In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 43b 1)

Δεῖ δὴ τὰς προτάσεις περὶ ἕκαστον αὐτῶν λαβεῖν.

εἰπών, τίνα ἐστί, περὶ ὧν αἱ ζητήσεις μάλιστα καὶ αἱ σκέψεις γίνονται ὅτι ταῦτα, οἷς καὶ ἕπεταί καὶ αὐτὰ ἔχει, οἷς ἕπεται· ταῦτα γάρ ἐστι τὰ μεταξὺ τῶν τε πρώτων γενῶν καὶ τῶν ἀτόμων οὐσιῶν), εἰπὼν δὲ καί, τίνα μὲν δείκνυται περὶ τῶν πρώτων γενῶν ὅτι γὰρ αὐτὰ ἄλλοις ὑπάρχει), τίνα δὲ περὶ τῶν ἀτόμων ὅτι γὰρ τούτοις ἄλλα), πῶς εὑρήσομεν καὶ ληψόμεθα προτάσεις ἐπὶ τοῦ προκειμένου εἰς δεῖξιν προβλήματος, ὑπογράφει τε καὶ διδάσκει. ποιεῖται δὲ τὸν λόγον ἐπὶ τῶν μεταξύ, ἃ καὶ αὐτὰ ἄλλοις καὶ ἄλλα τούτοις ὑπάρχει. ἔνεστι δέ, ἐξ ἧς ποιεῖται διδασκαλίας, ὡς εἶπον, καὶ τὰ πρῶτα γένη λαμβάνοντας, οἷς ταῦτα ἕπεται, ἐκλέγειν καὶ πάλιν τὰ ἄτομα τὰ τούτοις ἑπόμενα. τέσσαρα δὲ εἶπεν εἶναι προβλήματα, καθόλου καταφατικόν, καθόλου ἀποφατικόν, ἐπὶ μέρους καταφατικόν, ἐπὶ μέρους ἀποφατικόν. εἰς δὴ τὴν δεῖξιν τῶν προβλημάτων τούτων ἑκάστου πῶς εὐπορήσομεν τῶν οἰκείων προτάσεων καί, <ὡς> αὐτός φησιν, ἐκληψόμεθά καὶ ἐκλέξομεν, ὑπογράφει. δεῖ δὴ προβλήματος, φησί, προβληθέντος πρῶτον ἐκλαβεῖν καὶ χωρίσαι καὶ ἐκθέσθαι ἑκάτερον τῶν ἐν τῷ προβλήματι ὅρων· ἔστι δὲ ὁ μὲν ὑποκείμενος αὐτῶν ὁ δὲ κατηγορούμενος. τὸ γὰρ αὐτὸ πρῶτον τούτου ἐστὶ δηλωτικόν· περὶ οὗ γὰρ λαβεῖν βουλόμεθα τὰς προτάσεις, τοῦτό φησι δεῖν πρῶτον ὑποτίθεσθαι· βουλόμεθα δὲ περὶ τῶν ὅρων τῶν ἐν τῷ προβλήματι προτάσεις τινὰς λαβεῖν ἢ συναπτούσας αὐτοὺς ἢ διαιρούσας. καὶ μετὰ τὸ τοὺς ὅρους ἐκλαβεῖν οὕτω τὸν ἑκατέρου, τοῦ τε ὑποκειμένου ὅρου καὶ τοῦ κατηγορουμένου, ὁρισμὸν λαμβάνειν καὶ τὰ ἑκατέρῳ [*](1 et 2 post ἔστι add. τοὺς a 7 δείξει] c. 28 p. 43b 39 8 ὑπάρχον scripsi: ὑπάρχει Β: ὑπάρχειν a αὐτοῦ a 14 αὐτῶν om. Ar. τούτων nm) et Alex, ipse p. 300,22 λαβεῖν Β (cf. p. 300,22): οὕτως ἐκλαμβάνειν a et Ar. 20 εἰς δεῖξιν om. a 23 καὶ τὰ ex κατὰ corr. Β 24 τὰ add. Β2 27 οἰκείων Β: ἐκείνων a ὡς a: om. B)

