β καὶ τῶν Θ.
Τοῖς ἐναντία εἶναί τινα τῶν περὶ ἑκατέρου ἐκλελεγμένων ἢ ἀντικείμενα λαμβάνουσι καὶ διὰ τῆς τῶν τοιούτων λήψεως βουλομένοις τινὰ τῶν ἄκρων συναγωγὴν ποιεῖσθαι, οἷον καθόλου ἀποφατικὸν δεικνύναι διὰ τοῦ λαβεῖν ἐναντία εἶναι τὸ Β καὶ τὸ Z, συμβαίνει, φησίν, ἄλλην τινὰ καὶ πρὸ τῆς ἀναγκαίας καὶ συλλογιστικῆς ὁδοῦ πρῶτον ἐπιβλέπειν. οἱ γὰρ τὸ Β τῷ Z ἐναντίον λαμβάνοντες εἶναι πρὸς τὸ δεῖξαι τὸ Α μηδενὶ τῷ E ὑπάρχον τὸ ἀναγκαῖον παρέντες ζητεῖν τε καὶ λαμβάνειν, δι’ οὗ ὁ τοῦ προκειμένου γίνεται συλλογισμός ἔστι δὲ τοῦτο τὸ λαβεῖν τὸ Β τῷ Θ ταὐτὸν ἢ τὸ Z τῷ Δ· ὁ γὰρ αὐτὸς λόγος), ἐπὶ ἄλλην τινὰ πρὸ ταύτης οὐδαμῶς δεικτικὴν τοῦ προκειμένου καθ’ αὑτὴν ὁδὸν τρέπονται, ἧς οὐδὲν ὄφελος, εἰ μὴ ληφθείη τὰ προσεχῶς δεικτικὰ τοῦ προκειμένου συμπεράσματα. ἔστι δέ, ἃ προειρήκαμεν· διὰ γὰρ τὸ τινὰ λαμβάνεσθαι ταὐτὰ κἀκεῖνα δοκεῖ δεικνύναι τι. τοῦτο δὲ πάσχουσι διὰ τὸ λανθάνειν αὐτούς, ἡ τίνα τίσιν ἔσται ταὐτά, ἢ τίνα τίσι δεῖ ζητεῖν, εἰ ἔστι τὰ αὐτά.
ὸν αὐτὸν δὲ τρόπον ἔχουσι καὶ οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες συλλογισμοὶ τοῖς δεικτικοῖς.
Δείξας, πῶς καθ’ ἕκαστον πρόβλημα τῶν οἰκείων τοῦ συμπεράσματος προτάσεων εὐπορήσομεν, ὃ προηγουμένως δείκνυται καὶ συνάγεται διὸ καὶ δεικτικοὶ οἱ τοιοῦτοι συλλογισμοί) ἐκ τῆς τῶν ἐκλελεγμένων περὶ ἑκάστου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι ἐπιβλέψεως τε καὶ συνθέσεως, ὁμοίως φησὶ τούτοις καὶ διὰ τῶν αὐτῶν ἔσεσθαι καὶ τοὺς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύντας τι συλλογισμούς, οὓς μέρος εἶπεν εἶναι τῶν ἐξ ὑποθέσεως. τοῦ δὲ ὁμοίως καὶ διὰ τῶν αὐτῶν καὶ τούτους γίνεσθαι ἡ αἰτία, ὅτι ἐστὶν αὐτοῖς ἡ διαφορὰ πρὸς τοὺς δεικτικῶς δεικνύντας οὐ κατὰ τὸν συλλογισμὸν αὐτόν ὅμοιοι γὰρ καὶ ἐξ ὁμοίων δεικνύμενοι· δεικτικοὶ γὰρ ὁμοίως ἐκείνοις καὶ οὗτοι), ἀλλ’ ὅτι συμπεραίνονται καὶ συνάγουσιν οὐ τὸ [*](2 προειρήκαμεν a 10 τῶν τοιούτων Β: τούτων a 12 καὶ alterum om. a 13 πρῶτον ἐπιβλέπειν B: προσεπιβλέπειν a (ut vs. 6) 19 συμπεράσματα corr. B1: συμπεράσματος a Β pr. 20 ταὐτὰ a: ταῦτα Β 24 ἄγοντες Ar. 28 ἐπισκέψεως a 30 εἶπεν] c. 23 p. 41 a 38 31 καὶ alterum om. a 33 καὶ om. a 34 καὶ οὗτοι ἐκείνοις a)
Ἐπιζητήσαι δ’ ἄν τις, πῶς ἀληθὲς τὸ τοὺς δι’ ἀδυνάτου δεικνυμένους [*](107r) πάντας συλλογισμοὺς καὶ δεικτικῶς δείκνυσθαι· δοκεῖ γὰρ ψεῦδος εἶναι τοῦτο. τοὺς μὲν γὰρ δεικτικῶς οἷόν τε καὶ δι’ ἀδυνάτου ἐπισκεπτέον δ’, εἰ καὶ τοὺς ἐν ταῖς μίξεσι πάντας), οὐ μὴν ἀνάπαλιν· εἷς γὰρ ἐν τῷ δευτέρῳ σχήματι καὶ εἷς ἐν τῷ τρίτῳ, οἱ ἔχοντες τὰς συζυγίας ἐκ καθόλου καταφατικῆς καὶ ἐπὶ μέρους ἀποφατικῆς, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυνται μόνης, οὐκέτι δὲ καὶ δεικτικῶς. ἢ καὶ ἐπὶ τούτων εἴη ἂν μετὰ τὴν πίστιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦ συλλογιστικὴν εἶναι τὴν συμπλοκὴν καὶ ἐκ τῶν κειμένων προτάσεων δεικτικῶς δεικνύμενον τὸ προκείμενον. εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ Β, τινὶ δὲ οὐ τῷ Γ, καὶ τὸ Β τινὶ οὐ τῷ Γ δεικτικῶς· πίστις δὲ τοῦ δεικτικῶς τοῦτο συνάγεσθαι ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὡς ἐπὶ τῶν ἄλλων προτάσεων ἡ ἀντιστροφή. φασὶ δέ τινες μὴ τοῦτο εἶναι τὸ λεγόμενον, ἀλλ’ ὅτι ταὐτὰ τὰ] προβλήματα καὶ δεικτικῶς δείκνυται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τῶν αὐτῶν ὅρων καὶ οὐκ ἄλλα τινά ἐστι τὰ δεικνύμενα. ἢ γὰρ καθόλου καταφατικὸν ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικὸν καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐστι τὸ δεικνύμενον· ταῦτα δέ, δι’ ὧν πεποιήμεθα ἐπιβλέψεων τε καὶ συνθέσεων, δείκνυται, ὥστε τὸ διὰ τῶν αὐτῶν ὄρων τοῦτο σημαίνειν.
