In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
᾿Επεὶ δ’ ἔχομεν, περὶ ὧν οἱ συλλογισμοί, καὶ ποῖον ἐν ἑκάστῳ σχήματι.
᾿Επεὶ ἔχομεν, φησί, περὶ ὧν οἱ συ.λλογισμοί περὶ γὰρ τῶν προβλημάτων, ταῦτα δέ ἐστι τέσσαρα, δύο μὲν καθόλου ἢ καταφατικὸν ἢ ἀποφατικόν, δύο δὲ ἐπὶ μέρους ὁμοίως τὸ μὲν καταφατικὸν τὸ δὲ ἀποφατικόν), ἔχομεν δὲ καὶ ποῖον ἐν ἑκάστῳ σχήματι καὶ ποσαχῶς ἕκαστον τῶν προβλημάτων τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι μόνῳ δείκνυται καὶ μοναχῶς, διὰ γὰρ ἑνὸς συλλογισμοῦ, τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ σχήματι, μοναχῶς μὲν ἐν πρώτῳ, δι’ ἑνὸς γὰρ συλλογισμοῦ, διχῶς δὲ ἐν δευτέρῳ, διὰ γὰρ δύο συλλογισμῶν, τὸ δὲ ἐν μέρει καταφατικὸν ἔν τε τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ τρίτῳ, μοναχῶς μὲν ἐν τῷ πρώτῳ, τριχῶς δὲ ἐν τῷ τρίτῳ, τὸ δ’ ἐν μέρει ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μοναχῶς, ἐν δὲ τῷ δευτέρῳ διχῶς, τριχῶς δ’ ἐν τῷ τρίτῳ), ἐπεὶ οὖν ταῦτα φανερά ἐστι, φησί, φανερόν ἐστι, καὶ ποῖον τῶν προβλημάτων εὐεπιχείρητόν ἐστι καὶ ποῖον οὔ. τὸ μὲν γὰρ ἐν πλείοσι δεικνύμενον σχήμασι καὶ διὰ πλειόνων συλλογισμῶν πτώσεων γὰρ ἢ τῶν συλλογισμῶν λέγει ἢ τῶν συζυγιῶν) εὐεπιχείρητον πρόβλημα· τὸ γὰρ διὰ πλειόνων δεικνύμενον πλείονας ἀφορμὰς ἔχει πρὸς τὸ δειχθῆναι, διὸ καὶ εὐεπιχειρητότερον· τὸ δὲ ἐν ἐλάττοσι καὶ δι᾿ ἐλαττόνων συλλογισμῶν δυσεπιχειρητότερόν τε καὶ χαλεπώτερον. ἔστι δὲ διὰ πλειόνων σχημάτων καὶ διὰ πλείστων συλλογισμῶν τὸ ἐπὶ μέρους ἀποφατικόν· ἔν τε γὰρ τοῖς τρισὶ σχήμασι τοῦτο μόνον τῶν προβλημάτων καὶ διὰ συλλογισμῶν ἕξ. πτώσεις δ’ ἄν λέγοι τὰς διαφορὰς [*](1 συλλογισμὸν ex συλλογισμῶν corr. B1 ὅτι a: ὁ B τοῦ a: om. Β 2 γενέσθαι a αὐτὸς Β: ἂν a 3 γε scripsi: τε aB 4 ποιεῖ om. a ὅρον Β: ὁρῶν a 9 συμπέρασμα a 11 οἱ om. a ποῖον a et Ar.: ποῖοι Β (cf. vs. 16) 16 post σχήματι add. δείκνυται a: post ποσαχῶς Αr. 18 δὲ a: γὰρ Β 25 post φανερὸν add. δὲ a 29 εὐεπιχειρητότερον (superscr. ητ) Β: εὐεπιχείρητον πρότερον a δὲ in ras. B: δ’ a 31 πλείστων Β: πλειόνων a 32 μόνον τοῦτο a)
᾿Επὶ δὲ τῶν ἐν μέρει μοναχῶς.
Τοῦτ᾿ ἔστιν ῾ ἡ τῶν ἐν μέρει ἀνασκευὴ οὐκέτι καὶ διὰ τοῦ καθόλου καὶ διὰ τοῦ ἐπὶ μέρους γίνεται, ἀλλὰ μοναχῶς᾿ · διὰ γὰρ τοὐ καθόλου μόνου τοῦ ἀντικειμένου. διὸ χαλεπώτερον τὸ ἐπὶ μέρους ἀνασκευάσαι. αὐτῶν δὲ τούτων ἔτι χαλεπώτερον τὸ ἐπὶ μέρους ἀποφατικὸν τοῦ ἐπὶ μέρους καταφατικοῦ, ὅτι διὰ τοῦ καθόλου καταφατικοῦ μόνου ἡ ἀνασκευὴ αὐτοῦ, ὃ μοναχῶς ἐν πρώτῳ σχήματι δείκνυται μόνῳ · τὸ δ’ ἐπὶ μέρους καταφατικὸν διὰ μὲν 〈μόνου〉 τοῦ καθόλου ἀποφατικοῦ ἀναιρεῖται, τοῦτο δὲ ὃ] καὶ διὰ πρώτου [*](1 προτάσεων ex προτάσεως corr. Β1 2 γὰρ om. a 5 ante τρίτῳ add. τῷ a 6 τῷ om. a 8 et 10 χαλεπώτερον a 12 πλειόνων a 16 ῥᾴονα scripsi: ῥᾶον Β: ῥᾴω a 17 ἀντικειμένου in mg. Β2 20 τρίτῳ καὶ τῷ πρώτῳ Β pr. 22 ἐν δύο σχήμασι καὶ αὐτό ἐστι a 25 δυσὶ (post καὶ ἐν) a 29 τῶν Β: τοῦ a 34 μόνῳ δείκνυται a 35 μόνου addidi ὃ B: om. a)
Ἅμα δὲ δῆλον, ὅτι καὶ τὸ ἀνασκευάζειν ἐστὶ τοῦ κατασκευάζειν ῥᾷον.
Δείξας ἀνασκευαζόμενα μὲν τὰ προβλήματα δι’ ἀλλήλων ὡς γὰρ ὑπὸ τοῦ καθόλου τὸ ἐπὶ μέρους τὸ ἀντικείμενον, οὕτως καὶ ὑπὸ τοῦ ἐπὶ μέρους τὸ καθόλου), οὐκέτι δὲ καὶ κατασκευαζόμενα δι’ ἀλλήλων, καὶ ἐκ τούτου δῆλον ὅτι] εἶναί φησιν, ὅτι ῥᾷον τὸ ἀνασκευάσαι τοῦ κατασκευάσαι. δῆλον δέ, ὅτι | καὶ ἐπὶ πάντων ῥᾷον ἀνελεῖν τι καὶ φθεῖραι τοῦ ποιῆσαί τι καὶ [*](97r) γεννῆσαι, ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν κατὰ τὰς τέχνας γινομένων· χαλεπώτερον γὰρ τῶν φύσει γινομένων ἕκαστον γεννῆσαί τε καὶ ποιῆσαι τοῦ φθεῖραι, οἷον ἄνθρωπον ἤ τι ἄλλο τῶν φύσει γινομένων, ἢ πάλιν ἐπὶ τῶν κατὰ τέχνην ῥᾷον φθεῖραι ναῦν ἢ οἰκίαν τοῦ ποιῆσαι.
Πῶς μὲν οὖν γίνεται πᾶς συλλογισμὸς καὶ διὰ πόσων ὅρων καὶ προτάσεων.
Ὅτι πᾶς συλλογισμὸς γίνεται κοινοῦ τινος ὅρου ληφθέντος, καὶ ὅτι δεῖ ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου καταφατικὰς ἢ πάντως γε τὴν ἑτέραν, ἐδίδαξεν. ἀλλὰ καὶ ὅτι πᾶς συλλογισμὸς ἁπλοῦς διὰ τριῶν ὅρων καὶ διὰ προτάσεων δύο γίνεται, καὶ τοῦτο δέδεικται, καὶ ὅτι αἱ προτάσεις [*](1 σχήματος δείκνυται a εἶπεν a 2 καταφατικοῦ a post μόνου add. ὡς εἶπον a 4 ῥάω a πλειόνων a 6 τέσσαρσι a 7 συγκατασκευάζεται a 13 et 14 οὕτω a 15 οὐ a: om. Β 16 xai om. a οὕτω a 24 ὅτι prius delevi 35 δύο προτάσεων omisso διὰ a)
Πῶς δ’ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ [*](97v) συλλογισμῶν, καὶ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, νῦν ἤδη λεκτέον.
