In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 43b 11)

Δεῖ δὲ ἐκλέγειν μὴ τὰ ἑπόμενα τινί, ἀλλ’ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται.

Δεῖν φησι τὰ ἑπόμενα τοῖς ὅροις τοῖς ἐν τῷ προκειμένῳ προβλήματι ἐκλέγοντας μὴ τὰ τινὶ αὐτῶν ἑπόμενα ἐκλέγειν ἀλλὰ τὰ παντί· εἰ γὰρ ὅρος εἴη ἄνθρωπος, οὐ τὸ τινὶ ἀνθρώπῳ ἑπόμενον ἐκλεκτέον ἀλλὰ τὸ παντί, οὐδὲ τὸ τινὶ ἡδονῇ, ἄν ὅρος τοῦ προβλήματος ἡ ἡδονὴ ᾖ, ἀλλὰ τὸ πάσῃ. οὕτως γὰρ εὐπορήσομεν καθόλου προτάσεων, ὧν χωρὶς ἀδύνατον συλλογισμὸν γενέσθαι· διὰ γὰρ τοῦτο οὐδὲ ἀδιορίστως ἐκλαμβάνοντας τιθέναι φησὶ δεῖν ἀλλὰ προστιθέντας τὸ παντὶ ἕπεσθαι. ᾧ γὰρ ὅρος ἐστὶν ὁ ἄνθρωπος ἢ πάλιν <ἡ> ἡδονή; οὗτος τότε τὸν συλλογισμὸν πρὸς ἄνθρωπον ἢ τὴν ἡδονὴν ποιήσει, ὅταν πάντα ἄνθρωπον καὶ πᾶσαν ἡδονὴν περιλάβῃ· περιλαμβάνεται δὲ ὁ μὲν ἄνθρωπος ὑπὸ τοῦ παντὶ αὐτῷ ἑπομένου, ἡ δὲ ἡδονὴ ὑπὸ τοῦ πάσῃ ἡδονῇ, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ γὰρ εἰ τὸ ὀφεὶλον δειχθῆναι ἐπὶ μέρους εἴη, τὸ παντὶ ὑπάρχον ἔνεστι καὶ τινὶ λαβεῖν ὑπάρχον. ἀλλὰ καὶ τά, οἷς αὐτὰ ἕπεται ὅλοις, οὐ μέρεσιν [*](1 ἢ scripsi: εἰ aB πάντως] ὡς in ras. Β2 ante ὁρισμὸς add. ὁ a 2 ἄν addidi 4 αὐτὸ a: αὑτὰ Β post αὐτὸ addendum velut στερίσκοντες αὐτὸν (cf. p. 295,35) ante τὴν add. πρὸς a 11 ποῖα δοξαστικῶς καὶ ποῖα κατ’ ἀλήθειαν Ar. 12 τὰς alterum om. a τῶν (ante τινῶν) superscr. Β2 14 τὸ ἀγαθοὺς B: τὸ τὸ ἀγαθὸν a 15 εὐπορία ex εὐπορίας, ut videtur, corr. Β 17 post ποιήσει eras. 2 lit. B 25 ᾖ om. a 27 ἀδιορίστως a ἀδιορίστου b 14 Ar.): ἀορίστως Β λαμβάνοντας a 29 ὁ om. a ἡ addidi 31 περιλαμβάνεται Β2 corr.: παραλαμβάνεται a Β pr. 32 πάσῃ ἡδονῇ Β2 corr.: πᾶσα ἡδονὴ a B pr. 34 καὶ altenim om. a ὅλοις Β: ὅροις a)

297
αὐτῶν, ταῦτα ἐκλεκτέον· τὸ γὰρ ζῷον οὐχ ἕπεται παντὶ ἐμψύχῳ, παντὶ [*](99v) δὲ αἰσθητικῷ καὶ παντὶ ἀνθρώπῳ. ταῦτα ἄρα καὶ οὐκ ἐκεῖνο ἐκλεκτέον ἐκλέγοντας, οἷς τὸ ζῷον ἕπεται· ἔσται γὰρ οὕτως κατὰ παντὸς τούτου, ᾧ ἕπεται· διὰ γὰρ τῶν τοιούτων αἰ καθόλου προτάσεις. οὐκέτι μέντοι, φησί, τὸ ἑπόμενόν τινι δεῖ ὅλον ἐκλέγειν· ἕπεται μὲν γὰρ ἀνθρώπῳ τὸ ζῷον, οὐ μὴν πᾶν, καὶ τῇ γραμματικῇ ἐπιδτήμη, οὐ μὴν πᾶσα· οὐδὲ δεῖ ζητεῖν τὸ οὕτως ἑπόμενον· ἱκανὸν γὰρ πρὸς τὴν τῶν προτάσεων λῆψιν τὸ ἕπεσθαι [*](1000r) μόνον. τούτου δὲ τὴν αἰτίαν τοῦ μὴ δεῖν τὰ ἑπόμενα τοιαῦτα ζητεῖν καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἀποδέδωκε, δι’ ὧν εἶπεν ‟ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν οὐκ ἔστιν ἀληθές”· οὐ γὰρ ἔσται τις πρότασις, ἐν ᾗ τοῦ καθόλου τὸ καθόλου προσκατηγορήσομεν, ‟οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷον”. τὸ αὐτὸ δὴ καὶ νῦν λέγει, καὶ δείκνυσί γε, πῶς ἄχρηστόν τέ ἐστι τὸ οὕτως ἐκλέγειν πειρᾶσθαι τὰ ἑπόμενα καὶ πρὸς τῷ ἀχρήστῳ καὶ ἀδύνατον.· ἀδύνατον γὰρ πάντα ἄνθρωπον πᾶν ζῷον εἶναι ἢ πάντα ἄνθρωπον πᾶν γελαστικόν. οὐ δὴ τὸ ἑπόμενον πᾶν ληπτέον ἀλλὰ τό , ᾧ ἕπεται· τὸν γὰρ ἄνθρωπον καθόλου ληπτέον, ᾧ τὸ ζῷον ἕπεται, τοῦτο παντὶ τιθέντας ἀνθρώπῳ ἑπόμενον· οὕτως γὰρ εὐπορήσομεν καθολικῶν προτάσεων. ὁμοίως καὶ ᾧ παντὶ ὁ ἄνθρωπος ἕπεται· δίποδι μὲν γὰρ παντὶ οὐχ ἕπεται, παντὶ δὲ βουλευτικῷ. τὸ δὲ καθάπερ καὶ προτεινόμεθα ἔστι ῾ καθάπερ καὶ προτείνομεν ἐν τῇ χρήσει᾿. λέγομεν γὰρ πάντα ἄνθρωπον ἁπλῶς ζῷον, ἀλλ’ οὐ καὶ πᾶν ζῷον, καὶ πᾶσαν ἡδονὴν κατὰ φύσιν ἁπλῶς, ἀλλ’ οὐ πᾶν κατὰ φύσιν· οὐ γὰρ τῷ ἑπομένῳ τὸ πᾶν ἀλλὰ τῷ ὑποκειμένῳ, ᾧ ἕπεται, προστίθεται.