Οἶον ὅτι τὸ Α οὐδενὶ τῷ E ὑπάρχει· κείσθω γὰρ τινί. ΄Οτι δὲ ταὐτά ἐστι τὰ προβλήματα ὡς δεικνύμενα δεικτικῶς τε καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ “διὰ τῶν αὐτῶν ὅρων’’, τοῦτ’ ἔστι διὰ τῆς προειρημένης ἐκλογῆς τῶν ὅρων, ἑξῆς παρατίθεται. καὶ πρῶτόν γε, πῶς τὸ καθόλου ἀποφατικὸν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύμενον, δι’ ἧς πεποιήμεθα ἐπιβλέψεως, δείκνυται καὶ διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν [*](1 ὃ alterum in οὗ corr. Β2 3 ὁ om. a ὃς addidi 6 ἕπονται a: ἕπεται Β 8 ἔτι scripsi: ὅτι aB 13 et 14 τοὺς Β: τὰ a 15 τῷ om. a 21 δεικτικῶς alterum ex δεικτικοῦ corr. Β2 ἡ corr. ex ἢ B2: ἢ ἡ a 22 ante προτάσεων add. ἡ ἡ τῶν a ἡ ‘ corr. Β2) Β: om. a 23 ταὐτὰ scripsi: ταῦτα τὰ aB 26 ante ἀποφατικὸν alterum repetit ἐπὶ μέρους a 28 αὐτῶν superscr. Β2 30 τῶν (??) Ar. 31 ὡς ex καὶ, ut videtur, corr. Β2: τὰ a 33 προκειμένης a)
Δείξας δὲ τοὺς δι’ ἀδυνάτου δεικνυμένους συλλογισμοὺς διὰ τῶν αὐτῶν ὅρων δεικνυμένους, δι’ ὧν καὶ οἱ δεικτικοί, πάλιν ἀνάπαλιν δείκνυσι, δι’ ὧν 10 [*](1 καὶ om. a 2 τῷ ā a 3 (??) om. a τῷ ā Β: τὸ ā a ā alterum superscr. B 2 4 αὐτῷ a 5 ὑπάρχον a: ὑπάρχειν B 8 ἐκλογῶν a 9 τῷ prius ex τὸ corr. Β1 10 ἀπέφηνε a δεικνύοι a 12 αὐτῷ a 12. 13 ὑπάρχον a 14 τῷ (post καὶ) a: τὸ Β 16 τε B: τῆς a 17 δι’ ὧν δείξας a 21. 22 ἀντικείμενον] ἀντὶ add. Β2 27 (??) (ante τὸ μὲν) B: ζ a 32 τῷ (??) παντὶ collocat a 35 ἕπεται B: ἔκειτο a post αὐτῷ add. παντί a)
Πάλιν εἰ δεικτικῶς συλλελόγισται τὸ Α τῷ E μηδενὶ ὑπάρχειν.