Διδάξας ἡμᾶς, τί τέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται καὶ ἐν τίσι σχήμασι καὶ διὰ πόσων ὅρων τε καὶ προτάσεων προσεχῶν ἕκαστος καὶ πῶς πρὸς ἀλλήλας ἐχουσῶν, διδάξας δὲ καὶ περὶ τῶν προβλημάτων, ποῖον ἐν ποίῳ σχήματι δείκνυται, καὶ ποῖον μὲν αὐτῶν ἐν πλείοσι σχήμασίν ἐστι καὶ εὐεπιχειρητότερον καὶ εὐκολώτερον, ποῖον δὲ ἐν ἐλάττοσι, ποῖον δὲ ἐν ἑνὶ μόνῳ, ὃ καὶ χαλεπώτατον δειχθῆναι, μεταβαίνει ἀπὸ τούτων εἰς τὸ μέθοδον ἡμῖν ὑπογράψαι, ᾗ χρώμενοι δυνησόμεθα πρὸς τὸ τιθέμενον πρόβλημα συλλογισμῶν εὐπορεῖν καὶ προτάσεων τῶν οἰκείων τοῦ δειχθησομένου συμπεράσματος· ἀρχὰς γὰρ τὰς προτάσεις λέγει. ὄργανον δή τι πρὸς τὴν εὕρεσιν ἡμῖν τὴν τούτων παραδίδωσιν. τὸν γὰρ μέλλοντα χρῆσθαι συλλογισμῷ τε καὶ ἀποδείξει οὐ μόνον εἰδέναι δεῖ, τί ποτέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται, ἀλλὰ καὶ δύναμιν ἔχειν αὐτὸν τοῦ ποιεῖν τε συλλογισμοὺς καὶ συλλογίζεσθαι· τοῦτο γάρ ἐστι μάλιστα τοῦ συλλογιστικοῦ. πρὸς δὴ τὴν παραδοθησομένην ὑπ’ αὐτοῦ μέθοδον πρῶτον λαμβάνει τινὰ καὶ τίθησι, δι’ ὧν δείκνυσιν, ὅτι μὴ πάντα περὶ πάντων δεῖ ζητεῖν. ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν ἔσχατα καὶ ἄτομά ἐστι καὶ μηδενὸς κατηγορούμενα τὰ δὲ πρῶτα γένη καὶ μηδὲν ἔχοντα αὐτῶν κατηγορούμενον, οὔτε τὰ ἄτομα δεῖ ζητεῖν ἀποδεικνύναι ὑπάρχοντά τισι καὶ κατηγορούμενα οὔτε τοῖς πρώτοις γένεσιν ἄλλα τινὰ ὑπάρχοντα καὶ κατηγορούμενα αὐτῶν. τῶν γὰρ ὄντων, φησί, πάντων τὰ μὲν τοιαῦτά ἐστιν ὡς κατὰ μηδενὸς κατηγορεῖσθαι καθόλου ἀληθῶς, τὸ μὲν ἀληθῶς προσθείς, ὅτι ἡ ζήτησις ἡμῖν οὐ περὶ τῶν ψευδῶς κατηγορουμένων πάντα γὰρ οὕτως πάντων οἷόν τε κατηγορεῖσθαι) ἀλλὰ περὶ τῶν ἀληθῶς, τοῦτ’ ἔστι φύσιν ἐχόντων κατηγορεῖσθαι. τὸ δὲ καθόλου εἶπεν ἤτοι ὡς καθόλου τούτου ὑγιοῦς ὄντος τοῦ εἶναί τινα τῶν ὄντων, ἃ κατὰ μηδενὸς κατηγορεῖται τὰς γὰρ ἀτόμους οὐσίας καθόλου καὶ [*](5 τῷ B: γὰρ a 7 Ἀλεξάνδρου Ἀφροδισιέως εἰς τὰς μίξεις τῶν γ σχημάτων ὑπόμνημα subscr. Β 8 Περὶ εὐπορίας προτάσεων superscr. a 11 ἐν om. a 13 δὲ om. a 15 εὐεπιχείρητον a ἐν alterum om. a 16 χαλεπώτερον a 18 τῶν om. a 19 προτάσεις Β: πρώτας a 21 ἐστι a: ἔσται Β 25 ἐπεὶ corr. Β2: ἐπὶ a, Β pr. 28 καὶ om.a 29 ἀλλὰ a 33 ἔχων a)
Λέγων δὲ περὶ τῶν ἀτόμων οὐσιῶν, ὅτι μηδενὸς κατηγοροῦνται, προσέθηκε πλὴν ὡς κατὰ συμβεβηκός, καὶ πῶς ἡ κατὰ συμβεβηκὸς ἁπάντων γίνεται κατηγορία, ἐδήλωσεν εἰπὼν φαμὲν γάρ ποτε τὸ λευκὸν ἐκεῖνο Σωκράτη εἶναι κα.ὶ τὸ προσιὸν Καλλίαν κατὰ συμβεβηκὸς καὶ παρὰ φύσιν ποιούμενοι τὴν κατηγορίαν· τὸ γὰρ ὑποκείμενον τοῦ συμβεβηκότος ἐν τοῖς τοιούτοις κατηγοροῦμεν δέον ἀνάπαλιν τὸ συμβεβηκὸς τοῦ ὑποκειμένου· τοῦτο γὰρ ἐν τῇ οὐσίᾳ ἐστίν, ἀλλ’ οὐχ ἡ οὐσία ἐν τῷ συμβεβηκότι. γίνεται δὲ ἡ τοιαύτη κατηγορία ἡ κατὰ συμβεβηκός, ὅταν τὸ ὑποκείμενον ἀγνωστότερον ᾖ τινι τοῦ συμβεβηκότος αὐτῷ· διὰ γὰρ τοῦ συμβεβηκότος γνώριμον ποιοῦμεν τό, ᾧ συμβέβηκεν, διὰ τοὐ λευκοῦ τό, ᾧ τὸ λευκὸν συμβέβηκεν, ὅταν εἴπωμεν ‘τὸ λευκὸν Σωκράτης ἐστί᾿, πάλιν διὰ τοῦ προσιέναι τό, ᾧ τὸ προσιέναι συμβέβηκεν, ὅταν εἴπωμεν τὸ προσιὸν Καλλίαν. ἀλλ’ ἐπεὶ τὰ κατὰ συμβεβηκὸς λεγόμενα ἐν πᾶσί τε καὶ καθόλου οὐ κυρίως καὶ ἁπλῶς τοιαῦτά ἐστιν, οὐδ’ ἂν τὰ κατὰ συμβεβηκότος κατηγορύμενα ἁπλῶς κατηγορεῖσθαι λέγοιτ’ ἄν.
[*](9 ὅτι scripsi: ἔτι aB 11 ἐρεῖ] p. 43b11 —17 15 καὶ Β: om. a 16 τὰ alterum om. a 19 ἀνώτατα a 23 ὁ ἄνθρωπος (compend.) Β: ὁμοίως a 26 φαμὲν a et Ar.: μὲν Β 27 Σωκράτην a et Ar. 28. 29 ἐν τοῖς τοιούτοις τοῦ συμβεβηκότος a 35 τό (ante ᾦ) B: τῷ a 36 post Καλλίαν add. εἶναι a 37 συμβεβηκότα B)Τῶν γὰρ αἰσθητῶν σχεδὸν ἕκαστόν ἐστι τοιοῦτον [*](98r) ὥστε μὴ κατηγορεῖσθαι μηδενός, πλὴν ὡς κατὰ συμβεβηκός.
Τὰ σχεδὸν ἴσως πρόσκειται διὰ τὰς ἀτόμους ποιότητας, αἳ αἰσθηταὶ μέν εἰσιν, ἐν τῇ ἀτόμῳ δὲ οὐσίᾳ τὸ εἶναι αὐταῖς καὶ κατηγοροῦνται ταύτης. ἢ οὐχ ὡς ἄτομοι λαμβάνονται, ὅταν κατηγορῶνται· ὁ γὰρ εἰπὼν ῾ Σωκράτης λευκός ἐστιν᾿ οὐ τὸ ἄτομον αὐτοῦ λευκὸν κατηγόρησε τῷ τὸν κατηγορούμενον ὅρον διορισμὸν μὴ δέχεσθαι· ἔτι τὸ ἄτομον λευκὸν οὐδενὸς καθόλου κατηγορεῖται, εἰ καὶ κατηγορεῖταί τινος. ἢ εἰ καὶ μὴ διορισμὸν δέχεται τὸ κατηγορούμενον, ἀλλ’ ἔστι γε τὸ ἐν τῷδέ τινι λευκὸν κατὰ τοῦ, ἐν ᾧ ἐστι, κατηγορῆσαι, καὶ οὐκ ἔστιν ἡ τοιαύτη κατηγορία κατὰ συμβεβηκός, οἷον ἐν τῷδε τῷ ἱματίῳ τόδε τὸ λευκόν ἐστιν. ἢ αἰσθητὰ λέγει τὰ ὑποκείμενα καὶ καθ’ αὑτὰ ὄντα· ταῦτα γὰρ ἄτομα· τοιαῦται δὲ αἱ ἄτομοι οὐσίαι. τὸ οὖν σχεδὸν διὰ τὰ κατὰ συμβεβηκὸς προσέθηκε· διὰ τοῦτο γὰρ σχεδόν, ἐπεὶ κυρίως γε οὐδενός.
