In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων καὶ τὰ μὴ ὑπάρχοντα δυνατὰ δὲ ὑπάρχειν.
’Ev τῇ ἐκλογῇ τῇ ἐπὶ τῶν ἐνδεχομένων συλλογισμῶν δεῖν φησι τὰ ἑπόμενα λαμβάνοντα τοῖς κειμένοις ὅροις, ὧν κατὰ τὸ ἐνδεχόμενον τὴν συναγωγὴν βουλόμεθα ποιήσασθαι πρὸς ἀλλήλους, μὴ μόνον λαμβάνειν τὰ ὑπάρχοντα μὲν αὐτοῖς ἐνδεχομένως δὲ ὑπάρχοντα, ἀλλὰ καὶ τὰ μὴ ὑπάρχοντα μὲν αὐτοῖς ἐνδεχόμενα δὲ ὑπάρχειν καὶ ταῦτα θετέον ἐν τοῖς ἐνδεχομένως ὑπάρχουσι καὶ ἑπομένοις. ἐδείχθη γάρ, ὅτι καὶ διὰ τῶν μὴ ὑπαρχόντων ἐνδεχομένων δὲ ὑπάρχειν ὁ τοῦ ἐνδεχομένου συλλογισμός· ἐχρήσατο δὲ τούτῳ, ὅτε ἐν ταῖς μίξεσι τὸ ἐνδεχόμενον μετελάμβανεν εἰς τὸ ὑπάρχον ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ὡς εἰς ψεῦδος μὲν οὐ μὴν ἀδύνατον. καὶ ὁ τοῦ ἐνδεχομένου δὲ ὁρισμός, ὃν ἐξέθετο, τοιοῦτος ἦν· “οὗ γὰρ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν” οὐδὲν ἀδύνατον εἵπετο, | τοῦτ’ ἦν ἐνδεχόμενον· [*](111r) καὶ γὰρ καὶ διαφέρειν δοκεῖ τὸ κυρίως ἐνδεχόμενον τοῦ κυρίως ὑπάρχοντος κατὰ τοῦτο.
‘Ομοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν.
Τοὺς τρόπους κατηγορίας εἴρηκεν· αἰεὶ γὰρ κατηγοροῦνται. εἰπὼν δὲ δεῖν καὶ ἐπὶ τοῦ ἀναγκαίου καὶ ἐπὶ τοῦ ἐνδεχομένου τὴν αὐτὴν ἐπίβλεψιν [*](1 τὸ (??) a: τῷ (??) Β 2 πρὸ ταύτης Β: πρώτης a 3 ἦν scripsi: ᾖ aB οὐδενὶ τῷ δ a 7 ἀναγκαῖον a 10 post ζητοῦντας add. πάντα a τε om. a 15 ἐνδεχομένων] συλλογισμῶν a 18 λαμβάνοντας a 19 post τὰ add. μὴ a 20 ἐνδεχομένως . . . αὐτοῖς (21) in mg. Β2 21 ante ἐν add. ὡς a 26 οὗ κτλ.] c. 13 p. 32a 19 οὗ ex οὐ corr. Β2)
Φανερὸν οὖν ἑκτῶν εἰρημένων οὐ μόνον, ὅτι ἐγχωρεῖ διὰ ταύτης τῆς ὁδοῦ γίνεσθαι πάντας τοὺς συλλογισμούς.
Οὐ μόνον φησὶν ἐνδέχεσθαι τοὺς συλλογισμοὺς πάντας γίνεσθαι κατὰ τὴν εἰρημένην μέθοδον, ἀλλὰ καὶ ἅλλως ἀδύνατον, καὶ δείκνυσι, διὰ τί ἀδύνατον ἅλλως. πᾶς μὲν γὰρ συλλογισμὸς διά τινος τῶν τριῶν σχημάτων γίνεται· αἱ γὰρ λαμβανόμεναι προτάσεις συλλογιστικῶς κατά τι τούτων τῶν σχημάτων λαμβάνονται· τὰ δὲ σχήματα ταῦτα καὶ τὰς κατ’ αὐτὰ συζυγίας οὐχ οἷόν τε ἐξ ἄλλων συνίστασθαι ἢ ἐκ τῶν ἑπομένων τε αὐτοῖς καὶ τῶν, οἷς ἕπεται αὐτά, καὶ τῶν μὴ ὑπαρχόντων αὐτοῖς. ἐκ τούτων γὰρ καὶ ὁ μέσος λαμβάνεται· τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐκ τῶν ἑπομένων καὶ οἷς ἕπεται, τὸ δὲ καθόλου ἀποφατικὸν ἐκ τῶν ὑπαρχόντων καὶ μὴ ὑπαρχόντων, τὰ δὲ ἐπὶ μέρους, τό τε καταφατικὸν καὶ τὸ ἀποφατικόν, ἐκ τῶν, οἷς ἕπεται αὐτά· τούτων δὲ ἀλλήλοις συντιθεμένων ὁ μέσος ὅρος ἐδείχθη γινόμενος. οὐκ ἄν λέγοι δὲ ταῦτα περὶ τῶν δι’ ὅλου ὑποθετικῶν, ὅτι μηδὲ κυρίως ἡγεῖται τοὺς τοιούτους εἶναι συλλογισμοὺς οὐδεμιᾶς ὑπάρξεως ὄντας δεικτικοὺς ἀλλὰ ἀκολουθίας μόνον.
Ἡ μὲν οὖν μέθοδος κατὰ πάντων ἡ αὐτή.
Ὃ λέγει, τοιοῦτόν ἐστιν· ἡ μὲν πρὸς τὸ συλλογίσασθαι ὁδός τε καὶ μέθοδος ἡ αὐτὴ ἐν πάσαις ἐπιστήμαις τε καὶ τέχναις τῖς διὰ συλλογισμῶν ἀποδεικνυούσαις τι τῶν οἰκείων, εἴ γε ἐκ τῶν εἰρημένων ἐπιβλέψεων πᾶς συλλογισμός. καὶ φιλοσόφῳ δὴ καὶ ἰατρῷ καὶ ῥήτορι καὶ μουσικῷ καὶ [*](3 οἱ Β: καὶ a 6 δὲ καὶ a et Ar.: om. Β (sed cf. vs. 9) 11 ἐνδέχεσθαι Β: ἐνδεχομένου a γίνεται om. a 12 ἐκλέγειν χρὴ a 17 πάντας τοὺς συλλογισμοὺς a 21 αὐτὰς a 22 τε alterum om. a 28 λέγει a 31 μέθοδος aB (n); ὁδὸς Ar. 32 συλλογίζεσθαι a 35 δὴ om. a)
Αἱ δ’ ἀρχαὶ τῶν συλλογισμῶν καθόλου μὲν εἴρηνται.
Τὰς μὲν ἀρχὰς τῶν συλλογισμῶν τὰς προτάσεις λέγει. καθόλου μὲν οὖν καὶ κοινῶς εἴρηται, πῶς ληπτέον αὐτὰς καὶ τίνα τίσι συγκριτέον τῶν ἐκλελεγμένων βουλομένοις ἢ καθόλου καταφατικὸν ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους πρότασιν λαβεῖν· οὔτε γὰρ εἰς ταὐτὰ αἰεὶ οὐδὲ ἐν τοῖς αὐτοῖς τὴν ζήτησιν καὶ τὴν σύγκρισιν ποιησόμεθα, ἀλλ’ ὃν εἰσηγήσατο τρόπον.
Καθ’ ἕκαστον δὲ τῶν ὄντων ἐκλέγειν.
Δεῖν φησι καθ’ ἕκαστον τῶν ὄντων ἐκλέγειν προχειριζομένους, τίνα τε ἑπόμενα αὐτῷ ἢ τίσιν ἕπεται, τίνα δὲ μὴ ἐνδεχόμενα ὑπάρχειν αὐτῷ. εἰπὼν δὲ ἢ ἐπιστήμης ἀντὶ τοῦ ‘ἢ ἐπιστήμης πλείους’ προσέθηκεν, ὅτι [*](5 ὡς om. a 6 οἷς Ar. 7 ἕκαστον ἑκάτερον aB: ἑκάτερον Ar. (ἔκαστον um) 12 ὑπέγραφε a 13 post ἀλλὰ add. καὶ a 15 μὴ om. a ὑπάρχον a: ὑπάρχειν Β 16 τοῦ δὲ . . . ληπτέον om. a 17 κἂν scripsi: καὶ aB 20 οὖν om. a 23 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] I 13 — 18 24 ἀποδεικτικῶν Β: τοπικῶν a 29 ταὐτὰ scripsi: ταῦτα Β: τὰ αὐτὰ a οὑδὲ] immo οὔτε 31 ἐκλέγειν τῶν ὄντων Ar. 34 ἐπιστήμης (ante πλείους) scripsi: ἐπιστήμας aB πλείους] scil. ἀρχαί (46 a 10) 10))
Ὅτι δ’ ἡ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν ἐστι15 τῆς εἰρημένης μεθόδου ῥᾴδιον ἰδεῖν· ἔστι γὰρ ἡ διαίρεσις οἷον ἀσθενὴς συλλογισμός.