Ἔφθακε μὲν ἤδη τοῦτο εἰρηκέναι, ὅτι τὰ δεικτικῶς δεικνύμενα καὶ δι’ ἀδυνάτου δείκνυται, ὥσπερ καὶ ἀνάπαλιν. ἄν γὰρ ᾖ δεδειγμένον δεικτικῶς, ὅτι τὸ Α τῷ E οὐδενί, διὰ τοῦ τὸ Β τῷ Θ ταὐτὸν εἶναι, καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ αὐτὸ δειχθήσεται, ἄν ὑποθώμεθα αὐτὸ τινὶ τῷ E ὑπάρχειν καὶ προσλάβωμεν τὸ Β αὐτῷ, λέγω δὲ τῷ Α, παντὶ ὑπάρχειν· εἵπετο γὰρ αὐτῷ. ἔσται δὴ τὸ Β τινὶ τῷ E ὑπάρχον, ὅ ἐστιν ἀδύνατον· ἦν γὰρ τὸ Β ταὐτὸν τῷ Θ, ὃ οὐδενὶ ὑπῆρχε τῷ E. ὁμοία ἡ δεῖξις καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων, τοῦ τε καθόλου καταφατικοῦ καὶ τῶν δύο τῶν ἐπὶ μέρους. νῦν δὲ προστίθησι καὶ τὴν αἰτίαν, δι’ ἣν διὰ τῶν αὐτῶν ὅρων ἀμφότεροι γίνονται οἱ συλλογισμοί, καὶ πῶς διὰ τῶν αὐτῶν ὅ τε δεικτικὸς καὶ δι’ ἀδυνάτου γίνεται συλλογισμός, διδάσκει. ἐν ἅπασι γάρ φησι τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι περὶ τούτων γὰρ λέγει), ὅτι ἀνάγκη κοινόν τινα λαβεῖν ὅρον ἔξωθεν ἄλλον τῶν ὑποκειμένων ἐν τῇ ὑποθέσει, ἥτις ἐστὶ τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι, κοινὸν λέγων νῦν οὐ τὸν ὡς μέσον ἀμφοτέροις τοῖς ἐν τῇ ὑποθέσει ὅροις συντιθέμενον, ἀλλὰ πρὸς μὲν τὸν ἕτερον τῶν ἐν τῇ ὑποθέσει ὅρων συντασσόμενον καὶ ποιοῦντα πρότασιν ἀληθῆ συντελοῦσαν εἰς τὴν δεῖξιν τοῦ ἀδυνάτου συμπεράσματος πρὸς δὲ τὸν ἕτερον ἐν τῷ συμπεράσματι τῷ ἀδυνάτῳ τῷ γινομένῳ διὰ τὴν ὑπόθεσιν συντασσόμενον ψευδῶς. ἐν γὰρ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ παρὰ τοὺς ὅρους τοὺς ἐν τῇ ὑποθέσει εἰλημμένους, ἧς βουλόμεθα τὸ ἀντικείμενον δεῖξαι συναγόμενον, τρίτος τις ὅρος ἔξωθεν προσλαμβάνεται, ὃς πρὸς μὲν τὸν ἕτερον τῶν ὅρων τῶν ἐν τῇ ὑποθέσει ἀληθῶς συντάσσεται καὶ πρότασιν ἀληθῆ ποιεῖ, λαμβάνεται δὲ x003E; ἐν τῷ συμπεράσματι τῴ ψευδεῖ. τὸ γὰρ δεικνύμενον συμπέρασμα τὸ ἀδύνατον ἐξ αὐτοῦ τέ ἐστι καὶ τοῦ ἑτέρου τῶν ὅρων <τῶν> ἐν τῇ ὑποθέσει· πρὸς γὰρ τὸν ὅρον τὸν προσληφθέντα γίνεται τὸ τοῦ ψεύδους καὶ ἀδυνάτου συμπέρασμα. οὗ συμπεράσματος εἰς τὸ ἀληθὲς μετα- [*](3 τοῦ B: τὸ a 4 post ὑπάρχειν τὸ αὐτὸ ὃν (ex vs. sq. translatum) expunxit Β 7 ᾖ om. a 13 τὸ αὐτὸ Β: ταὐτὸν a 14 post προσλάβωμεν add. δὲ a. 15 δὴ Β: δὲ a 16 ὁμοίως a 18 προστίθησι δὲ νῦν a 20. 21 τοῖς δι’ ἀδυνάτου recepit n 21 δείκνυσί a 23 δεῖξαι om. a 24 ἐν τῇ ὑποθέσει om. a 25 ὅρων om. a 28 τοὺς alterum om. a 32 καὶ a: om. Β 33 τῶν alterum add. a: om. B)
Δείξας ἣ ὅτι διὰ τῶν αὐτῶν ὅρων ὅ τε δεικτικὸς καὶ ὁ δι’ ἀδυνάτου γίνεται συλλογισμός, προσέθηκε