295
αὐτῶν ἴδια· πράγματα γὰρ τοὺς ὅρους τοὺς ἐν προβλήματι λέγει. καὶ [*](99r) μετὰ ταῦτα ἐκλέγειν φησὶ δεῖν ὅλως , ὅσα ἕπεται ἑκατέρῳ τῶν ὅρων. ἕπονται μὲν οὖν καὶ οἱ ὁρισμοὶ τοῖς, ὧν εἰσιν ὁρισμοί, καὶ τὰ ἴδια· ἀλλὰ ταῦτα μὲν μόνοις αὐτοῖς ἕπεται, ὡς τὸ ζῷον λογικὸν θνητὸν ἀνθρώπῳ καὶ τὸ γελαστικόν· διὸ καὶ ἴσα ἐστὶν αὐτοῖς καὶ ἀντ’ αὐτῶν, καὶ οὐ μόνον ἕπεται ταῦτα αὐτοῖς ἀλλὰ καὶ αὐτὰ τούτοις διὰ τὸ ἀντιστρέφειν τὰ ἐπ’ ἴσης λεγόμενα. ἕπεται δ’ αὐτοῖς καὶ τὰ γένη καὶ αἱ διαφοραί, ταῦτα <δ’> οὐκέτι μόνοις, <ὡς> τὸ ζῷον ἀνθρώπῳ καὶ τὸ δίπουν · ταῦτα καὶ ἰδίως εἶπε. δῆλον δέ, ὅτι τὰ ἑπόμενά τινι καὶ κατὰ παντὸς αὐτοῦ κατηγορεῖται. μετὰ δὲ ταῦτά φησι δεῖν ἐκλέγειν τε καὶ ἐκλαμβάνειν ταῦτα, οἷς αὐτὰ ἕπεται τὰ πράγματα, τοῦτ’ ἔστιν αὐτὰ τὰ κείμενα ἐν τῷ προβλήματι· ἐν τῷ προβλήματι δέ εἰσιν οἱ τοῦ προβλήματος ὅροι. οἷον εἰ ζῷόν ἐστιν ὁ ὅρος, τίνι τὸ ζῷον ἕπεται· ἕπεται δὲ τὸ ζῷον τῷ τε ἀνθρώπῳ καὶ τοῖς εἴδεσι πᾶσι τοῖς ὑπ’ αὐτό, τῷ δὲ ζῴῳ τὸ ἔμψυχον. οὐκέτι γὰρ τά, οἷς ἕπεται ὁ τοῦ προβλήματος ὅρος, κατὰ παντὸς ὅρου τοῦ ἑπομένου αὐτοῖς κατηγορεῖται, ἀλλ’ ἔμπαλιν ὁ ὅρος ἐκείνων ἑκάστου κατὰ παντός· τὸ γὰρ ἑπόμενόν ἐστι τὸ κατὰ παντὸς κατηγορούμενον. ἔτι φησὶ δεῖν ἐκλέγειν καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ τὸ χρεμετιστικόν, τῷ ζῴῳ τὸ ἄψυχον. οἷς δὲ αὐτὸ οὐκ ἐνδέχεται ὑπάρχειν, οὐκέτι φησὶ δεῖν ἐκλαμβάνειν· τὰ γὰρ αὐτά ἐστι τά τε μὴ ὑπάρχοντα αὐτῷ καὶ οἷς αὐτὸ μὴ ὑπάρχει διὰ τὸ τὸ καθόλου ἀποφατικὸν ἀντιστρέφειν ἑαυτῷ. οὐκ ἦν δὲ τοιαῦτα τὰ ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτὰ ἕπεται· τῷ γὰρ ζῴῳ ἕπεται μὲν τὸ ἔμψυχον, αὐτὸ δὲ ἕπεται ἀνθρώπῳ, ἵππῳ, τοῖς εἴδεσι τοῖς αὑτοῦ. διὰ τοῦτο ἀμφοτέρων ἐκείνων τὴν ἐκλογὴν ἠξίωσεν ἡμᾶς ποιεῖσθαι διὰ τὸ μὴ ἀντιστρέφειν τὸ καθόλου καταφατικὸν ἑαυτῷ· τῶν δὲ μὴ ὑπαρχόντων αὐτοῖς καὶ οἷς αὐτὰ μὴ ὑπάρχει, οὐκ ἔστιν ἀμφοτέρων ἐκλογή, | ὅτι ταὐτά [*](99 v) ἐστι ταῦτα καὶ ἀντιστρέφει.