Λέγει μὲν περὶ τῆς διαιρετικῆς , ᾗ Πλατῶν ἐχρήσατο , δείκνυσι δὲ αὐτὴν μικρὸν μέρος οὖσαν τῆς ὑπ’ αὐτοῦ εἰρημένης τε καὶ παραδεδομένης συλλογιστικῆς μεθόδου. τὴν δὲ εἰρημένην μέθοδον λέγοι ἄν ἤτοι, ἣν πρὸς τὴν εὕρεσιν τῶν οἰκείων καθ’ ἕκαστον πρόβλημα προτάσεων ὑπέγραψε διὰ τῆς εἰρημένης ἐκλογῆς τε καὶ ἐπισκέψεως τῶν τε ἑπομένων καὶ τῶν, οἷς ἕπεται, καὶ τῶν μὴ ὑπαρχόντων τοῖς, περὶ ὧν ὁ συλλογισμός ταύτης γὰρ τῆς μεθόδου μικρόν τι μόριόν φησιν εἶναι τὴν διαιρετικὴν μέθοδον, ἡ ἐχρῶντο οἱ πρὸ αὐτοῦ πρὸς τὴν τῶν προτάσεων εὕρεσιν καὶ τὴν τῶν οἰκείων ὅρων τοῦ ζητουμένου λῆψιν διὰ τῆς τῶν γενῶν διαιρέσεως), ἢ τῆς εἰρημένης μεθόδου λέγοι ἄν μᾶλλον ‘τῆς συλλογιστικῆς πάσης’· ταύτης γὰρ μικρὸν μόριον ἠ διαιρετική, εἴ γε, ὡς ἐρεῖ, ἀσθενής ἐστι συλλογισμός. πρόκειται δὲ αὐτῷ δεῖξαι, ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ περὶ συλλογισμῶν ἢ ἔγνω τι ἢ ἐπραγματεύσατο. τοῦτο δὲ δείκνυσιν ἐκ τοῦ τὴν διαιρετικήν, ᾖ ἐχρῶντο οἱ πρὸ αὐτοῦ μόνῃ οὖτοι δ’ ἦσαν, ὡς εἶπον, οἱ περὶ Πλάτωνα), πρῶτον μὲν ἄχρηστον εἶναι πρὸς συλλογισμόν , δεύτερον δέ , ὅτι, καὶ εἰ συγχωρηθείη τινὰ δύνασθαι δείκνυσθαι δι’ αὐτῆς συλλογιστικῶς, ἀλλὰ ὀλίγα τε καὶ οὐδὲ τὰ προκείμενα κατ’ αὐτούς. μόνα μὲν γὰρ ἐπαγγέλλεται ἡ μέθοδος αὕτη δεικνύναι τὰ ἐν τῇ οὐσίᾳ ὑπάρχοντα τοῦ προκειμένου· εἰς γὰρ ταῦτα ἡ διαίρεσις ἡ τῶν γενῶν, ἃ οὐδὲ αὐτὰ δείκνυσιν, ὡς δειχθήσεται. οὔτε δὲ ἀνασκευάσαι τι τῇ μεθόδῳ χρωμένους τῇ διαιρετικῇ οἷόν τε οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι, ὡς δείξει. μικρὸν μὲν οὖν μόριον τῆς εἰρημένης μεθόδου τὴν διαιρετικὴν εἶπεν ἤτοι, ὅτι καὶ αὐτὴ λαμβάνει τὰ τῷ ζητουμένῳ ἑπόμενα καὶ διὰ τούτων πειρᾶταί τι δεικνύναι· τὰ γὰρ γένη λαμβάνουσα τῶν προκειμένων , ἅπερ ἐστὶν ἑπόμενα αὐτοῖς, τούτων ποιεῖται τὴν διαίρεσιν ζητοῦσα τῶν ἐκ τῆς διαιρέσεως τίνα ἕπεται. πάλιν καὶ λαμβάνουσα τὰ τούτοις ἑπόμενα, ὡς δείξουσα, τί τῶν ἐκ τῆς ὢ τοῦ γένους διαιρέσεως ἕπεται τῷ ὑποκειμένω, οὗ τὸ γένος ἐλήφθη, οὐ μὴν [*](2. 3 τὰ δὲ κτλ.] Top. I 13 p. 105 a 21 3 μὲν τὸ Ar. 4 περὶ τάξεως κτλ.] Top. VIII 1 p. 155b18 5 ληπταίαι 6 δ’ εἰσίν aB: δὲ λέγονται Αr. ὁ om. a 7 τῶν aB: διὰ τῶν Ar. 20 γε Β: τε a 23 ὡς εἶπον om. a 31 ἤτοι] cf. p. 334, 12 33 τῶν προκειμένων om. a 35 πάλιν καὶ λαμβάνουσα, quod post ζητοῦσα (vs. 34) habent aB, hue transposui)
Τὸ δὲ ἔστι γὰρ ἡ διαίρεσις οἷον ἀσθενὴς συλλογισμὸς πῶς καὶ διὰ τί εἴρηκεν, ἐξηγεῖται αὐτός, δι’ ὧν ἐπιφέρει, λέγων ὃ μὲν γὰρ δεῖ δεῖξαι, αἰτεῖται, συλλογίζεται δὲ αἰεί τι ἐκ] τῶν ἄνωθεν. ἔστι δέ, ὃ λέγει, τοιοῦτον· ὃ μὲν πρόκειται δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον διὰ τῆς διαιρετικῆς μεθόδου, τοῦτο οὐ δείκνυσιν ἀλλ’ αἰτεῖται καὶ προχείρως καὶ χωρὶς δείξεως λαμβάνει, διό ἐστιν ἀσθενὴς οὐ δεικνῦσα, ὃ βούλεται. τὴν γὰρ δεῖξιν καὶ τὸν συλλογισμὸν ποιεῖται αἰεί τινος ἀνωτέρω ὄντος καὶ κοινοτέρου καὶ περιέχοντος τοῦτο , ὃ βούλεται λαβεῖν. προθέμενος γὰρ δεῖξαι τὸν ἄνθρωπον λογικόν, ἄν οὕτω τύχῃ, λαβὼν τὸ γένος αὐτοῦ τὸ ζῷον, τοῦτο διαιρεῖ εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συλλογίζεται μέν, ὅτι ἐστὶν ἄνθρωπος ἢ λογικὸν ἢ ἄλογον, διὰ τῶν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι, πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογόν ἐστιν, ὁ ἄνθρωπος ἄρα λογικὸν ἢ ἄλογον’, διὸ καὶ μόριόν ἐστι τῆς προειρημένης μεθόδου. ὃ <δὲ> δεῖξαι ἦν δὲ τοῦτο τὸ λογικόν), τοῦτο οὔτε δείκνυσιν οὔτε συλλογίζεται, ἀλλὰ συλλογισάμενος τὸ κοινὸν καὶ καθόλου, ὑφ’ οὗ περιέχεται τὸ λογικόν συνήγαγε γὰρ ἢ λογικὸν ἢ ἄλογον εἶναι τὸν ἄνθρωπον), τὸ λογικὸν αὐτὸν εἶναι καὶ μὴ ἄλογον χωρὶς δείξεως αἰτεῖταί τε καὶ τίθησιν. εἰ δέ ἐστιν ἀσθενὴς συλλογισμὸς ἡ διὰ τῆς διαιρέσεως δεῖξις, μικρόν τι ἄν μόριον εἴη τῆς ὑφ’ ἡμῶν μεθόδου παραδεδομένης, μόριον μὲν οὖσα αὐτῆς, καθ’ ὃ ὁπωσοῦν συνάγει τι καὶ συλλογίζεται, εἰ καὶ μὴ ὃ προτίθεταί τε καὶ βούλεται, μικρὸν δέ, ὅτι ἀσθενὴς καὶ οὐχ ὃ βούλεται δείκνυσιν, ἢ μικρὸν μέν, διότι περὶ τῶν ἐν τῇ οὐσίᾳ μόνων καὶ κατὰ τὸ πρῶτον σχῆμα μόνον καὶ ἐν τούτῳ μοναχῶς, ἀσθενὴς δέ, ὅτι μὴ τὸ προκείμενον οἷόν τε κατ’ αὐτὸν συλλογίζεσθαι.
[*](6 ὑπάρχη Β 17 ἐκ Β: om. a et Ar. (cf. p. 335, 14, 24) 20 δεικνὺς a 21 ἀεί a ἀνωτέρου a 24 τὸ alterum om. a 26 ἄρα ὁ ἄνθρωπος a δὲ a: καὶ B 31 τε om. a post δὲ add. καὶ a 32 av om. a 34 ὁποσοῦν a 36 τὸ om. a 38 κατ’ αὐτὸν a: κατὰ ταὐτὸν Β)Πρῶτον δὲ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους αὐτῇ
[*](112v)Καὶ τοῦτο αἰτιᾶται τῶν τῇ διαιρετικῇ μεθόδῳ Χρωμένων, ὅτι ᾤοντο οὐσίας τε καὶ ὁρισμοῦ ἀπόδειξιν εἶναι καὶ διὰ τοῦτο ἐπειρῶντο ἀποδεικνύναι τε καὶ συνάγειν τὸν ἑκάστου ὁρισμὸν χρώμενοι τῇ διαιρετικῇ ταύτῃ. ὅτι μὲν οὖν μὴ ἔστιν ὁρισμοῦ ἀπόδειξιν καὶ συλλογισμὸν ποιῆσαι ὡς συμπέρασμα τὸν ὁρισμὸν τῆς ἀποδείξεως γενέσθαι, καθ’ ἃ ἡ διαιρετικὴ ποιεῖν βούλεται, δείξει αὐτὸς διὰ πλειόνων ἐν τῷ τῶν ‘Υστέρων ἀναλυτικῶν δευτέρῳ. ὅτι δὲ μηδὲ ἡ διαίρεσις αὐτοῖς τοιοῦτόν τι ἐδείκνυεν, ὡς ᾤοντο, νῦν ἐρεῖ. δύο οὖν ἠγνόουν οἱ χρώμενοι τῇ διαιρετικῇ, ὅ τι τε οὕτως οἷόν τε ἦν συλλαγίσασθαι διαιρουμένους (τὸ γὰρ ὄ τι ἀντὶ τοῦ ‘τί’· οὐ γὰρ τὸν ὁρισμόν, ὡς ᾤοντό τε καὶ ἐβούλοντο), ἔτι τε οὔτε] ὅτι οὕτως ἐνεδέχετο τῇ διαιρετικῇ χρωμένους συλλογίζεσθαί τι, ὡς εἰρήκαμεν· εἴρηκε γάρ, ὅτι αἰεὶ τῶν ἄνωθέν τινος ὁ συλλογισμὸς διὰ τῆς διαιρέσεως γίνεται, ἀλλ’ οὐκ αὐτοῦ τοῦ προκειμένου. καὶ τοῦτο οὖν ἠγνόουν. ἢ τὸ ὅτι οὕτως ἐνεδέχετο, ὡς προειρήκαμεν δηλωτικόν ἐστι τοῦ ἀγνοεῖν αὐτοὺς τὸν τρόπον τοῦ πῶς οἷόν τέ ἐστι συλλογίζεσθαι τὸ προκείμενον μόνως, ὡς ἔδειξεν, ὃν τρόπον αὐτὸς πρὸ ὀλίγου παρέδωκεν, οὗ τρόπου κατ’ ἄγνοιαν οὐ τὸ προκείμενον αὐτοῖς συνελογίζετο.
Ἐν μὲν οὖν ταῖς ἀποδείξεσιν, ὅταν δέῃ τι συλλογίσασθαι ὑπάρχειν, δεῖ τὸ μέσον ἑπόμενον.
Προειπὼν περὶ τῆς διαιρετικῆς τινα, ὅτι τε “μικρὸν μόριόν” ἐστι τῆς συλλογιστικῆς καὶ | “ἀσθενὴς συλλογισμός”, διότι ὃ μὲν βούλεται δεῖξαι, [*](113r) τοῦτο “αἰτεῖται, συλλογίζεται δὲ αἰεί τι τῶν ἄνωθεν”, καὶ ὅτι τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν τὸν ἑκάστου ᾤοντο δεικνύναι τῇ μεθόδῳ ταύτῃ, ὃ οὔτε ἔστι συλλογίσασθαι οὔτε ἐδείκνυον ἐκεῖνοι, καὶ ὅτι ἠγνόουν, πῶς δεῖ συλλογίζεσθαι, νῦν ἕκαστον τούτων οὕτως ἔχον δείκνυσι διὰ τοῦ παραθέσθαι, πῶς μὲν ποιοῦσιν οἱ ἀποδεικνύοντές τι καὶ συλλογιζόμενοι, τί δὲ ἐποίουν ἐκεῖνοι. ἐν μὲν οὖν ταῖς ἀποδείξεσι καὶ τοῖς συλλογισμοῖς, ὅταν ἄλλο ἄλλῳ ὑπάρχειν δέῃ δεῖξαί τε καὶ συλλογίσασθαι, δεῖ τὸν μέσον ὅρον τὸν συνάπτοντα τὰς προτάσεις ἐλάττονα εἶναι τοῦ κατηγορουμένου καὶ ὑποκείμενον τῷ, οὗ βούλονται ποιῆσαι τὸ συμπέρασμα. αὕτη γὰρ ἡ τάξις ἐν πρώτῳ σχήματι, δι’ οὗ αἵ τε ἀποδείξεις αἱ κυρίως καὶ τὸ παντὶ καὶ καθόλου ἄλλο ἄλλῳ ὑπάρχειν δείκνυται, ὅπερ κἀκεῖνοι δεικνύναι βούλονται· ὧν γὰρ τοὺς ὁρισμοὺς ζητοῦσιν, οὐκ ἔστι καθ’ ἕκαστα· τὰ γὰρ καθ’ ἕκαστα οὐχ ὁριστά. αἱ μὲν οὖν ἀποδείξεις διὰ τοιούτου μέσου, ὃ πάντως ὑπόκειται τῷ δεικνυμένῳ· [*](1 ἐκλήθει a 8 ἐν τῷ τῶν ‘Υστ. ἀναλ. δευτέρῳ] ΙΙ 4 10 ὅτι τε οὕτως in spat, vac., ut videtur, B2 11 διαιρουμένους ex διαιρουμένης corr. Β 12 οὔτε ut ex Ar. translatum delevi 16 ὥσπερ εἰρήκαμεν (cf. vs. 13) Ar. 17 συλλογίζεσθαι ex συλλογίσασθαι corr. Β1 29 ἄλλῳ ἄλλο a 30 τε Β: τι a 32 τάξις Β: πρότασις a 33 ἄλλῳ ἄλλο a 35 ὡριστά a 36 ante τοιούτου add. τοῦ a ὃ a: ᾧ Β)
Τέλος δέ, ὅτι τοῦτ’ ἔστιν ἄνθρωπος ἢ ὅτι ποτ’ ἄν ᾖ τὸ ζητούμενον.
Καίτοι οὕτως, φησί, λαμβάνοντες, ἃ χρήσιμα οἴονται πρὸς τὸ ὁρίσασθαι σθαι καὶ ταῦ|τα αὐτὰ αἰτούμενοι ἀλλ’ οὐ διὰ συλλογισμοῦ δεικνύντες τὸ [*](113v) [*](4 καὶ prius om. a 5 ὃ Β: καὶ a 6 οὕτως om. a 8 δείκνυται a 12 οὖ scripsi: οὐ aB τε om. a 18 διαλαμβανομένῳ a 23 οὐκ superscr. Β3: οὖν B pr. : οὐδ’ α 26 τῷ om. a 28 ἢ ἄπουν ἢ ὑπόπουν a 31 ἔλαβεν Ar.: ἔλαβον (ut vs. 30) aB 32 τίθεται ζῷον εἶναι Ar.)
Καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦνται πᾶσαν οὐδὲ τὰς ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν.