Διαφέρει δὲ ὁ δεικτικὸς τοῦ εἰς ἀδύνατον, ὅτι ἐν μὲν τῷ δεικτικῷ κατ’ ἀλήθειαν ἀμφότεραι τίθενται | δεικνύς, ὅτι μὴ τῷ διαφόρῳ τῶν ὅρων τε καὶ προτάσεων γίνεται ἡ 108 V διαφορὰ τοῦ δεικτικοῦ συλλογισμοῦ πρὸς τὸν δι’ ἀδυνάτου· αἱ μὲν γὰρ ἀγωγαὶ καὶ τὰ σχήματα καὶ οἱ τρόποι τῶν δείξεων ἐπ’ ἀμφοτέρων ὅμοιοι. ἡ δὲ διαφορὰ αὐτῶν, ὅτι ἐν μὲν τῷ δεικτικῷ ἀμφότεραι αἱ προτάσεις ὡς ἀληθεῖς λαμβάνονται εἰς τὴν δεῖξιν τοῦ προκειμένου, ἐν δὲ τῷ δι’ ἀδυνάτου ψευδὴς ἡ ἑτέρα λαμβάνεται ἣν ὑποτίθενται οἱ δεικνύναι βουλόμενοι τὸ ἀντικείμενον ταύτης. ἢ οὐ περὶ τῆς ὑποτιθεμένης λέγει, ὅτι ψευδής, ἀλλά, ὃ λέγει, ἐστίν, ὅτι διὰ μὲν τῶν αὐτῶν δύο προτάσεων τά τε δεικτικῶς δεικνύμενα γίνεται καὶ τὰ δι’ ἀδυνάτου, ἀλλ’ ἐν μὲν τῇ δεικτικῇ δείξει ἀμφότεραι ἀληθεῖς ληφθεῖσαι δεικνύουσι τὸ προκείμενον , ἐν δὲ τῇ δι’ ἀδυνάτου ἡ ἑτέρα αὐτῶν ψευδής· ληφθεῖσα γὰρ ψευδὴς ἐν τῷ συμπεράσματι αἰτία γίνεται τοῦ ἐλεγχθῆναι τὴν ὑπόθεσιν οὖσαν ἀδύνατον, οὗ τῇ ἀναιρέσει τίθεται τὸ προκείμενον, ὃ ἐδείκνυτο δεικτικῶς ληφθείσης αὐτῆς ἀληθοῦς. δεικτικῶς μὲν γὰρ ἐδείκνυτο τὸ Α τῷ E οὐδενὶ δι’ ἀληθῶν <τῶν> ‘τὸ τῷ Α παντί, τὸ Β τῷ E οὐδενί’· ἐν δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἡ μὲν ‘τὸ Β τῷ Α παντί’ ἀληθὴς οὖσα λαμβάνεται, συνάγει δὲ αὕτη μετὰ τῆς ὑποθέσεως τῆς τὸ Α τῷ E τινὶ ὑπάρχειν λεγούσης τὸ τὸ Β τῷ E τινί, ὂν ψεῦδος· ἦν γὰρ τὸ Β τῷ E οὐδενί· ὃ τῷ ψεῦδος ὂν ἐλέγχεσθαι ἀναιρεῖ τὴν ὑπόθεσιν διὰ τὸ εἶναι ἀληθῆ τὴν ‘τὸ Α τῷ Ε μηδενὶ ὑπάρχει’.
[*](4 διὰ τοῦ a 4. 5 παντὶ τῷ (??) a 8 τῷ (??) παντὶ a 11 προσληφθέντος] τος expunxit, ut videtur, Β εἶναι a: om. Β 16 δὲ aB: γὰρ Ar. τὸ ἀδύνατον Ar. 20 ἀμφοτέρας a 21 ὡς om. a 31 τῶν a: om. B 35 τῷ Alterum ex τὸ corr. Β 36 μηδενὶ τῷ (??) a ὑπάρχει scripsi: ὑπάρχειν aB)Ταῦτα μὲν οὖν ἔσται μᾶλλον φανερὰ διὰ τῶν ἑπομένων, [*](108v) ὅταν περὶ τοῦ ἀδυνάτου λέγωμεν.
’Ev τῷ μετὰ τοῦτο βιβλίῳ λέγων περὶ τοῦ ἀδυνάτου, ᾧ διαφέρει τοῦ δεικτικοῦ τρόπου , ἐπιμελέστερον λέγει περὶ τῆς διαφορᾶς αὐτῶν · ὅτι γὰρ ἡ μὲν δεικτικὴ δεῖξις ἀνυπόθετος ἡ δὲ δι’ ἀδυνάτου ὑποθετική, καὶ ἐν μὲν τῇ δεικτικῇ οὔπω τὸ συμπέρασμα γνώριμον πρὸ τοῦ ληφθῆναι τὰς δεικτικὰς αὐτοῦ προτάσεις διότι γὰρ ἄδηλόν ἐστι, δείκνυται), ἐν δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ πρὸ τῆς δείξεως δῆλον, διότι καὶ τὸ ἀντικείμενον αὐτοῦ ὑποθέμενος ἐπί τι φανερὸν ἄγει ψεῦδος, καὶ ἡ μὲν δεικτικὴ συνάγει τοῦτο, ὃ βούλεται, ἡ δ’ εἰς ἀδύνατον ἄλλο μὲν συνάγει, ἄλλο δὲ δεῖξαι βούλεται. περὶ μὲν οὖν τούτων ὕστερον ἐρεῖν ἐπαγγέλλεται, νῦν δὲ ἐκ τῶν εἰρημένων γνώριμόν φησιν εἶναι, ὅτι δεῖ εἰς ταὐτὰ βλέπειν, τά τε ἑπόμενα δῆλον· ὅτι τοῖς ὅροις τοῖς τοῦ προβλήματος καὶ οἷς ἕπονται αὐτοὶ καὶ εἰς τὰ μὴ ἐνδεχόμενα αὐτοῖς ὑπάρχειν, ἄν τε δεικτικῶς τις βούληται συνάγειν ἄν τε δι’ ἀδυνάτου· διὰ γὰρ τῶν αὐτῶν ἐπιβλέψεων ἀμφοτέροις τοῖς τρόποις ἡ τῶν δείξεων εὐπορία.
’Ev δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα, ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις ἔσται ἡ σκέψις.