Δείξας δέ, τίνα ἐστὶ τῶν ὄντων, ἃ μηδενὸς ἀληθῶς κατηγορεῖσθαι πέφυκε, λέγει περὶ τούτων, ὧν μηδὲν ἄλλο κατηγορεῖται. καὶ ὅτι μέν ἐστί τινα τῶν ὄντων τοιαῦτα, δείξειν ὑπερτίθεται, ἐρεῖ δὲ ἐν τοῖς ῾ Υστέροις ἀναλυτικοῖς περὶ τούτου. εἰ γὰρ ἐπ’ ἄπειρον προίοι ἄλλο ἄλλου κατηγορούμενον, οὐδ’ ἄν ἔσχατόν τι εἴη· τῶν γὰρ ἀπείρων οὐχ οἷόν τέ ἐστιν ἔσχατόν τι εἶναι· ἔστι δὲ ἔσχατον· τοιοῦτον γὰρ τὸ ἄτομον· οὐκ ἄρα ἐπ’ ἄπειρον αἱ κατηγορίαι. νῦν δὲ ὡς δεδειγμένῳ καὶ ὁμολογουμένῳ αὐτῷ χρῆται. ὧν μὲν οὖν μηδὲν κατηγορεῖται ὥσπερ τῶν ἀνωτάτω γενῶν, κατὰ τούτων οὐδὲν ἔστι, φησίν, ἀποδεῖξαι κατηγορούμενον· εἰκότως· οὗ γὰρ μηδὲν κατηγορεῖται, τούτου οὐδ’ ἄν ἀποδειχθείη κατηγορεῖσθαί τι· ἡ γὰρ ἀπόδειξις τῶν ὄντων. καὶ γὰρ εἰ τὸ δεικνύμενον κατηγορεῖσθαι διά τινος δείκνυται, ὡς δείξει, διά τε τῶν ἑπομένων αὐτῷ, ᾦ δείκνυταί τι ὑπάρχον, καὶ διὰ τῶν, οἷς ἕπεται τὸ δεικνύμενον ὑπάρχειν αὐτῷ, μηδὲν δὲ τῷ προκειμένῳ ὑπάρχει, οὐδ’ ἂν δύναιτο δείκνυσθαί τι αὐτῷ ὑπάρχον. προσέθηκε δὲ αὐτῷ τὸ πλὴν εἰ μὴ κατὰ δόξαν, τοῦτ’ ἔστι ‘μὴ ἀληθῶς μὲν κατὰ δόξαν δέ τινων᾿· εἰ γάρ τις οἴοιτο καὶ τούτων εἶναί τινα ἐπαναβεβηκότα κατηγορούμενα αὐτῶν, δεικνύοιτ’ ἄν κατὰ τὴν οἴησιν ἴησιν τὴν τούτου κατηγορούμενόν τι καὶ τούτων. οὐ γὰρ ταὐτὸν ἀποδεῖξαί τε καὶ συλλογίσασθαί τι, διότι ἔδοξέ τινι ἢ συνεχώρησε· συγχωρεῖται γὰρ πολλὰ | καὶ ψευδῆ, δι’ ὧν [*](98v) συλλογισμὸς μὲν ἄν γένοιτο, ἀπόδειξις δὲ οὔ. εἰ γάρ τις λάβοι συγχωρήσαντός τινος τὴν οὐσίαν ὂν εἷναι καὶ τὸ ὂν ἓν πάλιν, οὗτος ἄν συλλογίσαιτο, ὅτι ἡ οὐσία ἕν. οὐ μὴν ἀπόδειξις τοῦτο· οὐ γὰρ τὸ ὂν τῆς οὐσίας ὡς γένος οὔτε τὸ ἓν τοῦ ὄντος κατηγορεῖται· ὁμώνυμα γὰρ τό τε ὃν καὶ τὸ [*](2 ante μηδενός add. κατὰ Ar. (sed om. Af) 3 πρόκειται a 4 ταύτης Β: αὐτῆς a 6 κατηγόρησε corr. ex κατηγορήσ . . (evan. 2 lit.) Β1, ut videtur 9 γε om. a 10 κατηγορῆσαι Β: κατηγορεῖται a 12 post δὲ add. καὶ a 13 τοῦ, τὸ a 15 τῶν ὄντων τίνα ἐστὶν a 17 ὑποτίθεται a ἐν τοῖς ῾ Υστέροις ἀναλυτικοῖς] Ι 22 21 ὡμολογημένῳ a 27. 28 ὑπάρχειν (v Β2) Β 36 τοῦτο a: τούτου Β ὡς om. a)
Τῶν μὲν οὖν ἀνωτάτω γενῶν οὐκ ἔστι δεῖξαι κατηγορούμενόν τι, αὐτὰ δὲ ἄλλων· ὁ γὰρ λαβὼν τὸν ἄνθρωπον ζῷον εἶναι τὸ δὲ ζῷον οὐσίαν ἀπέδειξε τὴν οὐσίαν τοῦ ἀνθρώπου κατηγορουμένην. ἀνάπαλιν ἐπὶ τῶν καθ’ ἕκαστα καὶ ἀτόμων αὐτὰ μὲν οὐχ οἷόν τε ἄλλων κατηγορούμενα ἀποδεῖξαι, ὅτι μηδὲ κατηγορεῖται ὅλως τινῶν, ἄλλα δέ τινα τούτων· τοῦ γὰρ Κλέωνος καὶ τὸν ἄνθρωπον κατηγορούμενον δεῖξαι, ἄν λάβωμεν γελαστικὸν αὐτὸν εἶναι, πᾶν δὲ γελαστικὸν ἄνθρωπον εἶναι· ὁμοίως καὶ ζῶον καὶ οὐσίαν. ἀλλὰ καὶ ὅτι <τὰ> μεταξὺ τῶν τε ἀτόμων καὶ τῶν γενῶν καὶ κατηγορούμενά τινα ἔχει καὶ αὐτὰ ἄλλων κατηγορεῖται, δῆλον. διὸ καὶ αἱ ζητήσεις καὶ οἱ συλλογισμοὶ καὶ αἱ ἀποδείξεις περὶ τούτων γίνονται τῶν ἐν μέσῳ, <ἃ> καὶ αὐτὰ ἄλλων κατηγορεῖται καὶ αὐτῶν τὸ δὲ σχεδὸν προσέθηκεν, ὅτι γένοιτο μὲν ἄν ζήτησις καὶ περὶ τῶν ἀνωτάτω γενῶν, οἷον εἰ δέκα τὰ ἀνωτάτω γένη, καὶ εἰ τὸ ὂν ἢ τὸ ἓν γένος, καὶ εἰ ταὐτὰ τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερα ὁμοίως. ἀλλ’ αἵ γε πλεῖσται καὶ κοινόταται περὶ τῶν μεταξύ. ἔτι περὶ τῶν ἀνωτάτω, εἰ καὶ συλλογιζοίμεθα καὶ δεικνύοιτό τι, οὐκ ἀποδεικτικῶς ἀλλὰ ἐκ τῶν ὑστέρων δεικνύοιτ’ ἄν. οὐ γὰρ διὰ τῶν κατηγορουμένων· τὸ γὰρ τὴν οὐσίαν νοητὴν λέγειν ἢ αἰσθητὴν τὰ ὕστερα κατηγορεῖν ἐστιν αὐτῆς· ὕστερα γὰρ ταῦτα τῆς οὐσίας. τούτων οὖν χάριν καὶ τῶν τοιούτων εἶπε τὸ καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις μάλιστά εἰσι περὶ τὰ μεταξύ. καὶ γὰρ εἰ μὴ αὐτῷ τι <τῷ> πρώτῳ ὑπάρχον ἀποδείκνυται, ἀλλ’ αὐτό γε ἄλλῳ· ὁμοίως καὶ τοῦ ἀτόμου τι δείκνυται. ὥστε γίνονται μὲν καὶ περὶ τούτων σκέψεις, ἀλλ’ αἵ γε πλεῖσται περὶ τῶν μεταξύ· ἄμφω γὰρ ταῦτα ἔχει. ἣν μέντοι παραδίδωσιν ἐκλογήν τε καὶ μέθοδον, οὔτε ἐπὶ τῶν ἀνωτάτω γενῶν οὔτε ἐπὶ τῶν ἀτόμων ἁρμόζει, ἀλλ’ ἐπὶ τῶν μεταξύ· καὶ γὰρ τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον ἐν τῷ προβλήματι δεῖ τῶν μεταξὺ εἶναι. οὕτως [*](2 καὶ a: om. Β 3 οὕτω a 5 σαφηνίας 7 ἐν τοῖς τοπικοῖς] Ι 2 ρ. 101b 3 8 περὶ Β: πρὸς a 11 ἀποδεῖξαι a 18 τὰ a: om. Β 21 ἃ addidi: γὰρ post καὶ prius add. a 23 δέκα τὰ] δὲ κατὰ aB 24 ταῦτα a post ταὐτὰ add. ὃν a ἐστι Waitz Org. I p. 29): eras. Β ἢ ex ἡ corr. Β 25 τῶν (ante μεταξύ) a: τοῦ Β 2.5. 26 συλλογιζοίμεθα Waitz Org. Ι p. 29: συλλογιζόμεθα aB 27 post νοητὴν oxpuuxit εἶναι Β1 29 οὖν Β: γὰρ a 30 μάλιστά εἰσι aB (d): εἰσὶ μάλιστα Ar. τὰ μεταξύ Β: τῶν μεταξύ a: τούτων Ar. 31 τῷ a: om. Β ὁμοίως ἄλλω a 32 post δείκνυται add. εἰ μὴ καὶ αὐτὸ κατ’ ἄλλου a 36 οὕτω a)
Δεῖ δὴ τὰς προτάσεις περὶ ἕκαστον αὐτῶν λαβεῖν.