Τοῦτ’ ἔστι· πᾶσα ἡ ὁδὸς αὐτοῖς ἡ διαιρετικὴ αὕτη γίνεται, οὐδὲ τὰς περὶ ἑκάστου τῶν λαμβανομένων ὑπ’ αὐτῶν ἐνδεχομένας εὐπορίας πρὸς τὸ συλλογιστικῶς δειχθῆναι αὐτὰ λαμβάνουσιν. ἔνεστι μὲν γὰρ τὸ τὸν ἄνθρωπον λογικὸν εἶναι συλλογίσασθαι καὶ ἐξ οἰκείων προτάσεων λαβόντας πάντα ἄνθρωπον διανοητικὸν εἶναι φέρ’ εἰπεῖν ἢ βουλευτικὸν ἢ ἀριθμητικόν, ἑκάστου δὲ τούτων τὸ λογικὸν κατηγορήσαντας. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ συλλογίσασθαι, ὅτι μή ἐστιν ἄλογος· ἦν γὰρ αὐτοῖς ἡ διαίρεσις ἡ τοῦ ζῴου εἴς τε λογικὸν καὶ ἄλογον. ἄν δὴ διὰ συλλογισμοῦ δειχθῇ ὁ ἄνθρωπος μὴ 30 ὢν ἄλογος, εὐλόγως ἄν λαμβάνοιτο λογικὸς εἶναι, ἐπεὶ δέδεικτο ἢ λογικὸς ἢ ἄλογος ὤν. ὅτι οὖν μὴ ἄλογος, <οὕτως>· πᾶς ἄνθρωπος διανοητικός, οὐδὲν διανοητικὸν ἄλογον, οὐδεὶς ἄρα ἄνθρωπος ἄλογος. τούτων μὲν οὖν οὐδὲν προσπαραλαμβάνουσιν ἐν ταῖς δείξεσι, δι’ ὧν οἷόν τέ ἐστι διὰ συλλογισμοῦ τῶν ἐκ τῆς διαιρέσεως τοῦ κοινοῦ τὸ ἕτερον δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον, διαιρούμενοι δὲ τὸ κοινὸν καὶ τὸ γένος αἰεί, ὃ βούλονται τῶν ἐκ τῆς διαιρέσεως, χωρὶς δείξεως προσλαμβάνουσιν.
[*](1 ᾖ Β: εἴη a τῶν Β: τούτων a 3 τὸ alterum om. a 4 δι’ ὁρισμοῦ Β 13 Περὶ ἑρμ.] c. 11 p. 20 b 35 15 ἐστι om. a τὰ om. a 17 προλαμβανομένων a 22 ἡ διαιρετικὴ αὕτη Β: αὐτὴ ἡ διαιρετικὴ a 24 αὐτὰς a 25 λαβόντες a 29 δὴ Β: μὴ a 30 δέδεικτο ἢ ex δέδεικται corr. Β1: δέδεικτο a 31 οὕτως addidi 35 διαιρούμενον a post κοινὸν add. καὶ τὸ κοινὸν a)Φανερὸν δέ, ὅτι οὗτε ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ [*](113v) ἔστιν οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οὔτε
Ὅ εἶπε πρὸ ὀλίγου. ὅτι “μικρόν τι μόριόν” ἐστιν ἡ διαιρετικὴ τῆς συλλογιστικῆς μεθόδου, νῦν δείκνυσι καὶ διὰ τούτων· πρὸς γὰρ τῷ καὶ ὃ συλλογίζονται μὴ δεῖξαι, ὃ βούλονται, εἶναι, ἄλλο δέ τι, διὸ καὶ ἀσθενὴς ὁ συλλογισμὸς αὐτῶν, οὔτε ἀνασκευάσαι τι οἷόν τε χρωμένους ταύτῃ τῇ μεθόδῳ πάντα γὰρ καταφατικὰ τὰ συναγόμενα κατὰ τὴν μέθοδον ταύτην, τὸ δὲ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως μὴ ὑπάρχειν τῷ προκειμένῳ προχείρως λαμβάνεται ὥσπερ καὶ τὸ τὸ ἕτερον ὑπάρχειν· οὐδετέρου γὰρ ἰδίᾳ γίνεται ὁ συλλογισμός)· ἀλλ’ οὐδὲ περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οἷόν τε τῇ μεθόδῳ ταύτῃ χρωμένους· τῶν γὰρ λαμβανο|μένων κοινῶν [*](114r) τε καὶ γενῶν ἡ διαίρεσις οὐ κατὰ συμβεβηκότα γίνεται ἀλλὰ κατὰ τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ· συμβεβηκὸς δὲ καὶ τὸ ἴδιον· ἔτι τε οὐδὲ οἷόν τε εἰς δία τῶν γενῶν γίνεσθαι τὴν διαίρεσιν. ἔτι οὐδέ, εἰ γένος τόδε τι ἢ οὔ, δείκνυσιν, ἀλλὰ λαβὼν τόδε εἶναι γένος τοῦ προκειμένου ὡς ὃν φανερὸν τὴν διαίρεσιν αὐτοῦ ποιεῖται , ὡς ἤδη προείρηται. δι’ ὧν δὲ οἷόν τε γένος κατασκευάζειν ἢ ἀνασκευάζειν, ἐν τοῖς Τοπικοῖς εἴρηται· ὁμοίως καὶ δι’ ὧν συμβεβηκὸς ἢ ἵδιον δείκνυται. ἀλλ’ οὐδ’ ὃ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί τε καὶ τίθησιν ἕστι δὲ τοῦτο τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως, ὅ λαμβάνει μετὰ τοῦ διαιρεθέντος γένους), πότερον γένος ἢ ἵδιον ἢ συμβεβηκός ἐστι τοῦ προκειμένου, δείκνυσιν · οὐδὲ γὰρ τὴν ἀρχὴν αὐτὸ ὑπάρχειν τῷ κειμένῳ διὰ συλλογισμοῦ δείξας ἔθετο. τέλεον δὲ ἄχρηστον τὴν μέθοδον ἔδειξε διὰ τούτων τὴν διαιρετικὴν πρὸς συλλογισμόν· τεττάρων γὰρ ὄντων προβλημάτων, περὶ ὅρου, περὶ ἰδίου, περὶ γένους, περὶ συμβεβηκότος, περὶ οὐδενὸς τούτων ἔδειξεν αὐτὴν συλλογιζομένην· περὶ γὰρ οὗ οἴεται μόνου δεικνύναι, οὐδὲ τοῦτο δείκνυται διὰ συλλογισμοῦ.
Οὔτ’ ἐν οἶς ἀγνοεῖται, πότερον ὧδε ἢ ὧδε ἔχει.
Τὸ λεγόμενον τοιοῦτόν ἐστιν · ἐφ’ ὧν μὲν φανερόν ἐστι τὸ προκείμενον καὶ μὴ δεόμενον δείξεως, οἷον ὅτι ἄνθρωπος λογικός ἐστιν ἀλλ’ οὐκ ἄλογον, ἢ ὅτι ὑπόπουν ἀλλ’ οὐκ ἄπουν, καὶ δίπουν ἀλλ’ οὐ πολύπουν, ἐπὶ τούτων δόξουσιν εὐλόγως προσλαμβάνειν τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως τῷ γνώριμον εἶναι καὶ μὴ ἀμφισβητούμενον· ἐφ’ ὧν δὲ ἀγνοεῖται 20 τὸ προκείμενον, ἐν ὁποτέρῳ τῶν ἐκ τῆς διαιρέσεως ἐστι, καὶ δείξεως δεῖται, ἄχρηστος ἐπὶ τούτων ἡ μέθοδος αὐτοῖς. ἀπορουμένου γὰρ τοῦ πότερον ἄρτιοι οἱ ἀστέρες ἢ περιττοί, ἄν λαβών τις τὸν ἀριθμὸν πάντα καὶ πᾶν πλῆθος [*](4 πρὸ ὀλίγου] p. 46 a 31 10 τὸ alterum om. a 13 ante συμβεβηκότα add. τὰ a 15 εἰσὶ διὰ τὴν διαίρεσιν τῶν γενῶν γίνεσθαι a post ἔτι add. δὲ a 18 ἐν τοῖς τοπικοῖς] 1. II — V post ὁμοίως add. δὲ a 23 συλλογισμοῦ] υ alterum in ras. B 28 ante πότερον add. τὸ Ar. ἢ ὧδε in mg. Β2 36 ante τὸν add. καὶ a)
’Ex τίνων μὲν οὖν αἰ ἀποδείξεις γίνονται.
Δείξας ὅτι πρὸς ἀπόδειξιν καὶ συλλογισμὸν οὐδὲν χρήσιμος ἡ διαιρετικὴ μέθοδος, ὅτι καὶ τοῦτο πρὸς τὴν τοὐ προκειμένου δεῖξιν χρήσιμον ἦν πρὸς γὰρ τὴν κατασκευὴν τοῦ ὅτι κατὰ τὴν προειρημένην ὑπ’ αὐτοῦ ἐκλογὴν καὶ τὴν ἐπίβλεψιν τῶν ἐκλελεγμένων, καθ’ ὃν εἴρηκε τρόπον, δεῖν ποιεῖν τήν τε τῶν προτάσεων λῆψιν καὶ τῶν συλλογισμῶν πάντων εὕρεσιν, χρήσιμον ἦν αὐτῷ δειχθὲν τὸ κατ’ ἐκείνην τὴν μέθοδον ἄχρηστον) , ὃ φανερὸν ποιήσας ὑπομιμνήσκει ἡμᾶς τῶν προειρημένων δεικνύς, ὅτι ἐκ τούτων [*](1 τὸ περιττὸν καὶ τὸ ἄρτιον a τὸ (ante τοὺς) om. a 6 διέλοι correxi: διέλῃ aB 7 post καὶ prius add. τὸ a 11 μὴ alterum ex μὴν corr. Β1 17 δέ B: τέ a 18 ὁποτέρῳ a 19 post ἐστι add. τοῦτο τῷ a 20 προσλαμβάνειν . . . τιθέναι a 20 Περὶ ἑρμ.] c. 11 p. 201135 — 21 a 1 29 οὖν om. a 30 ante χρήσιμος add. ἐστι a 32 ὑπ’ αὐτοῦ Β: αὐτῷ a 34 τήν . . . λῆψιν . . . εὕρεσιν scripsi: ἡ . . . λῆψις . . . εὕρεσις aB)
Πῶς δ’ ἀνάξομεν τοὺς συλλογισμοὺς εἰς τὰ προειρημενα [*](115r) μένα σχηματα.
