In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 43a 33)

Τῶν γὰρ αἰσθητῶν σχεδὸν ἕκαστόν ἐστι τοιοῦτον [*](98r) ὥστε μὴ κατηγορεῖσθαι μηδενός, πλὴν ὡς κατὰ συμβεβηκός.

Τὰ σχεδὸν ἴσως πρόσκειται διὰ τὰς ἀτόμους ποιότητας, αἳ αἰσθηταὶ μέν εἰσιν, ἐν τῇ ἀτόμῳ δὲ οὐσίᾳ τὸ εἶναι αὐταῖς καὶ κατηγοροῦνται ταύτης. ἢ οὐχ ὡς ἄτομοι λαμβάνονται, ὅταν κατηγορῶνται· ὁ γὰρ εἰπὼν ῾ Σωκράτης λευκός ἐστιν᾿ οὐ τὸ ἄτομον αὐτοῦ λευκὸν κατηγόρησε τῷ τὸν κατηγορούμενον ὅρον διορισμὸν μὴ δέχεσθαι· ἔτι τὸ ἄτομον λευκὸν οὐδενὸς καθόλου κατηγορεῖται, εἰ καὶ κατηγορεῖταί τινος. ἢ εἰ καὶ μὴ διορισμὸν δέχεται τὸ κατηγορούμενον, ἀλλ’ ἔστι γε τὸ ἐν τῷδέ τινι λευκὸν κατὰ τοῦ, ἐν ᾧ ἐστι, κατηγορῆσαι, καὶ οὐκ ἔστιν ἡ τοιαύτη κατηγορία κατὰ συμβεβηκός, οἷον ἐν τῷδε τῷ ἱματίῳ τόδε τὸ λευκόν ἐστιν. ἢ αἰσθητὰ λέγει τὰ ὑποκείμενα καὶ καθ’ αὑτὰ ὄντα· ταῦτα γὰρ ἄτομα· τοιαῦται δὲ αἱ ἄτομοι οὐσίαι. τὸ οὖν σχεδὸν διὰ τὰ κατὰ συμβεβηκὸς προσέθηκε· διὰ τοῦτο γὰρ σχεδόν, ἐπεὶ κυρίως γε οὐδενός.

Δείξας δέ, τίνα ἐστὶ τῶν ὄντων, ἃ μηδενὸς ἀληθῶς κατηγορεῖσθαι πέφυκε, λέγει περὶ τούτων, ὧν μηδὲν ἄλλο κατηγορεῖται. καὶ ὅτι μέν ἐστί τινα τῶν ὄντων τοιαῦτα, δείξειν ὑπερτίθεται, ἐρεῖ δὲ ἐν τοῖς ῾ Υστέροις ἀναλυτικοῖς περὶ τούτου. εἰ γὰρ ἐπ’ ἄπειρον προίοι ἄλλο ἄλλου κατηγορούμενον, οὐδ’ ἄν ἔσχατόν τι εἴη· τῶν γὰρ ἀπείρων οὐχ οἷόν τέ ἐστιν ἔσχατόν τι εἶναι· ἔστι δὲ ἔσχατον· τοιοῦτον γὰρ τὸ ἄτομον· οὐκ ἄρα ἐπ’ ἄπειρον αἱ κατηγορίαι. νῦν δὲ ὡς δεδειγμένῳ καὶ ὁμολογουμένῳ αὐτῷ χρῆται. ὧν μὲν οὖν μηδὲν κατηγορεῖται ὥσπερ τῶν ἀνωτάτω γενῶν, κατὰ τούτων οὐδὲν ἔστι, φησίν, ἀποδεῖξαι κατηγορούμενον· εἰκότως· οὗ γὰρ μηδὲν κατηγορεῖται, τούτου οὐδ’ ἄν ἀποδειχθείη κατηγορεῖσθαί τι· ἡ γὰρ ἀπόδειξις τῶν ὄντων. καὶ γὰρ εἰ τὸ δεικνύμενον κατηγορεῖσθαι διά τινος δείκνυται, ὡς δείξει, διά τε τῶν ἑπομένων αὐτῷ, ᾦ δείκνυταί τι ὑπάρχον, καὶ διὰ τῶν, οἷς