εἰπών, τίνα ἐστί, περὶ ὧν αἱ ζητήσεις μάλιστα καὶ αἱ σκέψεις γίνονται ὅτι ταῦτα, οἷς καὶ ἕπεταί καὶ αὐτὰ ἔχει, οἷς ἕπεται· ταῦτα γάρ ἐστι τὰ μεταξὺ τῶν τε πρώτων γενῶν καὶ τῶν ἀτόμων οὐσιῶν), εἰπὼν δὲ καί, τίνα μὲν δείκνυται περὶ τῶν πρώτων γενῶν ὅτι γὰρ αὐτὰ ἄλλοις ὑπάρχει), τίνα δὲ περὶ τῶν ἀτόμων ὅτι γὰρ τούτοις ἄλλα), πῶς εὑρήσομεν καὶ ληψόμεθα προτάσεις ἐπὶ τοῦ προκειμένου εἰς δεῖξιν προβλήματος, ὑπογράφει τε καὶ διδάσκει. ποιεῖται δὲ τὸν λόγον ἐπὶ τῶν μεταξύ, ἃ καὶ αὐτὰ ἄλλοις καὶ ἄλλα τούτοις ὑπάρχει. ἔνεστι δέ, ἐξ ἧς ποιεῖται διδασκαλίας, ὡς εἶπον, καὶ τὰ πρῶτα γένη λαμβάνοντας, οἷς ταῦτα ἕπεται, ἐκλέγειν καὶ πάλιν τὰ ἄτομα τὰ τούτοις ἑπόμενα. τέσσαρα δὲ εἶπεν εἶναι προβλήματα, καθόλου καταφατικόν, καθόλου ἀποφατικόν, ἐπὶ μέρους καταφατικόν, ἐπὶ μέρους ἀποφατικόν. εἰς δὴ τὴν δεῖξιν τῶν προβλημάτων τούτων ἑκάστου πῶς εὐπορήσομεν τῶν οἰκείων προτάσεων καί, <ὡς> αὐτός φησιν, ἐκληψόμεθά καὶ ἐκλέξομεν, ὑπογράφει. δεῖ δὴ προβλήματος, φησί, προβληθέντος πρῶτον ἐκλαβεῖν καὶ χωρίσαι καὶ ἐκθέσθαι ἑκάτερον τῶν ἐν τῷ προβλήματι ὅρων· ἔστι δὲ ὁ μὲν ὑποκείμενος αὐτῶν ὁ δὲ κατηγορούμενος. τὸ γὰρ αὐτὸ πρῶτον τούτου ἐστὶ δηλωτικόν· περὶ οὗ γὰρ λαβεῖν βουλόμεθα τὰς προτάσεις, τοῦτό φησι δεῖν πρῶτον ὑποτίθεσθαι· βουλόμεθα δὲ περὶ τῶν ὅρων τῶν ἐν τῷ προβλήματι προτάσεις τινὰς λαβεῖν ἢ συναπτούσας αὐτοὺς ἢ διαιρούσας. καὶ μετὰ τὸ τοὺς ὅρους ἐκλαβεῖν οὕτω τὸν ἑκατέρου, τοῦ τε ὑποκειμένου ὅρου καὶ τοῦ κατηγορουμένου, ὁρισμὸν λαμβάνειν καὶ τὰ ἑκατέρῳ [*](1 et 2 post ἔστι add. τοὺς a 7 δείξει] c. 28 p. 43b 39 8 ὑπάρχον scripsi: ὑπάρχει Β: ὑπάρχειν a αὐτοῦ a 14 αὐτῶν om. Ar. τούτων nm) et Alex, ipse p. 300,22 λαβεῖν Β (cf. p. 300,22): οὕτως ἐκλαμβάνειν a et Ar. 20 εἰς δεῖξιν om. a 23 καὶ τὰ ex κατὰ corr. Β 24 τὰ add. Β2 27 οἰκείων Β: ἐκείνων a ὡς a: om. B)
·Φησὶ δὲ δεῖν διαιρεῖσθαι καὶ αὐτῶν τῶν ἑπομένων, ὅσα τε ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν περιεχόμενα καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα ἕπεται αὐτοῖς, καὶ ὅσα ὡς ἴδια καὶ ὅσα ὡς συμβεβηκότα. οὐ γὰρ ταὐτὰ τὰ ἴδια τοῖς ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορουμένοις καὶ οὕτως ἑπομένοις· τὸ μὲν γὰρ ζῷον καὶ τὸ λογικὸν ἕπεται τῷ ἀνθρώπῳ ὡς καθ’ αὑτά τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, τὸ δὲ γελαστικὸν ὡς ἴδιον οὐ μὴν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον. ταῦτα γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινος κυρίως, ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ περιέχεται, ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, εἰς τὸ παντελὲς οὐδ’ ἄν ὅλως εἴη· οἷον ἄνθρωπος, εἰ μὴ ζῷον εἴη, οὐδ’ ἄν εἴη· ὁμοίως εἰ μὴ λογικόν, ὡς πάντως [*](1 post ἐν add. τῷ a 4 ὡς Β: οἷς a λογικὸν] ογικὸν in ras. Β2 5 ἐστὶν om. a 7 δ’ addidi 8 ὡς addidi 10 λαμβάνειν a 14 αὐτὸ ex αὐτὸν, ut videtur, corr. Β 16 κατὰ om. a 17 παντὸς Β: τινος a 18 τὸ Β: τῷ a 21 αὐτὸ] ὁ in ras. Β2 ἑαυτῷ Β: αὐτῷ a 23 αὑτοῦ scripsi: αὐτοῦ aB 26 ἔσται a 28 τε ὡς a: τέως Β 30 ὡς prius corr. Β1 36 ante οὐδ’ add. καὶ a 37 εἰ μὴ alterum corr. ex 2 lit. (εἰ ?) Β2)
Δεῖ δὲ ἐκλέγειν μὴ τὰ ἑπόμενα τινί, ἀλλ’ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται.