Διὰ τούτων ὑπογράφει μέθοδον ἡμῖν, δι’ ἧς δυνησόμεθα πάντα τὸν προβληθέντα συλλογισμὸν ἀνάγειν εἰς τὸ οἰκεῖον σχῆμα, ἥτις μέθοδος εὑρετικοὺς ἡμᾶς ποιήσει καὶ τοῦ τίνες μὲν τῶν ἐρωτωμένων λόγων εἰσὶ συλλογιστικοί, τίνες δὲ φαίνονται μέν, εἰσὶ δὲ ἀσυλλόγιστοι· εἰ γάρ τις εἰς μηδὲν τῶν τριῶν ἀνάγεσθαι δύναιτο σχῆμα τῇ μεθόδῳ ταύτῃ προσχρωμένων ἡμῶν, ἣν παραδίδωσιν, ἢ ἀνάγοιτο μὲν εἴς τι αὐτῶν, μὴ τῶν συλλογιστικῶν δὲ συζυγιῶν τινα, δῆλον ὅτι ἀσυλλόγιστος ἄν εἴη. ἀπὸ δὲ τῆς μεθόδου τῆς νῦν παραδεδομένης καὶ Ἀναλυτικὰ ἐπιγράφεται τὰ βιβλία. οὐ τῶν ἁπλῶν δὲ μόνων ἀλλὰ καὶ τῶν συνθέτων ὑπογράφει τὴν ἀνάλυσιν. οὐ ταὐτὸν δέ ἐστιν ἀνάγειν τε λόγους εἰς τὰ σχήματα, ὡς ἔχει τὰ Θεοφράστου δύο τὰ ἐπιγραφόμενα Ἀνηγμένων λόγων εἰς τὰ σχήματα, καὶ μέθοδον ὑπογράψαι, δι’ ἧς πάντα τὰ προβληθέντα ἀναλύειν αὐτοὶ καὶ ἀνάγειν δυνησόμεθα. ὁ μὲν γὰρ τὴν μέθοδον τοῦ ἀναλύειν καὶ τὴν ἐπιστήμην ἔχων πάντας οἷός τε ἔσται καὶ τοὺς μήπω γνωρίμους ἀνάγειν· ὁ δέ τινας ἔχων ἀνηγμένους τούτους ἄν ἀνάγοι μόνους ὡς ἂν ἔχων τήρησιν αὐτῶν ἀναίτιον ἀλλ’ οὐκ ἐπιστήμην. ὑπογράφει δὲ τὴν αὐτὴν ταύτην μέθοδον καὶ Θεόφραστος ἐν τῷ ἐπιγραφομένῳ Περὶ ἀναλύσεως συλλογισμῶν. λοιπὸν δὲ τοῦτό φησιν ἔτι τὸ κεφάλαιον εἶναι τῆς περὶ συλλογισμῶν πραγματείας· εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν εἰδείημεν, ἣν ὑπέγραψε διὰ τῶν τριῶν σχημάτων καὶ τῶν καθ’ ἕκαστον αὐτῶν συλλογιστικῶν συζυγιῶν, ἔχοιμεν δὲ καὶ τοῦ εὑρίσκειν τε καὶ ποιεῖν αὐτοὶ τοὺς συλλογισμοὺς μέθοδον, ἣν ἐδίδαξεν ἡμᾶς διὰ τοῦ δεῖξαι, ὅτι δεῖ ἐκλέγειν ἑκατέρου τῶν ἐν τῷ προβλήματι ὅρων τά τε ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτοὶ ἕπονται καὶ τὰ μὴ ὑπάρχοντα ἑκατέρῳ αὐτῶν, καὶ ἐκ τούτων τίνα κατ’ οἰκειότητα τοῦ προβλήματος συντιθέμενα τὸν μέσον ὅρον ποιεῖ, εἰ δὴ πρὸς ἐκείνοις τοῖς δύο καὶ τοὺς γεγονότας ἤδη συλλογισμοὺς ἀναλύειν δυναίμεθα εἰς τὰ συλλογιστικὰ σχήματα, τέλος ἄν ἔχοι, φησίν, ἡ πραγματεία ἡ προκειμένη. χρήσιμον δέ φησιν ἔσεσθαι τὴν γνῶσιν τῆς ἀναλύσεως τῶν συλλογισμῶν καὶ πρὸς τὴν τῶν πρότερον εἰρημένων βεβαίωσιν· ταῦτα δέ ἐστιν, ὅτι τε πᾶς συλλογισμὸς ἐν τοῖς τρισὶ σχήμασι, [*](1 Ἀλεξάνδρου Ἀφροδισιέως ὑπόμνημα εἰς τὸ περὶ ἀναλύσεως συλλογισμῶν Ἀριστοτέλους Αναλυτικῶν προτέρων πρώτου (cf. p. 1) superscr. et Ἀρχὴ τοῦ τρίτου τμήματος in mg. add. B2: Ἀρχὴ τοῦ τρίτου τμήματος περὶ τῆς τῶν συλλογισμῶν ἀναλύσεως superscr. a 7 εὑρετικὴ a 9 δύναται a 13 συνθέντων a 10 προβλήματα a αὐτοὶ om. a 17 ἀναλύειν Β: ἀνάγειν a πάντας om. a ἐστι a 19 αὐτῶν om. a 21 ἔτι Β: ἔνι a 24 τοῦ a: τὸ Β 25 αὐτοὶ scripsi .(cf. c. 27 p. 43 a 20): αὐτοὺς aB ἣν scripsi: τὴν aB 28 τινῶν a συντιθεμένων a 29 ποιεῖν a εἰ δὴ Β: ἤδη a 30 δυνάμεθα a 33 τοῖς om. a)
Πρῶτον μὲν οὖν δεῖ πειρᾶσθαι τὰς δύο προτάσεις ἐκλαμβάνειν τοῦ συλλογισμοῦ· ῥᾷον γὰρ εἰς τὰ μείζω διελεῖν ἢ εἰς ἐλάττω.
Ἐπεὶ πᾶς συλλογισμός, ἄν τε ἀπλοῦς ἄν τε σύνθετος ᾖ, ἐδείχθη ἐκ προσεχῶν δύο προτάσεων γινόμενος καὶ ὅρων τριῶν, φησὶ δεῖν προβληθέντος συλλογισμοῦ πρῶτον τὰς δύο προτάσεις λαμβάνειν, αἵ εἰσι μὲν δῆλον ὅτι ἐκ τριῶν ὅρων, ἀλλὰ ῥᾷον εὑρεῖν τὰ μείζω μόρια τῶν ἐλαττόνων. μείζω δέ ἐστι τὰ συγκείμενα τῶν ἁπλῶν, ἐξ ὧν σύγκειται, ὅπερ αἱ προτάσεις πρὸς τοὺς ὅρους πεπόνθασιν· ἐκ γὰρ τῶν ὅρων σύγκεινται αὗται. |
Εἶτα σκοπεῖν, ποτέρα ἐν ὅλῳ καὶ ποτέρα ἐν μέρει.
