In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Πῶς δ’ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ [*](97v) συλλογισμῶν, καὶ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, νῦν ἤδη λεκτέον.
Διδάξας ἡμᾶς, τί τέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται καὶ ἐν τίσι σχήμασι καὶ διὰ πόσων ὅρων τε καὶ προτάσεων προσεχῶν ἕκαστος καὶ πῶς πρὸς ἀλλήλας ἐχουσῶν, διδάξας δὲ καὶ περὶ τῶν προβλημάτων, ποῖον ἐν ποίῳ σχήματι δείκνυται, καὶ ποῖον μὲν αὐτῶν ἐν πλείοσι σχήμασίν ἐστι καὶ εὐεπιχειρητότερον καὶ εὐκολώτερον, ποῖον δὲ ἐν ἐλάττοσι, ποῖον δὲ ἐν ἑνὶ μόνῳ, ὃ καὶ χαλεπώτατον δειχθῆναι, μεταβαίνει ἀπὸ τούτων εἰς τὸ μέθοδον ἡμῖν ὑπογράψαι, ᾗ χρώμενοι δυνησόμεθα πρὸς τὸ τιθέμενον πρόβλημα συλλογισμῶν εὐπορεῖν καὶ προτάσεων τῶν οἰκείων τοῦ δειχθησομένου συμπεράσματος· ἀρχὰς γὰρ τὰς προτάσεις λέγει. ὄργανον δή τι πρὸς τὴν εὕρεσιν ἡμῖν τὴν τούτων παραδίδωσιν. τὸν γὰρ μέλλοντα χρῆσθαι συλλογισμῷ τε καὶ ἀποδείξει οὐ μόνον εἰδέναι δεῖ, τί ποτέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται, ἀλλὰ καὶ δύναμιν ἔχειν αὐτὸν τοῦ ποιεῖν τε συλλογισμοὺς καὶ συλλογίζεσθαι· τοῦτο γάρ ἐστι μάλιστα τοῦ συλλογιστικοῦ. πρὸς δὴ τὴν παραδοθησομένην ὑπ’ αὐτοῦ μέθοδον πρῶτον λαμβάνει τινὰ καὶ τίθησι, δι’ ὧν δείκνυσιν, ὅτι μὴ πάντα περὶ πάντων δεῖ ζητεῖν. ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν ἔσχατα καὶ ἄτομά ἐστι καὶ μηδενὸς κατηγορούμενα τὰ δὲ πρῶτα γένη καὶ μηδὲν ἔχοντα αὐτῶν κατηγορούμενον, οὔτε τὰ ἄτομα δεῖ ζητεῖν ἀποδεικνύναι ὑπάρχοντά τισι καὶ κατηγορούμενα οὔτε τοῖς πρώτοις γένεσιν ἄλλα τινὰ ὑπάρχοντα καὶ κατηγορούμενα αὐτῶν. τῶν γὰρ ὄντων, φησί, πάντων τὰ μὲν τοιαῦτά ἐστιν ὡς κατὰ μηδενὸς κατηγορεῖσθαι καθόλου ἀληθῶς, τὸ μὲν ἀληθῶς προσθείς, ὅτι ἡ ζήτησις ἡμῖν οὐ περὶ τῶν ψευδῶς κατηγορουμένων πάντα γὰρ οὕτως πάντων οἷόν τε κατηγορεῖσθαι) ἀλλὰ περὶ τῶν ἀληθῶς, τοῦτ’ ἔστι φύσιν ἐχόντων κατηγορεῖσθαι. τὸ δὲ καθόλου εἶπεν ἤτοι ὡς καθόλου τούτου ὑγιοῦς ὄντος τοῦ εἶναί τινα τῶν ὄντων, ἃ κατὰ μηδενὸς κατηγορεῖται τὰς γὰρ ἀτόμους οὐσίας καθόλου καὶ [*](5 τῷ B: γὰρ a 7 Ἀλεξάνδρου Ἀφροδισιέως εἰς τὰς μίξεις τῶν γ σχημάτων ὑπόμνημα subscr. Β 8 Περὶ εὐπορίας προτάσεων superscr. a 11 ἐν om. a 13 δὲ om. a 15 εὐεπιχείρητον a ἐν alterum om. a 16 χαλεπώτερον a 18 τῶν om. a 19 προτάσεις Β: πρώτας a 21 ἐστι a: ἔσται Β 25 ἐπεὶ corr. Β2: ἐπὶ a, Β pr. 28 καὶ om.a 29 ἀλλὰ a 33 ἔχων a)
Λέγων δὲ περὶ τῶν ἀτόμων οὐσιῶν, ὅτι μηδενὸς κατηγοροῦνται, προσέθηκε πλὴν ὡς κατὰ συμβεβηκός, καὶ πῶς ἡ κατὰ συμβεβηκὸς ἁπάντων γίνεται κατηγορία, ἐδήλωσεν εἰπὼν φαμὲν γάρ ποτε τὸ λευκὸν ἐκεῖνο Σωκράτη εἶναι κα.ὶ τὸ προσιὸν Καλλίαν κατὰ συμβεβηκὸς καὶ παρὰ φύσιν ποιούμενοι τὴν κατηγορίαν· τὸ γὰρ ὑποκείμενον τοῦ συμβεβηκότος ἐν τοῖς τοιούτοις κατηγοροῦμεν δέον ἀνάπαλιν τὸ συμβεβηκὸς τοῦ ὑποκειμένου· τοῦτο γὰρ ἐν τῇ οὐσίᾳ ἐστίν, ἀλλ’ οὐχ ἡ οὐσία ἐν τῷ συμβεβηκότι. γίνεται δὲ ἡ τοιαύτη κατηγορία ἡ κατὰ συμβεβηκός, ὅταν τὸ ὑποκείμενον ἀγνωστότερον ᾖ τινι τοῦ συμβεβηκότος αὐτῷ· διὰ γὰρ τοῦ συμβεβηκότος γνώριμον ποιοῦμεν τό, ᾧ συμβέβηκεν, διὰ τοὐ λευκοῦ τό, ᾧ τὸ λευκὸν συμβέβηκεν, ὅταν εἴπωμεν ‘τὸ λευκὸν Σωκράτης ἐστί᾿, πάλιν διὰ τοῦ προσιέναι τό, ᾧ τὸ προσιέναι συμβέβηκεν, ὅταν εἴπωμεν τὸ προσιὸν Καλλίαν. ἀλλ’ ἐπεὶ τὰ κατὰ συμβεβηκὸς λεγόμενα ἐν πᾶσί τε καὶ καθόλου οὐ κυρίως καὶ ἁπλῶς τοιαῦτά ἐστιν, οὐδ’ ἂν τὰ κατὰ συμβεβηκότος κατηγορύμενα ἁπλῶς κατηγορεῖσθαι λέγοιτ’ ἄν.
[*](9 ὅτι scripsi: ἔτι aB 11 ἐρεῖ] p. 43b11 —17 15 καὶ Β: om. a 16 τὰ alterum om. a 19 ἀνώτατα a 23 ὁ ἄνθρωπος (compend.) Β: ὁμοίως a 26 φαμὲν a et Ar.: μὲν Β 27 Σωκράτην a et Ar. 28. 29 ἐν τοῖς τοιούτοις τοῦ συμβεβηκότος a 35 τό (ante ᾦ) B: τῷ a 36 post Καλλίαν add. εἶναι a 37 συμβεβηκότα B)