Δεῖν φησι τὰ ἑπόμενα τοῖς ὅροις τοῖς ἐν τῷ προκειμένῳ προβλήματι ἐκλέγοντας μὴ τὰ τινὶ αὐτῶν ἑπόμενα ἐκλέγειν ἀλλὰ τὰ παντί· εἰ γὰρ ὅρος εἴη ἄνθρωπος, οὐ τὸ τινὶ ἀνθρώπῳ ἑπόμενον ἐκλεκτέον ἀλλὰ τὸ παντί, οὐδὲ τὸ τινὶ ἡδονῇ, ἄν ὅρος τοῦ προβλήματος ἡ ἡδονὴ ᾖ, ἀλλὰ τὸ πάσῃ. οὕτως γὰρ εὐπορήσομεν καθόλου προτάσεων, ὧν χωρὶς ἀδύνατον συλλογισμὸν γενέσθαι· διὰ γὰρ τοῦτο οὐδὲ ἀδιορίστως ἐκλαμβάνοντας τιθέναι φησὶ δεῖν ἀλλὰ προστιθέντας τὸ παντὶ ἕπεσθαι. ᾧ γὰρ ὅρος ἐστὶν ὁ ἄνθρωπος ἢ πάλιν <ἡ> ἡδονή; οὗτος τότε τὸν συλλογισμὸν πρὸς ἄνθρωπον ἢ τὴν ἡδονὴν ποιήσει, ὅταν πάντα ἄνθρωπον καὶ πᾶσαν ἡδονὴν περιλάβῃ· περιλαμβάνεται δὲ ὁ μὲν ἄνθρωπος ὑπὸ τοῦ παντὶ αὐτῷ ἑπομένου, ἡ δὲ ἡδονὴ ὑπὸ τοῦ πάσῃ ἡδονῇ, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ γὰρ εἰ τὸ ὀφεὶλον δειχθῆναι ἐπὶ μέρους εἴη, τὸ παντὶ ὑπάρχον ἔνεστι καὶ τινὶ λαβεῖν ὑπάρχον. ἀλλὰ καὶ τά, οἷς αὐτὰ ἕπεται ὅλοις, οὐ μέρεσιν [*](1 ἢ scripsi: εἰ aB πάντως] ὡς in ras. Β2 ante ὁρισμὸς add. ὁ a 2 ἄν addidi 4 αὐτὸ a: αὑτὰ Β post αὐτὸ addendum velut στερίσκοντες αὐτὸν (cf. p. 295,35) ante τὴν add. πρὸς a 11 ποῖα δοξαστικῶς καὶ ποῖα κατ’ ἀλήθειαν Ar. 12 τὰς alterum om. a τῶν (ante τινῶν) superscr. Β2 14 τὸ ἀγαθοὺς B: τὸ τὸ ἀγαθὸν a 15 εὐπορία ex εὐπορίας, ut videtur, corr. Β 17 post ποιήσει eras. 2 lit. B 25 ᾖ om. a 27 ἀδιορίστως a ἀδιορίστου b 14 Ar.): ἀορίστως Β λαμβάνοντας a 29 ὁ om. a ἡ addidi 31 περιλαμβάνεται Β2 corr.: παραλαμβάνεται a Β pr. 32 πάσῃ ἡδονῇ Β2 corr.: πᾶσα ἡδονὴ a B pr. 34 καὶ altenim om. a ὅλοις Β: ὅροις a)
Ὅταν δ’ ὑπό τινος περιέχηται τὸ προκείμενον, ᾧ τὰ ἑπόμενα δεῖ λαβεῖν, τὰ μὲν τῷ καθόλου ἑπόμενα ἢ μὴ ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις.
Τὸ λεγόμενόν ἐστιν· ὅταν ὁ κείμενος ὅρος, <ὅς> μέρος ἐστὶ τοῦ ᾧ τὰ ἑπόμενα ζητοῦμεν, ὑπό τινος περιέχηται ἑπομένου αὐτῷ, οἷον ὡς ἄνθρωπος ὑπὸ τοῦ ζῴου, οὐκέτι φησὶ δεῖν ἐκλέγειν, ὅσα τῷ περιέχοντι τὸν κείμενον ὅρον ἕπεται οἷον τῷ ζῴῳ, εἰς τὸ δεικνύναι καὶ ταῦτα ἑπόμενα τῷ περιεχομένῳ· οὗτος δ’ ἦν ὁ ἄνθρωπος. φθάνει γὰρ ταῦτα εἰλῆφθαι δυνάμει, ὅτε ἐλήφθη ἑπόμενον τὸ ζῷον τῷ ἀνθρώπῳ· τούτου γὰρ ληφθέντος εἴληπται δυνάμει καὶ τὰ τῷ ζῴῳ ἑπόμενα ἕπεσθαι τῷ ἀνθρώπῳ οἷον ἡ οὐσία, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. ὡς δὲ τὰ τούτῳ ἑπόμενα ἕπεται τῷ ἀνθρώπῳ, οὕτως καὶ τὰ μὴ ἑπόμενα τούτῳ δῆλον ὅτι [*](3 οἷς Β: ὡς a 5 ὅλον δεῖν a μὲν om. a 6 οὐδὲ Β: οὐ δὴ a 9 Περὶ ἑρμηνείας] c. 7 p. 17b12 —16 13 λέγειν 17 οὕτω 22 ἀπλῶς om. a 24 προκείμενον Β (n): ὑποκείμενον a et Ar. 26 ἐν τούτοις non lominatis sed textus verba in aB 27 ὃς addidi ἐστὶ Β: ὢν a 29 ante ἄνθρωπος add. ὁ a 31 ἔπεται a 32 ὅτε ex οὔτε coit. B: ὅπερ a 33 ἕπεσθαι Β: ἕπεται a 35 οὕτω a)
Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον, οἷον ζῴῳ, οἷς ἕπεται ἄνθρωπος.
Ὅ λέγει τοιοῦτον εἶναι δοκεῖ· οὐ χρὴ ἐκλέγοντας, οἷς ἕπεται ὁ ὑποκείμενος | ὅρος ὁ περιεχόμενος ὑπό τινος, προσχρῆσθαι τῷ καθόλου τῷ [*](100 v) περιέχοντι καὶ λαμβάνειν ταῦτα τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, οἷς καὶ αὐτοῖς ὁ περιέχων αὐτὸν ἕπεται. οἷον εἰ ἔστιν ὁ κείμενος ὅρος ἄνθρωπος, περιέχει μὲν τοῦτον τὸ ζῷον καὶ ἕπεται αὐτῷ· ὅταν δὴ ἐκλέγωμεν, οἷς ἕπεται ὁ ἄνθρωπος, οὐ δεῖ προσπαραλαμβάνειν τὸ ζῷον λέγοντας, ὅτι καὶ τοῦτο, λέγω δὲ τὸ ζῷον, ἕπεται ἐκείνοις, οἷς καὶ ὁ ἄνθρωπος ἕπεται. τοῦτο γὰρ κεῖται δυνάμει· τὸ γὰρ τῷ ἀνθρώπῳ ἀκολουθοῦν ἀκολουθεῖ καὶ οἷς ὁ ἄνθρωπος· ἠκολούθει δὲ τὸ ζῷον τῷ ἀνθρώπῳ· ὥστε καὶ οἷς ὁ ἄνθρωπος. οὐ δὴ τούτῳ προσχρηστέον ἔτι οὐδὲ ῥητέον, ὅτι ἕπεται τὸ καθόλου καὶ τὸ γένος, οἷς ἕπεται τὸ περιεχόμενον ὑπ’ αὐτοῦ· πρὸς γὰρ τῷ [*](3 οὔτε Β: εἴτ’ a 4 δεῖ a: δὲ Β ante μὴ afld. ἔτι a 5 ἐκλέγειν Β: καὶ λέγειν a 6 ἴδια καὶ οἰκείως a 8. 9 τῷ ἀνθρώπῳ a 16 αὐτοῖς ex αὐτῷ corr. B2; sequuntur ἔδια ἑκάστου εἴδους καὶ· οἱ (spat. ca. 7 lit.) in Β 17 αὐτοῖς om. a καὶ add. Β2: om. a 22 οὐδὲ] οὐ γὰρ a τῷ Β corr.: τὸ a B pr. 26 ὑποκείμενος a 28 δὴ Β: μὴ a 29 οὐ δεῖ scripsi: οὐδὲ aB προσλαμβάνειν a 31 ἀκολουθοῦν Β2 corr.: ἀκόλουθον a Β pr. 33 οὐ δὴ τούτῳ Β: οὐ γὰρ δὴ τοῦτο a)
Ληπτέον δὲ καὶ τὰ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενα καὶ οἷς [*](100ν) επεται.
᾿Επεὶ ἔστι τινὰ προβλήματα στοχαστικὰ |καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ τὰς δείξεις ἔχοντα, δεῖν φησι καὶ τὰ οὕτως ἑπόμενα τοῖς προκειμένοις ὅροις καὶ οἷς αὐτοὶ οὕτως ἕπονται λαμβάνειν· οὕτως γὰρ διὰ τῶν τοιούτων δυνησόμεθα τὰ | περὶ τῶν τοιούτων προβλήματα συλλογίζεσθαι. ὅτι δὲ ὅ μοιον [*](101r) ἑκάστου συλλογισμοῦ τὸ συμπέρασμα ταῖς ἀρχαῖς, τοῦτ’ ἔστι ταῖς προτάσεσιν, ἔδειξεν, ὅτε ἐδείκνυε μὴ δυνάμενον δυνατῷ ἀδύνατον ἀκολουθεῖν, οἷον ὅτι τῷ μετ’ ἰσημερίαν χειμερινὴν πλέοντι τὸ εὐπλοεῖν (ὡς ἐπὶ πολὺ γάρ) καὶ τῷ διαίτῃ τοιᾷδε χρωμένῳ τὸ ὑγιαίνειν· καὶ γὰρ τοῦτο ὡς ἐπὶ τὸ πολύ· πάλιν τῷ μοιχεύειν ἕπεται τὸ καλλωπίζεσθαι ὡς ἐπὶ τὸ πολύ, καὶ τῷ κλέπτειν ὡς ἐπὶ τὸ πολὺ ἕπεται τὸ νύκτωρ πλανᾶσθαι.