·Φησὶ δὲ δεῖν διαιρεῖσθαι καὶ αὐτῶν τῶν ἑπομένων, ὅσα τε ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν περιεχόμενα καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα ἕπεται αὐτοῖς, καὶ ὅσα ὡς ἴδια καὶ ὅσα ὡς συμβεβηκότα. οὐ γὰρ ταὐτὰ τὰ ἴδια τοῖς ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορουμένοις καὶ οὕτως ἑπομένοις· τὸ μὲν γὰρ ζῷον καὶ τὸ λογικὸν ἕπεται τῷ ἀνθρώπῳ ὡς καθ’ αὑτά τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, τὸ δὲ γελαστικὸν ὡς ἴδιον οὐ μὴν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον. ταῦτα γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινος κυρίως, ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ περιέχεται, ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, εἰς τὸ παντελὲς οὐδ’ ἄν ὅλως εἴη· οἷον ἄνθρωπος, εἰ μὴ ζῷον εἴη, οὐδ’ ἄν εἴη· ὁμοίως εἰ μὴ λογικόν, ὡς πάντως [*](1 post ἐν add. τῷ a 4 ὡς Β: οἷς a λογικὸν] ογικὸν in ras. Β2 5 ἐστὶν om. a 7 δ’ addidi 8 ὡς addidi 10 λαμβάνειν a 14 αὐτὸ ex αὐτὸν, ut videtur, corr. Β 16 κατὰ om. a 17 παντὸς Β: τινος a 18 τὸ Β: τῷ a 21 αὐτὸ] ὁ in ras. Β2 ἑαυτῷ Β: αὐτῷ a 23 αὑτοῦ scripsi: αὐτοῦ aB 26 ἔσται a 28 τε ὡς a: τέως Β 30 ὡς prius corr. Β1 36 ante οὐδ’ add. καὶ a 37 εἰ μὴ alterum corr. ex 2 lit. (εἰ ?) Β2)

296
καὶ λογίζεσθαί ποτε, ἢ μὴ θνητόν, ὡς πάντως ἀποθανούμενον. καὶ ὁρισμὸς δὲ πᾶς ἐν τῷ τί ἐστιν. οὐκέτι δὲ τὸ γελαστικὸν τοιοῦτον <ἄν> εἴη · γὰρ ἐν τῷ ὁρισμῷ περιέχεται, οὗτε οὕτως ὑπάρχει αὐτῷ, ὡς καὶ τῆς ἐνεργείας τῆς κατ’ αὐτὸ * * * κωλύομεν τὴν ὕπαρξιν· καὶ γὰρ μηδέποτε γελῶν τῷ κεκωλῦσθαι οὐδὲν κεκώλυται ἄνθρωπος εἶναι. οὕτως δόξει καὶ τῆς γῆς ἴδιον εἶναι τὸ ὕεσθαι καὶ τῆς σελήνης τὸ ἐκλείπειν· κυρίως γὰρ τὸ ἐκλείπειν ἐπὶ μόνης τῆς σελήνης. τὰ δὲ ὡς συμβεβηκότα ἑπόμενά ἐστιν, ὅσα κατηγορούμενα τινος μήτε ὡς ἐν τῳ τι ἐστι μήτε ὡς ιοια κατηγορεῖται αὐτοῦ· τοιαῦτα δ᾿ ἄν εἴη, ἃ οἷά τε καὶ ἄλλοις τισὶν ὑπάρχειν, ὡς τὸ λευκὸν τῷ ψιμυθίῳ καὶ ἀνθρώπῳ τὸ περιπατεῖν. δεῖ δέ, φησί, καθόλου τῶν ἑπομένων τινὶ διακρίνειν, ποῖα κατ’ ἀλήθειαν καὶ ποῖα δοξσατικῶς ἕπεται, τοῦτ’ ἔστι κατὰ τὰς τῶν πολλῶν ἢ τὰς τῶν τινῶν δόξας· ἐκ τῶν τοιούτων γὰρ οἱ διαλεκτικοὶ συλλογισμοί, οἷον ὅτι τῇ ὑγείᾳ ἕπεται τὸ εἶναι μεγίστῳ ἀγαθῷ τοῦτο γὰρ κατὰ δόξαν) ἢ τῷ ἀγαθῷ τὸ ἀγαθοὺς ποιεῖν. ἡ μὲν γὰρ πλειόνων τῶν ἑπομένων ἀμφοτέροις τοῖς ὅροις εὐπορία θάττω τὴν εὕρεσιν ἡμῖν παρέξει τῶν τε προτάσεων καὶ τοῦ συμπεράσματος, ἡ δὲ τῶν ἀληθεστέρων μᾶλλον ἀποδεικτικὸν ποιήσει τὸν συλλογισμόν. τούτου οὖν χάριν ἠξίωκε διακρίνειν τά τε ἐν τῷ τί ἐστι κατηγορούμενα τῶν ἑπομένων καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκέναι δοκοῦντα.