[*](115v)Μετὰ τὸ λαβεῖν τὰς προσεχεῖς προτάσεις φησὶ δεῖν ἐπιβλέπειν, ποία καθόλου καὶ μείζων ἐστί, καὶ ποία ἐλάττων καὶ μερικωτέρα· κἂν γὰρ ἀμφότεραι καθόλου ὦσιν, ἀλλ’ ἔστιν αὐτῶν καθ’ ἕκαστον σχῆμα ἡ μὲν μείζων ἡ δὲ ἐλάττων, μείζων μέν, ἐν ᾗ ὁ μείζων καὶ κατηγορούμενος ὅρος ἐν τῷ συμπεράσματι ἐλάττων δέ, ἐν ᾗ ὁ ὑποκείμενος. ἐπεὶ δὲ ἐνίοτε οἱ συλλογίζεσθαι βουλόμενοι οὐ τιθέασιν ἀμφοτέρας τὰς προτάσεις, ἀλλὰ τὴν ἑτέραν παραλείπουσιν, αὐτόν φησι δεῖν λαμβάνειν τὴν παρειμένην, μεθ’ ἧς ἡ κειμένη τὸ προκείμενον συμπέρασμα προσεχῶς συνάγει· ἐνίοτε γὰρ οἱ συλλογιζόμενοι τὴν μὲν καθόλου πρότασιν λαμβάνουσι, τὴν δὲ ὑπ’ αὐτὴν ὡς γνῶ. ριμον παραλείπουσιν, οἷον εἴ τις συνάγοι, ὅτι ἡ ὑγεία ἀγαθόν, λαβὼν καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’, μηκέτι δὲ τὴν ἑτέραν προσλαβὼν ἀλλὰ παραλιπὼν ὡς γνώριμον· ἔστι δ’ αὕτη, ὅτι ἡ ὑγεία οἰκεῖον. ἡμᾶς οὖν τοὺς βουλομένους ἀναγαγεῖν τὸν συλλογισμὸν καὶ ἀναλῦσαι εἴς τι τῶν σχημάτων δεῖ θεῖναι τὴν παραλειπομένην· τεθείσης γὰρ εὑρεθήσεται, ἐν ᾧ σχήματί ἐστιν ὁ συλλογισμός, ὡς ἐπὶ τοῦ προκειμένου. προστεθείσης γάρ, ἧς εἶπον, προτάσεως γνώριμον ἐγένετο, ὅτι πρῶτόν ἐστι σχῆμα· ὁ μέσος γὰρ ὅρος ἐν τῷ συλλογισμῷ, τὸ οἰκεῖον, κατηγορούμενος μὲν τῆς ὑγείας ὑποκείμενος δὲ τῷ ἀγαθῷ. μὴ τεθείσης δὲ ταύτης οὐδὲ τὴν ἀρχὴν εἴη ἄν τὸ εἰρημένον συλλογισμός. ἢ πάλιν εἴ τις λαβὼν πᾶν τὸ αἱρετὸν ἀγαθὸν εἶναι ἐπιφέροι τὸ ‘ἡ ἡδονὴ ἄρα ἀγαθόν’ παραλιπὼν ὡς γνώριμον 2 [*](1 καὶ postea add. Β1 3 καὶ ut ex vs. 1 translatum delevi 6 ῥᾷον. . . ἐλάττω (7) om. a ῥᾷον Β (C corr., nm): ῥᾴω Ar. 7 εἰς Β (m): om. Ar. 8 ἁπλοῦς ex ἁπλῶς corr. Β1 10 ἐκλαμβάνειν a 11 post ἐκ add. τῶν a 18 καὶ om. a 19 ἐνίοτε post βουλόμενοι (20) transponit a 24 συνάγει a 25 λαβὼν a 26 αὐτὴ a 33 εἰρημένον Β: συναγόμενον a 34 ἐπιφέρει a)
Δύναται τὸ ταύτας μὲν προτείνου|σι, δι’ ὧν δ’ αὖται περαίνονται, [*](116r) παραλείπουσιν οὐκ ἐπὶ τῆς μείζονος εἰρῆσθαι προτάσεως ὡς παραλειπομένης, ὅταν αὕτη παραλειφθῇ, ἀλλὰ τοῦτο μὲν παραλελοιπέναι ὡς ἢ μηδ’ ὅλως συλλογιστικοῦ ἔτι τοῦ λόγου γινομένου, ὅταν ἡ μείζων παραλειφθῇ, τῷ τῆς μείζονος τεθείσης δυνάμει πως καὶ τὴν ἐλάττονα εἰλῆφθαι περιεχομένην γε ὑπ’ αὐτῆς, μηκέτι μέ.ντοι ὑπὸ τῆς ἐλάττονος περιέχεσθαι δύνασθαι τὴν μείζονα, διὸ μηδὲ γίνεσθαι συλλογισμὸν ἔτι δύνασθαι μόνης τῆς ἐλάττονος ληφθείσης, ἡ ὡς ὁμοίως ἡμῶν καὶ ταύτην προσληψομένων ὥσπερ καὶ τὴν ἐλάττονα, ἐπεὶ ἐνδεῖ, ὅταν ἐκείνη παραλείπηται. [*](8 παρεῖται a 9 ὁ add. Β: om. a 11 ἐπιφέρει a 12 ἀνάγειν Β: κλέπτην a 13 αὐτοῦ προτιθέναι a 15 τὸ om. a 20 ἡ ex ἢ corr. Β 22 αὐτῇ aB αὑτὴν ex αὐτὴν corr. Β αἱ om. a 23 δ’ alterum om. a 24. 25 ἐπὶ τῖς ἐν μέρει a: ἐν τῖς ἐπὶ μέρους Β 32 αὑτὴ παραληφθῇ a 34 παραληφθῇ a post τῆς fort. μὲν addendum 38 παραλείπεται a)
Ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἑκτῶν κειμένων.
Ὅτι μὴ ἁπλῶς χρὴ βλέπειν πρὸς τὸ συμπέρασμα καί, εἰ τοῖς κειμένοις ἀναγκαίως τι ἕπεται, ἡγεῖσθαι συλλογισμὸν εἶναι, σαφῶς ἡμᾶς διὰ τούτων ἐφίστησιν. οὐ γὰρ εἰ ὁ συλλογισμὸς ἐξ ἀνάγκης δείκνυσί τι, ἤδη καὶ ἔνθα ἄν ᾖ ἐξ ἀνάγκης τι δεικνύμενον τῷ τοῖς κειμένοις ἔπεσθαι, τοῦτο συλλογισμός ἐστιν· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ. διὸ οὐχί, εἰ ἕπεται ἐξ ἀνάγκης ληφθέντι τῷ τὸ Α τῷ Β ἴσον εἶναι καὶ τὸ Γ τῷ Β τὸ καὶ τὸ Α τῷ Γ ἴσον εἶναι, ἤδη καὶ συλλογισμὸς τοῦτο. ἔσται δὲ συλλογιστικῶς τὸ] συναγόμενον, ἄν προσλαβόντες καθόλου πρότασιν τὴν λέγουσαν “τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα’’ τὰ εἰλημμένα ὡς δύο προτάσεις εἰς μίαν συστείλωμεν πρότασιν, ἣ ἴσον ταῖς δύο δύναται· ἔστι δὲ αὕτη ‘τὸ δὲ Α καὶ Γ τῷ αὐτῷ τῷ γὰρ Β) ἴσον’· συνάγεται γὰρ κατὰ συλλογισμὸν οὕτως τὸ Α καὶ τὸ Γ ἀλλήλοις εἶναι ἴσα. ὅμοιον τούτῳ καὶ τὸ λαβόντας τὸ Α μεῖζον εἶναι τοῦ Β καὶ τὸ Β τοῦ Γ ἡγεῖσθαι συλλογιστικῶς δείκνυσθαι τὸ καὶ τὸ Α τοῦ Γ μεῖζον εἶναι, ἐπεὶ ἀναγκαίως τοῦτο ἕπεται. ἀλλ’ οὔπω συλλογισμὸς τοῦτο, ἄν μὴ προσληφθῇ καθόλου πρότασις ἡ λέγουσα ‘πᾶν τὸ τοῦ μείζονός τινος μεῖςον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι‘, τὰ δὲ κείμενα δύο πρότασις γένηται μία ἡ ἐλάττων ἐν τῷ συλλογισμῷ λέγουσα ‘τὸ δὲ Α τοῦ Β μείζονος ὄντος τοῦ Γ μεῖζόν ἐστιν’· συναχθήσεται γὰρ οὕτως τὸ καὶ τὸ Α τοῦ Γ μεῖζον εἶναι κατὰ συλλογισμόν. ἐπεὶ ἀναγκαίως γε πολλάκις ληφθεῖσί <τί> τισιν ἀκολουθεῖ καὶ παρὰ τὴν ὕλης ἰδιότητα καίτοι ἀσυλλογίστως κειμένων τῶν, ἐφ’ οἷς τὸ ἀναγκαῖον, ὡς ἐπὶ τῶν ὁρισμῶν καὶ τῶν ἰδίων ἐν δευτέρῳ σχήματι δύο καταφατικῶν ληφθεισῶν προτάσεων. ὅμοιος τοῖς προειρημένοις καὶ οὗτος ὁ λόγος· ὅδε τις τῷδέ ἐστιν ἐκ τῶν αὐτῶν γονέων, οἷον ὁ Α τῷ Β· ἀλλὰ καὶ ὁ Β τῷ Γ ἐκ τῶν αὐτῶν ἐστι γονέων · ὁ Α ἄρα τῷ Γ ἐκ τῶν αὐτῶν γονέων ἐστίν. λείπει γὰρ πρὸς τὸ συλλογισμὸν γενέσθαι καθόλου πρότασις ἡ λέγουσα πάντας τοὺς τῷ αὐτῷ ἐκ τῶν αὐτῶν γονέων ὄντας ἀδελφοὺς εἶναι· [*](2 τὸ (post καὶ) om. a 4 μὲν ἡ a: ἡ μὲν Β παρειμένον a 5 ante πᾶν expunxit καὶ τὸ Β2 δεικνύεν (sic) Β 7. 8 διὰ τῶν a 9 εἰ a: ἐν B 11 συλλογιζόμενος a 14 εἰ add. Β2 ληφθέντι om. a 14. 15 (??) τῷ (??) a 15 τὸ prius om. a 16 τὸ delevi 17 τὰ τῷ αὐτῷ κτλ.] Eucl. Elem. Ι ax. 1 ὡς δύο a: δύο ὡς Β 19 τὸ a: τὰ Β 21 ἡγεῖσθαι (cf. vs. 10, p. 345,15) Diels: εἰρῆσθαι Β: λέγειν a 25 πρότασις a: προτάσεις Β 28 ἀναγκαῖον omisso γε a τι addidi 29 κείμενον a 32 ὁ (??) B: τὸ p a)