Ἔτι πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον.
Τὸ πᾶσιν ἀντὶ τοῦ ῾ τοῖς δύο ὅροις τοῖς τοῦ προβλήματος᾿. οὔ φησι δὲ δεῖν τὰ τοῖς δύο ἑπόμενα λαμβάνειν ὡς μηδενὸς ἐκ τῆς τῶν τοιούτων μεταλήψεως καὶ συνθέσεως γινομένου συλλογισμοῦ. αὐτὸς μὲν οὖν ὑπερτίθεται τὴν τούτου δεῖξιν εἰς τὸ μετὰ ταῦτα. ἔστι δὲ αἴτιον, ὅτι γίνεται μὲν τὸ δεύτερον σχῆμα, εἰ τὰ ἑκατέρῳ τῶν ὅρων ἑπόμενα συνθείημεν καὶ ποιήσαιμεν ἕνα· ἀλλὰ καὶ δύο προτάσεις καταφατικαὶ ἔσονται· ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συμπλοκὴ τῶν προτάσεων. οὐ τοῦτο δὲ λέγει, ὅτι μὴ δεῖ τὰ ἑκατέρῳ ἰδίᾳ ἑπόμενα ἐκλέγειν· φθάνει γὰρ εἰρηκέναι τοῦτο, δι’ ὧν εἶπε ‟δεῖ δὴ τὰς προτάσεις περὶ ἑκάστου οὕτως λαμβάνειν, ὑπο- θέμενον αὐτὸ πρῶτον καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ιοια του πράγματος ἐστιν, εἶτα μετὰ τοῦτο, ὅσα ἕπεται τῷ πράγματι”. οὐκ ἄν οὖν εἰπὼν δεῖν τὰ ἑπόμενα τοῖς πράγμασι, τοῦτ’ ἔστι τοῖς ὅροις, ἐκλέγειν νῦν μὴ δεῖν ἐκλέγειν ἔλεγε πάλιν, ἀλλ’ ὃ λέγει, τοιοῦτόν ἐστι· τὰ μὲν ἑκατέρῳ ἰδίᾳ τῶν ὅρων ἑπόμενα ἐκλέγειν δεῖ, οὐκέτι δὲ ζητητέον, τίνα κοινῶς αὐτοῖς ἕπεται, ὡς ἀμφοτέροις εἶναι ταὐτὸν ἑπόμενον. ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἔτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον· ἄλλο γὰρ τὸ τὰ ἑκατέρῳ ἑπόμενα, ἄλλο τὸ πᾶσιν· τὸ γὰρ πᾶσι τοῦ ῾ κοινῶς᾿ ἐστι δηλωτικόν. κοινοῦ γὰρ ληφθέντος τοῦ ἀμφοτέροις ἑπομένου ἐν δευτέρῳ σχήματι δύο γίνονται καταφατικαί, οἷον εἰ ὅρων ὄντων ἀνδρείας καὶ σωφροσύνης ἐκλέγων τις τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα ἐκλέγοι καὶ ὅτι ἡ ἀρετὴ ἀμφοτέροις αὐτοῖς ἕπεται [*](1 πολὺ a et Ar. (cf. vs. 3,9,11,12): πλεῖστον B 6 τὰ a: τὸ Β 8 ἔδειξεν] c. 15 p. 34a5sqq. 9 ἐπὶ πολὺ] cf. Waitzii comment, ad p. 25 b 14 11 τὸ μοιχεύειν ἕπεται τῷ a 12 τὸ κλέπτειν a ἕπεται om. a τῷ νύκτωρ a 13 τὰ a et Ar. (cf. vs. 29): om. Β ἐκλεκτέον] λ in ras. Β2 14 τὸ scripsi: τὰ aB 16 μεταλήψεως Β: λήξεως a 17 τὸ Β: τὰ a 19 έν a 21 et 26 ἰδίᾳ scripsi: ἴδια aB 22 εἶπε] b 1—4 ἑκάστου Β: ἕκαστον a et Ar. (et Β ipse in lemm. p. 294,14) 23 πράγματος a et Ar.: προβλήματος Β (sed cf. p. 295,1) 28 post ταὐτὸν add. τὸ a 29 ἔτι ex εἰ corr. Β2 30 ante ἄλλο add. καὶ a 33 ἐκλέγει a ὅτι καὶ a)
Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου.
εἰπών, τίνα χρὴ ἐκλέγειν ἑκατέρου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι, μετὰ ταῦτα δείκνυσι, τίνα μετὰ τίνων ληφθέντα ἀπὸ τῶν ἐκλελεγμένων τῶν προβλημάτων ἕκαστον συνάξει· τούτου γὰρ χάριν καὶ ἡ ἐκλογὴ γέγονεν αὐτῷ. ἔστι δέ, ὡς εἰρήκαμεν, τὰ προβλήματα τέσσαρα · ἢ γὰρ καθόλου καταφατικὸν ἢ ἀποφατικὸν καθόλου ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικόν. σαφηνείας δὲ χάριν τῶν λεγομένων ὑπογράψωμεν τάς τε ἐκλογὰς καὶ τὸ διάγραμμα ὅλον καὶ τοὺς συλλογισμούς, πῶς τε καὶ ἐκ τίνων γίνονται· οὐ γὰρ τὸ τυχὸν ἡμῖν συμβάλλοιτ’ ἂν εἰς τὸ συλλογιστικοῖς εἶναι ἡ τούτων σαφήνεια. ἔστωσαν δὴ τὰ πράγματα, ὡς αὐτός φησιν (ταῦτα δέ ἐστιν οἱ ὅροι οἱ τῶν προβλημάτων τῶν τεσσάρων) ἡδονή τε καὶ ἀγαθόν, καὶ δέον ἔστω ποτὲ μὲν πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι, ποτὲ δὲ τινά, ποτὲ δὲ μηδεμίαν, ποτὲ δὲ μὴ πᾶσαν.· ἐκλελέχθω δὴ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα καὶ οἷς αὐτὰ ἕπεται καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, ὡς εἶπον. καὶ κείσθω τὰ μὲν τῷ ἀγαθῷ τῷ Α ἑπόμενα ὑπὲρ τὸ ἀγαθόν, ἔνθα τὸ Β, οἷς δὲ πάλιν τὸ ἀγαθὸν ἕπεται, ὑπ’ αὐτό, ἔνθα τὸ Γ, τὰ δὲ μὴ ἐνδεχόμενα τῷ ἀγαθῷ ὑπάρχειν ἐκ πλαγίων αὐτοῦ, ἐφ’ ὧν τὸ Δ. εἴη δ’ ἄν ἑπόμενα μὲν τῷ ἀγαθῷ τὰ πρὸς τῷ Β κείμενα, ὠφέλιμον, αἱρετόν, διωκτόν, οἰκεῖον, λυσιτελές, συμφέρον, ὀρεκτὸν καὶ ὅσα τοιαῦτα. οἷς δὲ πάλιν αὐτὸ ἕπεται, ἅ ἐστιν ἐπὶ τοῦ Γ, εὐδαιμονία, | τέλειον, ἀρεταί, ‟κατ᾿ ἀρετὴν ἐνέργεια”, [*](101ν) σωματικὰ ἀγαθά, τὰ ἐκτός, τὰ κατὰ φύσιν καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ, τὰ πρὸς τῷ Δ κείμενα, φευκτόν, βλαβερόν, κακόν, ἀσύμφορον, ἀλυσιτελές, αἰσχρόν, ἀτελές. πάλιν τὰ μὲν τῇ ἡδονῇ [ἑπόμενα], ἐφ’ ἧς τὸ E, ἑπόμενα ὑπὲρ αὐτὴν τετάχθω, ἐφ’ ὧν Ζ· ταῦτα δ’ ἄν εἴη ἡ λεία κίνησις, ‟ἐνέργεια τῆς κατὰ τὴν φύσιν ἕξεως ἀνεμπόδιστος”, τὸ ἀνενόχλητον, τὸ ἀνόργητον, τὸ ἀρεστόν, τὸ ἄπονον, τὸ ἄλυπον, τὸ ἄφοβον, τὸ κατὰ φύσιν, τὸ αἱρετόν. οἷς δ’ ἡ ἡδονὴ ἕπεται, ὑπ’ αὐτὴν κείσθω, ἐφ’ ὧν τὸ Η· εἴη δ’ ἄν ταῦτα ὑγεία, εὐτυχία, εὐτεκνία, ‟ἐνέργεια κατ’ ἀρετήν’’, εὐπορία καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται αὐτῇ ὑπάρχειν, ἐκ πλαγίου κείσθω αὐτῆς, ἐφ’ ὧν Θ· εἴη δ’ ἄν νόσος, πόνος, λύπη, φόβος, ἀπορία. κατασκευάσαι μὲν οὖν καὶ δεῖξαι θέλοντες τὸ καθόλου καταφατικόν (τοῦτο γὰρ εἶπε διὰ τοῦ κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου), τοῦτ’ [*](1 μεσότης ex μέσις, ut videtur, corr. Β1 6 γὰρ om. a 7 εἰρήκαμεν] p. 294,25 9 ὑπογράψομεν a 10. 11 γίνωνται a 12 ἔστωσαν Β: ἔστω γὰρ a 15 ἐκλελέχθω scripsi: ἐλελέχθω aB 16 εἶπον Β2 corr.: εἰπεῖν a 22 κατ’ ἀρετὴν ἐνέργεια] Eth. Nicom. I 6 p. 1098a 16, X 7 p. 1177a 12 23 σώματοςa τὸ κατὰ 24 τῷ Β: τὸ a 25 ἑπόμενα Β: om. a 26 ἧς scripsi: ὧν aB ἡ superscr. Β3, ut videtur: om. a λεία correxi (cf. p.303,6—8,29): τελεία aB 27 ante ἐνέργεια fort, ἡ addendum ἐνέργεια . . . ἀνεμπόδιστος] Eth. Nicom. VII 13 p. 1153a 14, 14 b12 τὴν om. a (et B ipse p. 302,5,8) 28 ἀνόργητον Β corr.: ἀόργητον a et, ut videtur, Β pr. 29 ἡ om. a ἐφ᾿ scripsi: ὑφ᾿ aB 32 ὧν a: οὗ Β)
Ἤν δὲ μὴ ὅτι παντὶ ἀλλ᾿ ὅτι τινί, οἷς ἕπεται ἑκάτερον.