Δείξας ὁμοίως ἐν τοῖς δεικτικοῖς ἐκ τῆς ἐπιβλέψεως τῶν περὶ ἕκαστον ἐκλελεγμένων γινομένους τοὺς συλλογισμοὺς καὶ ἐν τοῖς δι’ ἀδυνάτου, ἐπεὶ δοκοῦσιν αὐτῷ καὶ οἱ δι’ ἀδυνάτου ἐκ τῶν ἐξ ὑποθέσεως εἶναι, φησὶν ὢ ἱέν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως οὐ περὶ τῶν ὑποκειμένων καὶ ἐξ ἀρχῆς κειμένων ἡ ζήτησις καὶ ἡ ἐκλογὴ ἔσται ἀλλ’ ἐπὶ τῶν μεταλαμβανομένων’. περὶ γὰρ τούτων ὁ συλλογισμὸς γίνεται ὁ δεικτικός, ὃν καὶ κυρίως συλλογισμὸν λέγει· “πρὸς γὰρ τὸ μεταλαμβανόμενον” ὡς εἶπεν ἐν τοῖς ἐπάνω, ὁ συλλογισμός. τούτων οὖν καὶ ἡ ἐκλογὴ τῶν ἐν τῷ μεταλαμβανομένῳ καὶ διὰ συλλογισμοῦ δεικνυμένων ὅρων· τὰ γὰρ τούτοις ἑπόμενα καὶ οἷς ταῦτα ἕπεται καὶ τὰ τούτοις μὴ ἐνδεχόμενα ὑπάρχειν ἐκλεκτέον, ἐπειδὴ καὶ περὶ τούτων ποιούμεθα τοὺς συλλογισμοὺς ἀλλ’ οὐ | τῶν ὑποθετικῶς εἰλημμένων. τὸ δὲ ἐν τοῖς ὑποκειμένοις [*](109r) δύναται μὲν λέγειν καὶ ἀντὶ τοῦ ‘ ἐν τοῖς ὑποθετικοῖς’, ἵνα ᾖ τὸ λεγόμενον ‘ἐν δὲ τοῖς ἄλλοις τοῖς ἐξ ὑποθέσεως τοῖς παρὰ τοὺς διὰ τοῦ ἀδυνάτου, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητά εἰσι τῶν ὑποθετικῶν [*](3 ἐν τῷ μετὰ τοῦτο βιβλίῳ] Anal. pr. II 14 4 γὰρ om. a 11 οὖν superscr. Β2: om. a 12 φησὶ γνώριμον a ταὐτὰ scripsi: ταῦτα aB 13 τοῖς alterum om. a 17 τοῖς ἐξ ὑποθέσεως om. a 26 μεταλαμβανομένων] μέτα superscr. Β 26.27 ὁ δεικτικὸς γίνεται a 28 εἶπεν] c. 23 p. 41 a 39 29 συλλογισμῶν a 34 διὰ τοῦ Β: δι’ a)
Λέγοι δ’ ἄν κτὰ μετάληψιν μὲν τοὺς κατὰ πρόσληψιν λεγομένους, οἵ εἰσι μικτοί· ὃ γὰρ οἱ νεώτεροι πρόσληψιν λέγουσι, τοῦτο οἱ περὶ Ἀριστοτέλη μετάληψιν εἰώθασι λέγειν, ὥσπερ καὶ ἤδη προειρήκαμεν. κατὰ μετάληψιν μὲν οὑν οἱ τοιοῦτοι, ὡς καὶ πρόσθεν εἰρήκαμεν. κατὰ ποιότητα δὲ λέγονται οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίου δεικνύντες, ἐπειδὴ ταῦτα, τὸ ὅμοιον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, τῷ ποιῷ παρακολουθεῖ, οἳ καὶ αὐτοὶ γίγνονται κατὰ μετάληψιν· καὶ γὰρ ἐπὶ τῶν οὕτως δεικνυμένων ἄλλο μὲν ὑποτίθεται, ἄλλου δὲ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὃ καὶ αὐτὸ μεταλαμβανόμενον λέγει. ὁ γὰρ δεικνύς, ὅτι μή ἐστιν ἐν τῷ πλουτεῖν τὸ εὐδαιμονεῖν, διὰ τοῦ ὅτι μηδ’ ἐν τῷ ὑγιαίνειν, ὑποτίθεται μὲν ‘εἰ ὃ μᾶλλον ἄν δόξαι αὔταρκες εἶναι πρὸς εὐδαιμονίαν, τοῦτο μή ἐστιν αὔταρκες, οὐδὲ τὸ ἧττον ἐκείνου εἴη ἄν αὕταρκες’· ὑγεία δὲ πλούτου μᾶλλον δοκοῦν εἶναι αὔταρκες πρὸς εὐδαιμονίαν οὐκ ἔστιν αὔταρκες· οὐδ’ ἄρα ὁ πλοῦτος. τὸ μὲν μὴ εἶναι τὸν πλοῦτον αὐτάρκη πρὸς εὐδαιμονίαν, εἴ γε μηδὲ ἡ ὑγεία, ὑπόκειται. δειχθείη δ’ ἄν διὰ συλλογισμοῦ, ὅτι μή ἐστιν ὑγεία πρὸς εὐδαιμονίαν αὐτάρκης, οὕτως · ὑγιαίνουσί τινες κακίαν ἔχοντες, οὐδεὶς κακίαν ἔχων εὐδαιμονεῖ, οὐκ ἄρα οἱ ὑγιαίνοντες εὐδαιμονοῦσιν, οὐκ αὐτάρκης ἄρα ἡ ὑγεία πρὸς εὐδαιμονίαν. ἔστι καὶ οὕτως δεῖξαι· ἡ ὑγεία οὐκ ἔστιν αὐτάρκης πρὸς τὸ ζῆν ἀναμαρτήτως, ἡ εὐδαιμονία αὐτάρκης ἐστὶ πρὸς τὸ ζῆν ἀναμαρτήτως, ἡ ὑγεία ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν. ἢ οὕτως· ἐν τῷ ὑγιαίνειν οὔκ ἐσμεν ἀναμάρτηται· ἐν δὲ τῷ εὐδαιμονεῖν ἀναμάρτητοί ἐσμεν· οὐκ ὄρα ἐν τῷ ὑγιαίνειν τὸ εὐδαιμονεῖν. δεῖ οὖν τὰς προειρημένας ἐκλογὰς ποιεῖσθαι τῆς τε ὑγείας καὶ τοῦ αὐτάρκους πρὸς εὐδαιμονίαν· ταῦτα γὰρ τὰ δεικνύμενα διὰ συλλογισμοῦ. καὶ ἔστιν ἡ [*](4 τοῖς (ante ἐξ prius)B: τῷ a 6 εἰ ἡ ψυχὴ κτλ.] cf. Plat. Phaedr. c. 24 p. 245 c ἀθάνατος . . . ἀεικίνητος (7) om. a 8 ante ζητοῦντες add. οὐ a 11 τῇ Β: τοῖς a 12 ἐκλογὴν om. a 18 Ἀριστοτέλην a προειρήκαμεν] p. 202,9, 263, 26 sq. 26 εἰ om. a ἄν om. a 31 ὑγιαίνοντες a)
χρήσιμος, καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· τῶν γὰρ ὁμοίως ἐχόντων τι εἰ θάτερον ἔχοι αὐτό, καὶ θάτερον ἄν ἔχοι, καὶ εἰ μὴ ἔχοι πάλιν θάτερον, οὐδ’ ἄν τὸ ἕτερον ἔχοι. καὶ ἔστι τὸ μὲν δεικνύμενον διὰ συλλογισμοῦ καὶ ἐπὶ τούτων τὸ ἔτερον· τὸ δὲ ἕτερον ἐξ ὑποθέσεως τὴν δεῖξιν λαμβάνει καὶ διὰ τὴν ὑπόθεσιν. ἐκείνου οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν, οἷον εἰ ὁμοίως οὖσα ἡ εὐγένεια τῷ πλούτῳ αἱρετὸν ἀγαθόν ἐστι, καὶ ὁ πλοῦτος ἀγαθόν· ἡ δὲ εὐγένεια ὁμοίως οὖσα αἱρετὴ τῷ πλούτῳ ἀγαθόν ἐστι. τοῦ γὰρ τὴν εὐγένειαν ἀγαθὸν εἶναι ὁ συλλογισμός, τὰ δ’ ἄλλα ὑπόκειται. ὅτι δὲ ἡ εὐγένεια ἀγαθόν, δεικνύοιτ’ ἄν διὰ τῆς ἐκλογῆς, εἰ ληφθείη τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ αἱρετῷ πᾶν γὰρ αἱρετὸν ἀγαθόν) τῇ δὲ εὐγενείᾳ τὸ αἱρετόν· ἡ γὰρ εὐγένεια αἱρετόν. οὐκοῦν καὶ ἐπὶ τῶν τοιούτων συλλογισμῶν, οὓς κτὰ ποιότητα λέγειν αὐτοῖς ἔθος, <ὡς> ἐπὶ τῶν κατὰ μετάληψιν ὁ συλλογισμὸς οὐ τῶν ὑποκειμένων γίνεται ἀλλὰ τῶν μεταλαμβανομένων. τούτων οὖν χρὴ καὶ τὴν ἐκλογὴν ποιεῖσθαι. Τὸ δὲ ἐν τοῖς ὑποκειμένοις εἰρῆσθαι δύναται καὶ ἀντὶ τοῦ ‘περὶ τῶν ὑποκειμένων’· ἔστι γὰρ τὸ λεγόμενον ‘ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα περὶ τῶν ὑποκειμένων δεικνύουσιν’. ἐπὶ δὴ τούτων ἔσται ἡ ἐπίσκεψις οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις, ἐπεὶ καὶ ὁ συλλογισμὸς τούτων. ἡ δὲ ἐπίβλεψις καὶ ἡ ἐκλογὴ καὶ ἐπὶ τούτων ἡ αὐτὴ ἔσται, ὁποίαν ὑπεγράψαμεν.