Τοιοῦτοί εἰσι καὶ οὗς λέγουσιν οἱ νεώτεροι ἀμεθόδως περαίνοντας. οὓς ὅτι μὲν μὴ λέγουσι συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι· πολλοὶ γὰρ αὐτῶν εἰσι τοιοῦτοι. ὅτι δὲ ἡγοῦνται ὁμοίους αὐτοὺς εἶναι τοῖς κατηγορικοῖς συλλογισμοῖς, περὶ ὧν ἡ παροῦσα πραγματεία, οὕτως λαμβανομένους, ὡς τιθέασιν αὐτούς, τοῦ παντὸς διαμαρτάνουσιν · εἰ γὰρ ἦσαν τούτοις ὅμοιοι, εἶχον ἂν καὶ τὸ εἶναι συλλογισμοί. νῦν δὲ οἱ μὲν πολλοὶ τῶν τοιούτων λόγων ἐκ πάντων ἐπὶ μέρους εἰσίν· ἡμεῖς δὲ ἐδείξαμεν μηδένα τῶν κατηγορικῶν συλλογισμῶν γινόμενον χωρὶς καθόλου προτάσεως. εἰ γὰρ | ἐγίνετό [*](117r) τι κατὰ συλλογισμὸν συμπέρασμα ἐπὶ δύο προτάσεσιν ἐν μέρει, ἔδει ἐπὶ πάσης ὕλης τὸ ὅμοιον γίνεσθαι συμπέρασμα· διὸ καὶ οὗτοι οὐκ ὄντες καθ’ αὑτοὺς συλλογιστικοὶ προστεθείσης αὐτοῖς τῆς καθόλου προτάσεως, ὡς εἰρήκαμεν, γίνονται συλλογισμοί. ἡ γὰρ αἰτία τοῦ τοὺς λεγομένους ἀμεθόδως περαίνειν ἔχειν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον τὸ δοκοῦν συνάγεσθαι παρὰ τὸ καὶ ἐν τούτοις ἀληθῆ εἶναι τὴν καθόλου πρότασιν ὄντων τοιούτων τῶν λαμβανομένων, ἣν παραλείπουσιν· διαιροῦσι δὲ τὴν ἐλάττονα εἰς δύο προτάσεις. τοιοῦτοι γάρ εἰσιν οἱ τοιοίδε · λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἀληθεύει Δίων· ἡμέρα ἄρα ἐστίν. πάλιν λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡμέρα ἐστίν· ἀληθεύει ἄρα Δίων. προσληφθέντι μὲν γὰρ τῷ εἶναι τοῦτο, ὃ λέγει τις, ἕπεται τὸ ἀληθεύειν αὐτόν, εἰ δὲ ἀληλεύειν προσληφθείη, ἕπεται τὸ εἶναι τοῦτο, ὃ λέγει εἶναι. ἐν ἑκατέρῳ γὰρ τῶν λόγων παρειάθησαν καθόλου προτάσεις ἀληθεῖς οὖσαι, ἐν τῷ μὲν τὸ ‘πᾶν, ὃ λέγων τις ἀληθεύει, ἐκεῖνο ἔστιν· ἀληθεύει δὲ Δίων λέγων, ὅτι ἡμέρα ἐστίν’, ὃ διῄρηται εἴς τε τὸ ‘λέγει Δίων, ὅτι ἡμέρα ἐστίν’ καὶ τὸ ‘ἀλλὰ καὶ ἀληθεύει Δίων’, ἐφ’ οἷς συμπέρασμα κατὰ συλλογισμὸν τὸ ‘ἡμέρα ἄρα ἐστίν, ὃ λέγει Δίων’· ἐν δὲ τῷ ἑτέρῳ ἡ μὲν παρειμένη πρότασις οὖσα καθόλου ἐστὶν ὅτι ὁ τὸ ὂν λέγων, ὅτι ἐστίν, ἀληθεύει· διῄρηται δὲ ἡ ‘Δίων [*](1 ᾗ corr. Β2 2 et 5 οὕτω a 5 post ἀληθὲς add. ἀναγκαῖον a 6 post ἀδελφός alterum add. ἐστι a 10 ἐκ ταύτης a 13 ἀμεθόδως περαίνοντας] cf. p. 21, 30 sqq. περαίνοντας ex περαίνοντες corr. Β2 21 συλλογισμὸν ex συλλογισμῶν corr. Β1 22 συμπέρασμα in mg. Β2 23 αὐτοῖς Β: αὐτῷ a 24 τοῦ τοὺς Β: τούτους a 28 Δίων] δι’ ὧν aB 32 τῷ a 34 λέγων alterum om. a 36 συμπέρασμα a: συμπεράσματα (compend.) Β)
ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν τὸ ἐνδεές, ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλελογίσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων.
‘Επ’ ἐνίων φησὶ λέγων οὐ χαλεπὸν τὸ συνιδεῖν, τί ἐνδεῖ πρὸς τὸ πλήρη τὸν συλλογισμὸν γίνεσθαι, καὶ τί περιττὸν εἴληπται, ὡς ἐφ’ ὧν προειρήκαμεν λόγων· δῆλον γὰρ ἐν τούτοις τὸ παρειαμένον. ἀλλὰ καὶ ἐφ’ ὧν ἄλλο τι συμπέρασμα ἐπενήνεκται καὶ οὐ τὸ ἐκ τῶν κειμένων συαγόμενον, ὡς ἔχει ἐπὶ τοῦ ὑπὸ τοῦ Ἐπικούρου λόγου ἠρωτημένου τοὺ ‘ὀ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς’. ἀλλ’ οὐ τοῦτο τὸ συναγόμενον, ἀλλ’ ὅτι τὸ διαλυθὲν οὐδὲν πρὸς ἡμᾶς, ἐν πρώτῳ σχήματι. ὁμοίως καὶ ἐπὶ τοῦ Παρμενίδου λόγου συνάγοντος, ὅτι ἓν τὸ ὄν, ἐκ τῶν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν’· καὶ γὰρ ἐνταῦθα τὸ συναγόμενον φανερόν ἐστι· συνάγεται γὰρ ἐκ τῶν κειμένων τὸ παρὰ τὸ ὂν μηδὲν εἶναι ἐν πρώτῳ σχήματι, ἀλλ’ οὐ τὸ ‘ἓν ἄρα τὸ ὄν’, ὡς ἐκεῖνος οἴεται. δεῖ γὰρ καθόλου τὸ συμπέρασμα ἐκ τῶν ἄκρων τῶν εἰλημμένων ἐν ταῖς προτάσεσι ταῖς δύο συγκεῖσθαι. ἄκροι δέ εἰσιν ἐν ταῖς προτάσεσιν οἱ ἀνὰ ἅπαξ εἰλημμένοι ἐν τῇ θέσει τῶν προτάσεων· ὁ γὰρ ἐν ἀμφοτέραις κείμενος ταῖς προτάσεσι καὶ ἑκατέρῳ τῶν ἄκρων συναπτόμενος ὁ μέσος ἐστίν. ἐπ’ ἐνίων μὲν οὖν, ὡς ἔφην, ῥᾷον τὸ φωρᾶσαι τὴν κατὰ τοὺς λόγους ἁμαρτίαν· ἐπ’ ἐνίων δὲ οὐ ῥᾴδιον συνιδεῖν, ἀλλὰ δοκοῦσι συλλογισμοὶ εἶναι, οὐκ ὄντες, διὰ τὸ τοῖς ὢ κειμένοις ἕπεσθαι τὸ ἐπιφερόμενον ἐξ ἀνάγκης, ὡς ἐφ’ ὧν γε ἡμεῖς εἰρήκαμεν δῆλόν ἐστιν καὶ ἐφ’ οὗ αὐτὸς παρατίθεται παραδείγματος τοῦ μὴ οὑσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δέ ἐστί τι, ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεσθαι. ἐκ γὰρ τούτων ἀναγκαῖον μὲν τὸ οὐσίας μέρος εἶναι οὐσίαν, οὐ μὴν συλλογιστικῶς δέδεικται, ἀλλ’ ἐλλείπουσί τινες προτάσεις πρὸς τὸ γενέσθαι συλλογισμόν, τοῦτ’ ἔστιν οὐχ ἃ ἔδει ληφθῆναι κεῖνται, ἀλλ’ αἱ μὲν ἰσοδυναμοῦσι ταῖς, ἐξ ὧν ἄν δειχθείη τι συλλογιστικῶς, τὸ δέ τι παρείαται. ἄν δὴ εἰς ἐκείνας | μεταοὔσης [*](117v) [*](1 post add. καὶ a 5 τοσοῦτον ex τοσούτων corr. B1 8 συλλογίζεσθαι a et Ar. 10 πρὸς τὸν a 11 γενέσθαι a περιττὸν Β: περιληπτὸν a 12 παρειμένον a 13 οὐ τὸ Β: οὐκ a 14 ὑπὸ τοῦ Ἐπικούρου (cf. Diog. Laert. X 139,2) Β: Ἐπικούρῳ a 15 ἀναισθητοῦν Β: ἀναισθητεῖν a 20 ante ὃν expunxit μὴ Β 23 ταῖς om. a ἀνὰ om. a 26 ἔφησε 29 τοῦ a: τὸ B 30 τι om. Ar. et Alex, ipse p. 347,6 31 φθείρεται (ut p. 347,6) a 34 μὲν om. a ἰσοδυναμοῦσαι a 35 , τὶ δὲ καὶ παρεῖται a)
Πἀλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι καὶ ζῴου οὐσίαν, ἀνθρώπου ἄρα ὄντος ἀνάγκη οὐσίαν εἶναι· <ἀλλ’ οὔπω οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴπομεν.