ἕπεται τὸ δεικνύμενον ὑπάρχειν αὐτῷ, μηδὲν δὲ τῷ προκειμένῳ ὑπάρχει, οὐδ’ ἂν δύναιτο δείκνυσθαί τι αὐτῷ ὑπάρχον. προσέθηκε δὲ αὐτῷ τὸ πλὴν εἰ μὴ κατὰ δόξαν, τοῦτ’ ἔστι ‘μὴ ἀληθῶς μὲν κατὰ δόξαν δέ τινων᾿· εἰ γάρ τις οἴοιτο καὶ τούτων εἶναί τινα ἐπαναβεβηκότα κατηγορούμενα αὐτῶν, δεικνύοιτ’ ἄν κατὰ τὴν οἴησιν ἴησιν τὴν τούτου κατηγορούμενόν τι καὶ τούτων. οὐ γὰρ ταὐτὸν ἀποδεῖξαί τε καὶ συλλογίσασθαί τι, διότι ἔδοξέ τινι ἢ συνεχώρησε· συγχωρεῖται γὰρ πολλὰ | καὶ ψευδῆ, δι’ ὧν [*](98v) συλλογισμὸς μὲν ἄν γένοιτο, ἀπόδειξις δὲ οὔ. εἰ γάρ τις λάβοι συγχωρήσαντός τινος τὴν οὐσίαν ὂν εἷναι καὶ τὸ ὂν ἓν πάλιν, οὗτος ἄν συλλογίσαιτο, ὅτι ἡ οὐσία ἕν. οὐ μὴν ἀπόδειξις τοῦτο· οὐ γὰρ τὸ ὂν τῆς οὐσίας ὡς γένος οὔτε τὸ ἓν τοῦ ὄντος κατηγορεῖται· ὁμώνυμα γὰρ τό τε ὃν καὶ τὸ [*](2 ante μηδενός add. κατὰ Ar. (sed om. Af) 3 πρόκειται a 4 ταύτης Β: αὐτῆς a 6 κατηγόρησε corr. ex κατηγορήσ . . (evan. 2 lit.) Β1, ut videtur 9 γε om. a 10 κατηγορῆσαι Β: κατηγορεῖται a 12 post δὲ add. καὶ a 13 τοῦ, τὸ a 15 τῶν ὄντων τίνα ἐστὶν a 17 ὑποτίθεται a ἐν τοῖς ῾ Υστέροις ἀναλυτικοῖς] Ι 22 21 ὡμολογημένῳ a 27. 28 ὑπάρχειν (v Β2) Β 36 τοῦτο a: τούτου Β ὡς om. a)

293
ἕν. δύναται τὸ κατὰ δόξαν εἰρῆσθαι καὶ ἐπὶ τῆς κατὰ συμβεβηκὸς κατηγορίας· [*](98ν) ὡς γὰρ αἱ ἄτομοι <καὶ> αἰσθηταὶ οὐσίαι οὐδενὸς ἀληθῶς κατηγορούμεναι κτὰ συμβεβηκὸς κατηγοροῦνταί ποτε, οὕτως καὶ τῶν ἀνωτάτω γενῶν ἀπλῶς μὲν οὐδὲν κατηγορηθήσεται, κατὰ συμβεβηκὸς δὲ καὶ κατὰ δόξαν τῶν ὑστέρων τι καὶ σαφηνείας χάριν, οἷον ἄν εἴπωμεν τὴν οὐσίαν ἄνθρωπον. ἢ κατὰ δόξαν εἴρηκε τὸ ἐνδόξως καὶ διαλεκτικῶς, ὥσπερ εἶπεν ἐν τοῖς Τοπικοῖς ‟ἡ διαλεκτικὴ ἐξεταστικὴ οὖσα πρὸς τὰς ἁπασῶν τῶν ἐπιστημῶν ἀρχὰς ὁδὸν ἔχει”. διὸ ἔνεστι διαλεκτικῶς πως καὶ περὶ τῶν πρώτων συλλογίζεσθαι δεικνύ·ντας, ὅτι ὑπάρχει αὐτοῖς, ἄν οὕτω τύχῃ, τὸ ἕν ἓν γὰρ αὐτῶν ἕκαστον), ἀλλὰ καὶ τὸ ὄν.

Τῶν μὲν οὖν ἀνωτάτω γενῶν οὐκ ἔστι δεῖξαι κατηγορούμενόν τι, αὐτὰ δὲ ἄλλων· ὁ γὰρ λαβὼν τὸν ἄνθρωπον ζῷον εἶναι τὸ δὲ ζῷον οὐσίαν ἀπέδειξε τὴν οὐσίαν τοῦ ἀνθρώπου κατηγορουμένην. ἀνάπαλιν ἐπὶ τῶν καθ’ ἕκαστα καὶ ἀτόμων αὐτὰ μὲν οὐχ οἷόν τε ἄλλων κατηγορούμενα ἀποδεῖξαι, ὅτι μηδὲ κατηγορεῖται ὅλως τινῶν, ἄλλα δέ τινα τούτων· τοῦ γὰρ Κλέωνος καὶ τὸν ἄνθρωπον κατηγορούμενον δεῖξαι, ἄν λάβωμεν γελαστικὸν αὐτὸν εἶναι, πᾶν δὲ γελαστικὸν ἄνθρωπον εἶναι· ὁμοίως καὶ ζῶον καὶ οὐσίαν. ἀλλὰ καὶ ὅτι <τὰ> μεταξὺ τῶν τε ἀτόμων καὶ τῶν γενῶν καὶ κατηγορούμενά τινα ἔχει καὶ αὐτὰ ἄλλων κατηγορεῖται, δῆλον. διὸ καὶ αἱ ζητήσεις καὶ οἱ συλλογισμοὶ καὶ αἱ ἀποδείξεις περὶ τούτων γίνονται τῶν ἐν μέσῳ, <ἃ> καὶ αὐτὰ ἄλλων κατηγορεῖται καὶ αὐτῶν τὸ δὲ σχεδὸν προσέθηκεν, ὅτι γένοιτο μὲν ἄν ζήτησις καὶ περὶ τῶν ἀνωτάτω γενῶν, οἷον εἰ δέκα τὰ ἀνωτάτω γένη, καὶ εἰ τὸ ὂν ἢ τὸ ἓν γένος, καὶ εἰ ταὐτὰ τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερα ὁμοίως. ἀλλ’ αἵ γε πλεῖσται καὶ κοινόταται περὶ τῶν μεταξύ. ἔτι περὶ τῶν ἀνωτάτω, εἰ καὶ συλλογιζοίμεθα καὶ δεικνύοιτό τι, οὐκ ἀποδεικτικῶς ἀλλὰ ἐκ τῶν ὑστέρων δεικνύοιτ’ ἄν. οὐ γὰρ διὰ τῶν κατηγορουμένων· τὸ γὰρ τὴν οὐσίαν νοητὴν λέγειν ἢ αἰσθητὴν τὰ ὕστερα κατηγορεῖν ἐστιν αὐτῆς· ὕστερα γὰρ ταῦτα τῆς οὐσίας. τούτων οὖν χάριν καὶ τῶν τοιούτων εἶπε τὸ καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις μάλιστά εἰσι περὶ τὰ μεταξύ. καὶ γὰρ εἰ μὴ αὐτῷ τι <τῷ> πρώτῳ ὑπάρχον ἀποδείκνυται, ἀλλ’ αὐτό γε ἄλλῳ· ὁμοίως καὶ τοῦ ἀτόμου τι δείκνυται. ὥστε γίνονται μὲν καὶ περὶ τούτων σκέψεις, ἀλλ’ αἵ γε πλεῖσται περὶ τῶν μεταξύ· ἄμφω γὰρ ταῦτα ἔχει. ἣν μέντοι παραδίδωσιν ἐκλογήν τε καὶ μέθοδον, οὔτε ἐπὶ τῶν ἀνωτάτω γενῶν οὔτε ἐπὶ τῶν ἀτόμων ἁρμόζει, ἀλλ’ ἐπὶ τῶν μεταξύ· καὶ γὰρ τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον ἐν τῷ προβλήματι δεῖ τῶν μεταξὺ εἶναι. οὕτως [*](2 καὶ a: om. Β 3 οὕτω a 5 σαφηνίας 7 ἐν τοῖς τοπικοῖς] Ι 2 ρ. 101b 3 8 περὶ Β: πρὸς a 11 ἀποδεῖξαι a 18 τὰ a: om. Β 21 ἃ addidi: γὰρ post καὶ prius add. a 23 δέκα τὰ] δὲ κατὰ aB 24 ταῦτα a post ταὐτὰ add. ὃν a ἐστι Waitz Org. I p. 29): eras. Β ἢ ex ἡ corr. Β 25 τῶν (ante μεταξύ) a: τοῦ Β 2.5. 26 συλλογιζοίμεθα Waitz Org. Ι p. 29: συλλογιζόμεθα aB 27 post νοητὴν oxpuuxit εἶναι Β1 29 οὖν Β: γὰρ a 30 μάλιστά εἰσι aB (d): εἰσὶ μάλιστα Ar. τὰ μεταξύ Β: τῶν μεταξύ a: τούτων Ar. 31 τῷ a: om. Β ὁμοίως ἄλλω a 32 post δείκνυται add. εἰ μὴ καὶ αὐτὸ κατ’ ἄλλου a 36 οὕτω a)

294
γὰρ ἕξομεν λαβεῖν καὶ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα, τοῦτ’ ἔστι κατηγορουμένους [*](98ν) αὐτῶν ὅρους, καὶ οἷς αὐτοὶ ἕπονται, τοῦτ’ ἔστι ἑκατέρῳ ὑποκειμένους· διὰ γὰρ τούτων τὴν τῶν προτάσεων εὕρεσιν ὑπογράφει λαμβάνων πρὸς τούτοις ἐν τῇ ἐκλογῇ καὶ τὰ μηδετέρῳ ἑπόμενα τῶν ἐν τῷ προβλήματι ὅρων. ἢ κατὰ τὰ ὑφηγημένα δυνάμεθα τὸ μὲν ἀνωτάτω γένος ὑπάρχον τινὶ δεικνύναι, εἰ λάβοιμεν, οἷς ἕπεται· ταῦτα γὰρ χρήσιμα πρὸς τὴν κατὰ παντὸς κατηγορίαν, ὡς δείξει· ἔχει δὲ τά, οἷς ἕπεται. πάλιν δ’ αὖ τῷ ἐσχάτῳ καὶ ἀτόμῳ τι ὑπάρχον ἐκ τοῦ τὰ ἑπόμενα αὐτῷ λαβεῖν, ἃ ἔστιν ἐπ’ αὐτοῦ λαβεῖν, ἐπειδὴ τὰ κατηγορούμενα ἔχει. οὐ γὰρ ἐπὶ πάντων ληψόμεθα καὶ τὰ ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτὰ ἕπεται, εἰ μὴ τοιαῦτα εἴη, ἀλλ’ ἐφ’ ὧν θάτερον μόνον ἔστι λαβεῖν, | τοῦτο ληφθήσεται, καὶ ὁ πρὸς [*](99r) αὐτὸ συλλογισμὸς κατὰ τοῦτο γενήσεται. ἢ εἰ ἄρα καὶ ἐπὶ τούτων, λαμβάνοιμεν ἄν τά τε πρὸς δόξαν καὶ τὰ κατὰ συμβεβηκός.