’Eπισκέψασθαι δὲ δεῖ καὶ διελεῖν, ποσαχῶς οἱ ἐξ ὑποθέσεως. Τοῦτο εἴρηκεν ἤτοι ὡς πάντων τῶν ἐξ ὑποθέσεως ὑποπίπτειν δυναμένων τῇ ἐκκειμένῃ τῶν ὅρων ἐκλογῇ τε καὶ τῇ δι’ αὐτῶν δείξει (εἰ γὰρ ἐπισκέπτοιτό τις καὶ διέλοι, εὑρήσει τοῦτο οὕτως ἔχον · εἰπὼν γὰρ τούς τε “κατὰ μετάληψιν” καὶ τοὺς “κατὰ ποιότητα” δεῖν φησιν ἐπισκέψασθαι καὶ τοὺς ἄλλους τοὺς ἐξ ὑποθέσεως· ἐξ ὑποθέσεως γὰρ καὶ οἱ διαιρετικοί, οἳ [*](17 ante ἀγαθόν add. αἱρετὸν a 22 ὡς addidi 23 ante οὐ add. ἀλλ’ a: eras. 3 lit. Β 27 ἐπὶ] ι in ras. 2 lit. Β2 28 σκέψις a 33 ὑποπίπτειν Β: ἢ τὸ πίπτειν a 34 ἐκκειμένῃ] ἐκ in ras. Β1)
Ἀνάγονται μέντοι καὶ οἱ δι’ ὅλων ὑποθετικοὶ εἰς τὰ τρία τὰ προειρημένα σχήματα ἄλλῳ τρόπῳ, ὡς καὶ Θεόφραστος δέδειχεν ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν. ἔστι δὲ δι’ ὅλων ὑποθετικὸς τοιοῦτος· εἰ τὸ Α, τὸ Β, εἰ τὸ Β, τὸ Γ, εἰ ἄρα τὸ Α, τὸ Γ· τούτων γὰρ καὶ τὸ συμπέρασμα ὑποθετικόν· οἷον εἰ ἄνθρωπός ἐστι , ζῷόν ἐστιν, εἰ ζῷόν ἐστιν, οὐσία ἐστίν, εἰ ἄρα ἄνθρωπός ἐστιν, οὐσία ἐστίν. ἐπεὶ τοίνυν δεῖ καὶ ἐν τούτοις μέσον τινὰ ὅρον εἶναι, καθ’ ὃν συνάπτουσιν αἱ προτάσεις ἀλλήλαις ἄλλως γὰρ ἀδύνα|τον καὶ ἐπὶ τούτων συνακτικὴν συζυγίαν γίνεσθαι), οὗτος ὁ μέσος [*](110r) τριχῶς καὶ ἐν ταῖς τοιαύταις συζυγίαις τεθήσεται. ὅταν μὲν γὰρ ἐν ᾗ μὲν τῶν προτάσεων λήγῃ, ἐν ᾗ δὲ ἄρχηται, τὸ πρῶτον ἔσται σχῆμα· οὕτως γὰρ ἕ.ξει, ὡς καὶ ὅτε τοῦ μὲν τῶν ἄκρων κατηγορεῖτο, τῷ δὲ ὑπέκειτο. ἀνάλογον γὰρ τὸ μὲν λήγειν καὶ ἕπεσθαι τῷ κατηγορεῖσθαι, τὸ δὲ ἄρχεσθαι τῷ ὑποκεῖσθαι· ὑπόκειται γάρ πως τῷ ἐπιφερομένῳ αὐτῷ. οὕτως γὰρ ληφθέντος τοὐ μέσου συμπέρασμα ἔσται, ὃ ἄρχεται μέν, ἀφ’ οὗ ἤρχετο καὶ ἡ πρώτη πρότασις, λήγει δέ, εἰς ὃ ἔληγεν ἡ δευτέρα, τὴν μὲν τοῦ κατηγορουμένου χώραν ἐν τῷ συμπεράσματι τοῦ ἑπομένου λαμβάνοντος τὴν δὲ τοῦ ὑποκειμένου τοῦ ἠγομένου· οἷον εἰ τὸ Α, τὸ Β, εἰ τὸ Β, τὸ Γ, εἰ ἄρα τὸ Α, τὸ Γ. δύναται ἐπὶ τῇ τοιαύτῃ συζυγίᾳ καὶ ἀνάπαλιν ληφθῆναι τὸ συμπέρασμα ὥστε μὴ ἑπόμενον εἶναι ἀλλ’ ἡγούμενον, οὐ μὴν ἁπλῶς [*](2 ποιεῖσθαι a 7 inter εἴ et τε ras. in B 8 Θεόφραστος] fr. 63 e Wimmeri 11 ἀνάλογον Β: ἀνάλογοι a post συμπέρασμα expunxit καὶ Β 23 τὸ (ante (??) prius) Β: τῷ a τὸ (ante (??) utrumque) B: τῷ a 26 μέσον scripsi: μέσου aB 29 ἄρχεται a 30 κατηγοροῖτο a 31 τὸ Β: τὰ a 32 τὸ Β: τῷ a 33 μέν om. a 36 τὸ (ante (??) prius) Β: τῷ a τῷ (??) a)
Ἔστι δὲ καὶ ἄλλον τρόπον ἔνια τούτων συλλογίσασθαι, οἷον τὰ καθόλου διὰ τῆς κατὰ μέρος ἐπιβλέψεως ἐξ ὑποθέσεως.