Αἰτιᾶται καὶ τοῦτο τὸ παράδειγμα ὡς ἔχον μὲν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον, τῷ γε ἀνθρώπου ὄντος ζῷον εἶναι καὶ ζῴου ὄντος οὐσίαν εἶναι, τὸ ἀνθρώπου ὄντος οὐσίαν εἶναι, οὐ μὴν συλλογιστικῶς. οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴρηται δεῖν ἔχειν, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι· ἔστι δὲ τοῦτο τὸ δεῖν ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου ἢ πάντως γε τὴν ἑτέραν. ἐνταῦθα δὲ οὐδεμία εἴληπται καθόλου. τῷ μέντοι τὴν καθόλου ἀληθῆ εἶναι τὴν παρειαμένην, ἧς τεθείσης συλλογισμὸς ἔσται, ἀληθὲς δοκεῖ τὸ τοῖς κειμένοις ἕπεσθαι δοκοῦν. ἔστι δὲ ἡ καθόλου πρότασις ‘πᾶν τὸ ἑπόῳνόν τινι ἕπεται καὶ ᾧ ἐκεῖνο ἕπεται’. ἐν δὲ τῷ εἰ ἀνθρώπου ὄντος ζῷόν ἐστι καὶ ζῴου ὄντος οὐσία’ τῷ μὲν ζῴῳ ἕπεται ἡ οὐσία, τῷ δ’ ἀνθρώπῳ ἕπεται τὸ ζῷον· καὶ τῷ ἀνθρώπῳ ἄρα ἕπεται ἡ οὐσία. ἢ καὶ οὕτως· ἐν οἷς τρισὶν οὖσιν ἕπεται τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον, ἐν τούτοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ τρίτον· ἐν δὲ τῷ ἀνθρώπῳ καὶ τῷ ζῴῳ καὶ τῇ οὐσίᾳ τρισὶν οὖσιν ἀκολουθεῖ τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον τῷ δὲ ζῴῳ ἡ οὐσία· ἐν τούτοις ἄρα ἀκολουθήσει καὶ τῷ ἀνθρώπῳ ἡ οὐσία. ληφθέντος γὰρ τοῦ καθόλου, οὗ προειρήκαμεν, καὶ προσληφθέντος αὐτῷ τοὐ ‘ἀνθρώπου δὲ ὄντος ζῷόν ἐστι καὶ ζῴου [*](1 ἐγκείμεναι a προσληφθῇ scripsi: προσληφθείη aB 2 τῇ a: τῆς Β οὐκ ἀναιρεῖται οὐσία Β: μὴ ἀναιρεῖσθαι οὐσίαν (ut p. 246, 30) a 4 ᾖ corr. Β1: ἡ a B pr. οὗ (ex οὐ corr. Β1) γὰρ • • • οὐσία ἐστίν (5) om. a 5 αὖ τῇ scripsi: αὐτῇ aB 6 δὲ om a 8 post ἀναιρουμένων add. καὶ a ὅλον Β: ἐκ τούτων a καὶ (post τὸ) Β: ἐκ a 9 τὴν Β: τὸ a 10 τὴν οὐσίαν om. a οὐσίαν (ante εἶναι) a: οὐσίας Β 13 τῆς οὐσίας ἄρα a 14 παρειάθησαν Β: παρμενίδου καὶ ἐπικούρου a 16 ἄρα om. Ar. 16. 17 ἀλλ’ οὔπω συλλελόγισται ex Arist. addidi (cf. p. 348, 15) 19 τῷ a: τό Β 24 παρειμένην a 32 post μὶν expunxit τῷ Β)
Φανερῶς δὲ καὶ τὴν διαφορὰν τοῦ ἀναγκαίου καὶ τοῦ συλλογισμοῦ δηλοῖ, δι’ ὧν ἐπενήνοχεν. ὧν δὲ χάριν ταῦτα παρέθετο, ἃ εἶπεν, ἔστι τὸ ὥστε οὐκ εἴ τι συμβαίνει τεθέντων τινῶν, πειρατέον ἀνάγειν εὐθύς· ὅταν γὰρ συλλογιστικῶς συμβαίνῃ τι, τότε δεῖ ἀνάγειν τὸν λόγον εἴς τι τῶν σχημάτων ὡς ὄντα συλλογισμόν , ἀλλ’ οὐχ ὅταν ἀπλῶς ἐξ ἀνάγκης συμβαίνῃ τι. εἰ δὲ οὕτως ταῦτα λέγοιτο, εἴη ἄν καὶ ἐν τῷ τοὐ συλλογισμοῦ ὅρῳ τὸ “τεθέντῳν” ἐπὶ τοῦ ‘κατηγορικῶς ληφθέντων’ εἰρημένον ἴσον τῷ ‘εἶναι ἢ μὴ εἶναι ληφθέντων’ ἀλλ’ οὐχ ‘ὑποτεθέντων’, ἐπεὶ μὴ συλλογιστικῶς τοῖς ὑποτεθεῖσι τὸ ἀναγκαίως ἑπόμενον ἕπεται. εἰπὼν δὲ διὰ μέσου ταῦτα ἐπανῆλθεν ἐπὶ τὸ προειρημένον τὸ ὅτι πρῶτον ληπτέον τὰς δύο προτάσεις ῥᾷον γάρ, ὡς εἶπεν, εἰς τὰ μεγάλα καὶ συγκείμενα 35 διελεῖν), εἶτα οὕτως ἐκ τῶν προτάσεων τοὺς ὅρους ἐκληπτέον καὶ μέσον τῶν ὅρων θετέον τὸν ἐν ἀμφοτέραις ὄντα ταῖς προτάσεσιν. ὁ γὰρ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ συντεθειμένος τῶν ἄκρων ἐν πᾶσι τοῖς σχήμασιν ὁ αὐτός ἐστιν ὁ μέσος ὅρος· τοιοῦτος γὰρ ὁ μέσος ἐν τοῖς τρισὶ σχήμασιν.
[*](1 συνάγεται a: συνάγεσθαι Β 3 πρότασιν om. a 4 καὶ addidi 11 τὸ (post ἑπόμενον) Β: τῷ (??) a 16 ἑστία 17 οὔτως a 21 τε ὁ om. a 22 τούτων a 25 προέθετο a 26 οὐκ εἴ τι] οὐκέτι a 27 τὸν λόγον om. a 30 τεθέντων] c. 1 p. 24 b 19 36 τὸν ὅρον a 37 ἄκρων Β: ὅρων a)