Τοῦτ᾿ ἔστιν ῾ ἂν δὲ μὴ τὸ καθόλου καταφατικὸν δεῖξαι βουλώμεθα ἀλλὰ τὸ ἐπὶ μέρους καταφατικόν, πάλιν ληπτέον, οἷς ἕπεται ἑκάτερον᾿ ἕπεται δὲ τὸ μὲν ἀγαθὸν τοῖς, ἐφ’ ὧν τὸ Γ, ἡ δὲ ἡδονὴ τοῖς, ἐφ’ ὧν τὸ Η· ἐν τούτοις δὴ ἄν ληφθῇ τινα ταὐτὰ ἀλλήλοις, ἔσται δεικνύμενον δι’ αὐτῶν, ὅτι τις ἡδονὴ ἀγαθόν, ἐν τρίτῳ σχήματι. εἰλήφθω γὰρ ἔκ τε τῶν Γ, οἷς ἕπεται τὸ ἀγαθόν, ἡ ‟κατ᾿ ἀρετὴν ἐνέργεια” καὶ ἐκ τῶν Η τῶν, οἷς ἕπεται ἡδονή, ὁμοίως ἡ ‟κατ᾿ ἀρετὴν ἐνέργεια”, καὶ ὁ μέσος ὅρος ἔστω. ἔσται δὴ ἐν τρίτῳ σχήματι ῾ πᾶσα ‟κατ᾿ ἀρετὴν ἐνέργεια” ἡδονή, πᾶσα ‟κατ᾿ ἀρετὴν ἐνέργεια” ἀγαθόν᾿· ἐξ ὧν ἐν τρίτῳ σχήματι συναχθήσεται τὸ ‘τὶς ἡδονὴ ἀγαθόν᾿. ἀντιστραφείσης γὰρ τῆς ῾ πᾶσα ‟κατ᾿ ἀρετὴν ἀνέργεια” ἡδονή᾿ καὶ γινομένης ἐπὶ μέρους καταφατικῆς τῆς ὅτι τις ἡδονὴ ‟ἐνέργεια κατ’ ἀρετήν”, κειμένου δὲ καὶ τοῦ πᾶσαν ἐνέργειαν κατ’ ἀρετὴν εἶναι ἀγαθὸν συνάγεται τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἐν πρώτῳ σχήματι·
Ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν.
Τοῦν᾿ ἔστιν· ὅταν δὲ δέῃ καθόλου ἀποφατικὸν δεῖξαι, ὃ μὲν οὐ δεῖ ὑπάρχειν, τοῦτ’ ἔστιν, ὃ δεῖ κατηγορῆσαι ἀποφατικῶς ἐν τῷ συμπεράσματι (ἔστι δὲ τοῦτο τὸ ἀγαθόν), ληπτέον τούτου τι ἐκ τῶν μὴ ἐνδεχομένων [*](2 ζ in ras. Β2 3 post γ repetit τῶν a 5 et 8 ἡ scripsi: ἡ aB 15 τῷ a: τὸ Β 18 βουλόμεθα a 23 τὸ ἀγαθόν . . . οἷς ἕπεται (24) om. a 26.27 συνάγεται a 27 γὰρ Β: δὲ a 32 ὑπάρχῃ a 33 ὃ] ᾦ Arist. codices excepto m (cf. p. 304,4,15) οὐ om. in lac. a δεῖ Β1 corr. 35 τούτου] τοῦ τοῦ Β: om. a)
Εἰπὼν δὲ ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ὃ μὲν οὐ δεῖ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, εἶτα μὴ προσθεὶς ῾ ᾧ δὲ μὴ δεῖ ὑπάρχειν, [τὸ] εἰς τὰ ἑπόμενα αὐτῶ᾿ ἐπήνεγκε τὸ ἢ ἀνάπαλιν, ᾧ μὲν δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, ὃ δὲ δεῖ μὴ ὑπάρχειν εἰς τὰ ἑπόμενα, διὰ τοῦ πᾶν τοῦτο θεῖναι δηλῶν καὶ τὸ ἐπὶ τοῦ πρώτου. παρέθετο γὰρ ἀνάπαλιν τοῦτο, ὃ καὶ δι’ οὗ ἐξῆς εἶπεν, ἐδήλωσε· τούτων γάρ, φησίν, ὄντων τῶν αὐτῶν ὁποτερωνοῦν· ἄν τε γὰρ τὸ τῷ κατηγορουμένῳ μὴ ὑπάρχον ταὐτὸν ᾖ τινι τῶν ἑπομένων, ἄν τε ἀνάπαλιν τῶν τῷ ὑποκειμένῳ τι μὴ ὑπαρχόντων ταὐτόν τινι ᾖ τῶν τῷ κατηγορουμένῳ ἑπομένων, καθόλου ἀποφατικὸν συνάγεται. φέρεται δὲ ἔν τισιν ἀντιγράφοις ἡ λέξις ὁλόκληρον καὶ σαφέστερον οὕτως ἔχουσα· ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ᾧ μὲν οὐ δεῖ ὑπάρχειν εἰς τὰ ἑπόμενα, ὃ δὲ δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, ἢ ἀνάπαλιν· αὕτη γὰρ ἡ λέξις ὁλοκλήρως ἔχει, ὃ βούλεται εἰπεῖν.
᾿ Εὰν δὲ τινὶ μὴ ὑπάρχειν.
Τοῦτ᾿ ἔστιν· ἐὰν δὲ δέῃ τὸ ἐπὶ μέρους ἀποφατικὸν δεῖξαι, ὃ λοιπὸν εντι τῶν προβλημάτων, τοῦ μὲν ὑποκειμένου ὅρου, ᾧ δεῖ τινὶ μὴ ὑπάρχειν τι δειχθῆναι οὗτος δέ ἐστιν ἡ ἡδονή), ληπτέον τι ἐξ ἐκείνων, οἷς ἕπεται ἡ [*](102ν) ἡδονή (ταῦτα δ’ ἐστὶ τά, ἐφ’ ὧν τὸ Η), τοῦ δὲ κατηγορουμένου, ὃ βουλόμεθα δεῖξαι τινὶ μὴ ὑπάρχον τῷ ὑποκειμένῳ (τοῦτο δέ ἐστι τὸ ἀγαθόν), ἐκ τῶν. ἃ μὴ ἐνδέχεται [μὴ] ὑπάρχειν αὐτῷ· ταῦτα δ’ ἐστίν, ἐφ’ ὧν τὸ Δ. εἰλήφθω ἐκ μὲν τῶν Δ τὸ ἀλυσιτελές ἐκ δὲ τῶν Η τὸ ἄπονον· ἔσονται ἐν τρίτῳ σχήματι προτάσεις ῾ οὐδὲν ἀλυσιτελές, τοῦτ’ ἔστιν ἄπονον, ἀγαθόν, πᾶν ἄπονον, τ·οῦτ’ ἔστιν ἀλυσιτελές, ἡδύ· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἀντιστραφεῖσα γὰρ ἡ καθόλου καταφατικὴ ἐπὶ μέρους καταφατικὴ γίνεται ἡ ῾ πᾶν ἄπονον ἡδύ᾿· τὶ γὰρ ἡδὺ ἄπονον, οὐδὲν δὲ ἄπονον ἀγαθόν ἐν πρώτῳ σχηματι.