Δείξας καθ’ ἕκαστον πρόβλημα, τίνων τῶν αὐτῶν λαμβανομένων ἐγίνετο τὸ συμπέρασμα, λέγει, ὅτι ἔνια τῶν κειμένων ἔστι καὶ ἄλλῃ τινὶ μεθόδῳ τε καὶ ἐφόδῳ χρωμένους συνάγειν, προσχρωμένους μέντοι πρὸς τοῖς κειμένοις ἤδη καὶ εἰρημένοις ὑποθέσει τινί. τὰ γὰρ καθόλου καταφατικὰ καὶ ἀποφατικὰ ὅπως μὲν συνήγετο, εἴρηται· ληφθέντος γὰρ τοῦ Γ τῷ Z ταὐτοῦ καθόλου τὸ Α τῷ E ἐδείκνυτο ὑπάρχειν· πάλιν δ’ αὖ ληφθέντος ἢ τοῦ Δ τῷ Ζ ταὐτοῦ ἢ τοῦ Β τῷ Θ τὸ καθόλου ἀποφατικόν. φησὶ δὴ τὰ αὐτὰ δυνήσεσθαι συναγόμενα δείκνυσθαι καὶ ἄλλως, τὸ μὲν καθόλου καταφατικόν, ἄν τὸ Γ τῷ Η, ᾧ εἵπετο τὸ E, ταὐτὸν ληφθῇ , δι’ ὧν συνήγετο τὸ ἐπὶ μέρους καταφατικόν. εἰ γὰρ ἐπιβλέψαιμεν τὰ καθ’ ἕκαστα καὶ εὕροιμεν μόνῳ τῷ H τὸ E ἑπόμενον καὶ μηδενὶ ἄλλῳ, οἷον εἰ εἴη τὸ μὲν Η ἄνθρωπος τὸ δὲ E γελαστικόν, ἐπεὶ μόνῳ τῷ Η τὸ E ἕπεται, ἂν λάβωμεν αὐτὸ ὡς μόνῳ ἑπόμενον, καὶ τὸ Α παντὶ τῷ E ὑπάρξει. ὑπάρχει μὲν γὰρ τὸ Α παντὶ τῷ Γ· ἕπεται γὰρ αὐτῷ · καὶ τῷ Η ἄρα· ταὐτὸν γάρ ἐστι τὸ Γ τῷ Η· ἀλλ’ εἰ τῷ Η μόνῳ τὸ E ἕπεται, καὶ ἀντιστρέψει καὶ τῷ E τὸ Η ἀκολουθήσει καὶ ἕξει τὴν τοῦ Z χώραν· εἰ δὲ ἀκολουθεῖ αὐτῷ, κατὰ παντὸς αὐτοῦ κατηγορηθήσεται· ὥστε καὶ τὸ Α τοῦ E παντός. ἐξ ὑποθέσεως οὖν ἐκ τῶν Γ, Η τῶν αὐτῶν ληφθέντων τὸ καθόλου συναχθήσεται· ἄν γὰρ τῷ Η μόνῳ ἕπηται τὸ E, ἄλλως δὲ οὔ. τὰ δὲ ἴδια καὶ οἱ ὁρισμοὶ ἑκάστου, ὥσπερ προείρηται, ἐπ’ ἴσης ὄντα τῷ πράγματι δύναται καὶ ἐν τοῖς ἑπομένοις αὐτοῖς τίθεσθαι καὶ ἐν τοῖς, οἷς ἕπεται αὐτά.
Καὶ πάλιν εἰ τὸ Δ καὶ τὸ Η τὰ αὐτά.
Διὰ τούτων δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν συνήγετο· τὸ γὰρ Α οὐ παντὶ τῷ E διὰ τοῦ τὸ μὲν Α οὐδενὶ τῷ H, τὸ δὲ E παντὶ αὐτῷ. ἀλλ’ [*](2 Θεόφραστος] fr. 59 Wimmeri πρώτῳ a 3 post ὅλων add. εἶναι a εἶναι] ἐκεῖνο temptabat Prantl 1. c. 4 ἀπὸ (ante τοῦ) Β: ὑπὸ a 6 ἰδία καιρὸς ἄν εἴη Β: ἰδίως πρόσεστι a 8 συλλογίσασθαι τούτων a et Ar. 10 λαμβανομένων Β: ὄντων a 12 τε om. a 18 ante ἄν expunxit ἄν Β 24 τῷ (??) τὸ a ἀντιστρέψει scripsi: ἀντιστρέφει aB 26 (??) scripsi: (??) aB τὸ (??) post παντός transponit a 28 τῷ Β: τὸ a ἕπεται a 29 προείρηται] p. —7 31 καὶ . . . αὐτά textus verba in aB τὸ 8 aB (Af): τὰ δ Ar. τὸ (??) aB (f): (??) Ar. ταὐτά a et Ar. 33 τοῦ Β. τῶν a)
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων.
Λέγει, ὅτι οὐ μόνον, εἰ ὑπάρχον τι συνάγομεν, δεῖ τὴν τοιαύτην ἐπίβλεψιν ποιεῖσθαι ζητοῦντας τά τε ἑπόμενα καὶ οἷς ἕπεται καὶ τὰ μὴ ὑπάρχοντα, ἀλλὰ καὶ ἐπὶ τῶν ἀναγκαίων ὁμοίως καὶ ἐπὶ τῶν ἐνδεχομένων· ἡ γὰρ αὐτὴ μέθοδος ἐπὶ πάντων. ὁ γὰρ τρόπος τοῦ συμπεράσματος διοίσει τῷ ὑπάρχοντα εἶναι τὰ ἐκλεγόμενα ἢ ἀναγκαῖα ἢ ἐνδεχόμενα, ἀλλ’ οὐ τῷ ἄλλως καὶ ἄλλως λαμβάνεσθαι.