Ἔστω γὰρ τὰ ἑπόμενα τῷ Α, ἐφ’ ὧν Β.
᾿ Επὶ στοιχείων, ἃ προειρήκαμεν, δείκνυσι σαφηνείας χάριν. λαμβάνει δὲ ὅρους μὲν τοὺς ἐν τῷ προβλήματι, περὶ ὧν δεῖ τὰς ἐκλογὰς ποιήσασθαι, [*](2 ὃν addidi 4 δὲ alterum om. a 5 προθεὶς a 6 τὸ prius add. Β: om. a post ἀνάπαλιν add. τὸ a 7 ὃ Β: ᾦ a δεῖ aB (C, Laur. 72,12, B pr.): om. Arist. codices reliqui 9 παρέθετο a: παρέθεντο B 11 ᾖ scripsi: ἡ aB 12 τι scripsi: τινι aB ᾖ a: ἡ B 14 ἔν τισιν ἀντιγράφοις] cum his concinunt nostri codices Arist. 17 post εἰπεῖν eras. 5—6 lit. Β 19 δέῃ scripsi: δεῖ aB 20 δεῖ Β: δὴ a 21 ante δειχθῆναι add. δεῖ a ἡ utrumque om. a 24 μὴ alterum add. B: om. a 29 ἡ a Bpr.: ἣ corr. Β1 31 ἔστω corr. Β2 (ω in ras.): ἔστωσαν a et, ut videtur, Β pr. μὲν a et Ar.: om. B ante β expunxit τὸ Β)
Εἰ δὲ τὸ Δ καὶ τὸ Η ταὐτόν.
Δείκνυσι πάλιν ἐπὶ μέρους ἀποφατικὸν γινόμενον συμπέρασμα, εἰ τῶν Δ τι, ἃ ἦν μὴ ὑπάρχοντα τῷ Α, ταὐτόν τινι ληφθείη τῶν Η, οἷς εἴπετο τὸ E. τὸ γὰρ Α τῷ Η οὐδενί, ὅτι οὐδὲ τῷ Δ, ταὐτὸν δὲ τὸ Δ τῷ Η· τὸ δέ γε E παντὶ τῷ Η· ἐξ ὧν ἐν τρίτῳ σχήματι συνάγεται τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον. ἐπεὶ γὰρ ἕπεται τῷ Η τὸ E καὶ περιέχει αὐτὸ καὶ ὢ κατὰ παντὸς λέγεται τὸ E τοῦ Η, καὶ ἀντιστρέψαντι ἀληθὲς ἔσται τὸ ’H τινὶ τῷ E ὑπάρχει᾿· ἀντιστρέφει γὰρ ἡ ἐπὶ μέρους καταφατικὴ τῇ καθό- [*](1 τὸ α a: τὸν α Β 2 α (post τῷ) Β: πρώτῳ a ὧν (ante β et ante γ) Ar.: ᾧ aB 3 ἃ B: ᾧ a ὧν B et Ar.: ᾧ a μὲν om. a 4 et 5 ὧν aB: οἷς Ar. (??) 5 ante η add. τὸ a 7 τῶν a: τ B 8 τῶν a: τῶ Β 10 ante εἵπετο add. ὑπάρξει a ταὐτὰ ex ταῦτα B2 corr. 11 εἵπετο τὸ α a: ἕπεται τῷ α B τῶν η a: τῷ η B 14 τῷ a: τῶν B τῷ α a 15 τῷ ε a 21 τῷ ζ a τινι a: τί Β 34 ἐστι a 35 ὑπάρχειν a Comment. Aristot. II. 1. Alex, in Anal. Priora. 20)
Εἰ δὲ τὸ Η τῷ Β ταὐτόν, ἀντεστραμμένος ἔστι ὁ συλλογισμός.
Δείξας ἐπὶ μέρους ἀποφατικὸν γινόμενον τὸ συμπέρασμα, εἰ τῶν Δ τι ταὐτὸν τῷ Η ληφθείη, φησὶν ἀντεστραμμένον ἔσεσθαι συλλογισμόν, εἰ ληφθείη τι τῶν H, | οἷς ἕπεται τὸ E, ταὐτόν τινι τῶν Β, ἃ εἵπετο τῷ Α. [*](103r) ἀντεστραμμένον δὲ εἶπεν ἤτοι τῷ προειρημένῳ, ὅτι ἐκεῖνος μὲν ἦν ἐπὶ μέρους ἀποφατικὸν ἔχων τὸ συμπέρασμα, οὗτος δέ γε, ὃν νῦν δείκνυσιν, ἐπὶ μέρους καταφατικὸν συνάγων δείκνυται, ἢ ἀντεστραμμένον εἶπεν, ὅτι ἡ δεῖξις ἀνάπαλιν ἔχει· οὐ γὰρ δείκνυται διὰ τῶν οὕτως λαμβανομένων τὸ Α κατηγορούμενον τοῦ E, ὃ ἔκειτο εἶναι κατηγορούμενον, ἀλλὰ ἀνάπαλιν· τὸ γὰρ E κατὰ τοῦ Α παντός, ἐπειδὴ κατὰ τοῦ Η παντός, τὸ δὲ H κατὰ παντὸς τοῦ Α ταὐτόν γε ὂν τῶν Β τινί, ἃ εἵπετο τῷ Α. ἡ μὲν οὖν δεῖξις καὶ ὁ συλλογισμὸς τοῦ ἀνάπαλιν καὶ ἀνεστραμμένου· τῷ δὲ ἀντιστρέφειν τὴν καθόλου καταφατικὴν τῇ ἐπὶ μέρους δι’ ἀντιστροφῆς γίνεται καὶ τὸ Α τινὶ τῷ E ὑπάρχον ἐπὶ ταῖς τοιαύταις προτάσεσιν. ἐπεὶ δὲ ἐγίνετό πως συλλογισμὸς τοὐ προκειμένου καὶ τοῦ Η τῷ Β ληφθέντος τοῦ αὐτοῦ (διὰ γὰρ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς), διὰ τοῦτο οὐδὲ ταύτην παρέλιπε τὴν δεῖξιν. ὅτι μὲν οὖν πάντα τὰ προβλήματα δείκνυται διὰ τῆς εἰρημένης μεθόδου, δῆλον.
Δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν.
Δεῖν φησιν ἐν ταῖς ἐκλογαῖς τῶν ἑπομένων ἑκατέρῳ τῶν κειμένων ὅρων καὶ οἷς ἑκάτερος αὐτῶν ἕπεται μήτε τὰ προσεχῆ εὐθὺς ἑπόμενα λαμβάνειν μήτε τά, οἷς ἕπεται, ἀλλὰ τὰ πρῶτα καὶ καθολικώτερα, ὑφ’ ἁ τέτακται καὶ τὰ προσεχῆ τοῖς κειμένοις πρῶτα, ἐπισκοπεῖν. λέγει δὲ τῶν ἑπομένων οὐ τὰ ἴδια καὶ τοὺς ὁρισμούς (ταῦτα γὰρ οἰκεῖά τε τῶν κειμενων, καὶ οὐχ οἷόν τε ὁρισμόν τινος ἢ ἴδιον ἔτι εἶναι τὸ καθολικώτερον καὶ πλείοσιν ὑπάρχον) ἀλλὰ τὰ γένη καὶ τὰς διαφορὰς καὶ ὅσα οὕτως ἕπεται. οἷον εἰ ἄνθρωπος εἴη ὁ κείμενος ὅρος, μὴ ζῷον πεζὸν εὐθέως λαμβάνειν ἑπόμενον αὐτῷ ἀλλὰ ζῷον (καθολικώτερον γάρ), καὶ ἔτι πρὸ τοῦ ζῴου τὴν ἔμψυχον οὐσίαν, καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν· καὶ εἰ μέλιττα εἴη, μὴ τὸ ὁλόπτερον ἀλλὰ μᾶλλον τὸ πτηνόν καθολικώτερον γὰρ τοῦτο), καὶ ἔτι μᾶλλον τὸ ζῷον, καὶ ἔτι πρῶτον τὴν οὐσίαν. λέγει δὲ τὸ [*](1 τὸ alterum om. a 3 τὸ η τῷ aB (m): τῷ η τὸ Ar. ὁ B (d f n m): om. a et Ar. (cf. vs. 6) 5 τῶν a: τῷ Β 7 τῶν β scripsi: τῷ β aB 8 ἦν scripsi: ᾖ aB 13 post ἐπειδὴ add. καὶ a 14 τῶν scripsi: τῷ aB 26 μήτε Β: μὴ a 27 ἐπισκοπεῖ a 28 γὰρ om. a 33 καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν om. a 34 ὁλόπτερον . . . πτηνόν] cf. Anal. post. ΙΙ 13 p. 96 b 39)