In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 37a 9)

Ἀλλὰ μὴν οὐδ’ ἐκ τοῦ ἀδυνάτου δειχθήσεται [*](73r) ἀντιστρεφον.

Δόξει τισὶ διά γε τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δύνασθαι δείκνυσθαι ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα. τῇ αὐτῇ δείξει καὶ οἱ ἑταῖροι αὐτοῦ κέχρηνται. εἰ γὰρ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί· εἰ γὰρ ψεῦδος τοῦτο, τὸ ἀντικείμενον ἀληθές· ἀντίκειται δὲ τῷ ‘ἐνδέχεται μηδενί᾿ τὸ ‘οὐκ ἐνδέχεται μηδενί᾿, ὃ ἴσον δοκεῖ δύνασθαι τῷ ἐξ ἀνάγκης τινί. τὸ ἄρα Β τῷ Α ἐξ ἀνάγκης τινὶ ὑπάρχει. ἀλλ’ ἐπεὶ ἡ ἐπὶ μέρους ἀναγκαία καταφατικὴ ἀντιστρέφει, καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης τινὶ ὑπάρχει, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενὶ κατὰ τὸ ἐνδεχόμενον τὸ ἐκ τοῦ διορισμοῦ. εἰ δὴ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν· ἦν δὲ τὸ Β τῷ Α ἐξ ἀνάγκης τινὶ ὑπάρχειν μεταληφθὲν ἐκ τοῦ ‘οὐκ ἐνδέχεται μηδενί᾿. τὸ ἀντικείμενον ἄρα ἀληθὲς τὸ τὸ | Β ἐνδέχεσθαι μηδενὶ τῷ Α. ταύτην ν δὴ τὴν δεῖξιν διαβάλλει ὁ Ἀριστοτέλης ὡς μὴ ὑγιῶς γινομένην. θεὶς δὲ τὴν δεῖξιν ἀντιλέγειν μέλλων αὐτῇ οὐ προεῖπε πρῶτον, ὅτι ‘ψεῦδος δὲ τοῦτο’, ἤ τι τῶν τοιούτων, ἀλλ’ εὐθὺς ἐπὶ τὸ δεικνύναι ἐτράπετο, ὅτι οὐκ ὀρθῶς ἡ τοιαύτη γέγονε δεῖξις. διὸ καὶ ἀσαφέστερόν πως φαίνεται τὸ εἰρημένον· λέγεται γὰρ οὐ γάρ, εἰ μὴ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α, ἀνάγκη τινὶ ὑπάρχειν. αἰτιᾶται δὲ διὰ τούτων τὴν μετάληψιν τῆς ‘οὐκ ἐνδέχεται μηδενί᾿, ἥτις ἦν ἀντικειμένη τῇ ‘ἐνδέχεται μηδενί᾿ , ὡς οὐχ ὑγιῶς γενομένην εἰς τὴν ‘ἐξ ἀνάγκης τινί᾿ . οὐ γὰρ πάντως, εἰ ἀληθὴς ἡ ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α’, ἤδη καὶ διὰ τοῦτο ἀληθὴς ἡ ὅτι ἐξ ἀνάγκης τὸ Β τῷ Α τινὶ ὑπάρχει· καὶ γὰρ εἰ ἐξ ἀνάγκης τὸ Β τινὶ τῷ Α μὴ ὑπάρχει, ἀληθὴς ἡ λέγουσα ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α ὑπάρχειν᾿ . τούτου δ’ αἴτιον, ὅτι τὸ ‘ἐνδέχεται παντί᾿ ἀντιστρέφει τῷ ‘ἐνδέχεται μηδενί᾿, ἰδίᾳ δ’ αὐτῶν ἑκάστῳ ἀντίκειται, τῷ μὲν ἐνδέχεσθαι παντὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, τῷ δὲ ‘ἐνδέχεται μηδενί’ τὸ ἐξ ἀνάγκης τινί. ἔσται δὴ καὶ ἀμφότερα ἑκα- τέρου ἐκείνων ἀναιρετικά, εἴ γε ἐκεῖνα μὲν ἀλλήλοις ἀντακολουθεῖ καὶ ἀντιστρέφει, τούτων δὲ ἑκάτερον ἑκατέρου ἐκείνων ἀναιρετικόν ἐστιν. τῇ δὲ τοῦ ἑτέρου ἀναιρέσει ἐκείνων ἀναιρεῖται καὶ θάτερον, ὥστε ἀναιρετικὰ τοῦ ‘ἐνδέχεται μηδενί τό τε ἐξ ἀνάγκης τινὶ καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, τὸ μὲν ἐξ ἀνάγκης τινὶ καθ’ αὑτό, τὸ δ’ ἐξ ἀνάγκης τινὶ μὴ κατὰ συμβεκηκός, ὅτι ἐστὶν ἀναιρετικὸν τοῦ ‘ἐνδέχεται παντί᾿, ᾧ ἀναιρουμένῳ συναναιρεῖται καὶ τὸ ‘ἐνδέχεται μηδενί᾿. εἰ δὲ τοῦτο, καὶ ἡ τοῦ ἐνδέχεσθαι μηδενὶ ἀπόφάσις [*](3 γε scripsi: τε aB 4 ἐνδεχομένως a 8 ὑπάρχει a: ὑπάρχειν Β 10 ὑπάρχει scripsi: ὑπάρχειν Β: ὑπάρξει a 13 ὑπάρχει a 14 ἄρα ἀντικείμενον Β pr. 15 γινομένη a θεὶς Β: εἴς a 16 αὐτῇ Β: αὐτὸς a 19 λέγει a μηδενὶ Ar.: οὐδενὶ aB 21. 22 γινομένην a 24 τῷ ἁ τινὶ Β: τινὶ τῷ ἁ a ὑπάρχει (post μὴ) a: ὑπάρχῃ Β 25 p τῷ ἁ a: ἁ τῷ β Β 26 post τῷ expunxit οὐκ Β 27 ἑκάστῳ αὐτῶν a 28 ἐνδέχεσθαι a 29 aute ἐκείνων expunxit ἐπ’, ut videtur, Β 32 ἐνδέχεσθαι a 35 μηδενὶ ἐνδέχεται collocat a)

224
ἡ ‘οὐκ ἐνδέχεται μηδενί’ ἀληθὴς ἔσται οὐ μόνον, ὅτι ἀληθής ἐστιν [*](73v) ἡ ἐξ ἀνάγκης τινὶ λέγουσα, ἀλλὰ καὶ ὅτι ἡ ἐξ ἀνάγκης τινὶ μή ἀμφότεραι γάρ εἰσιν ἀναιρετικαὶ τῆς ἀντικειμένης αὐτῇ τῆς ‘ἐνδέχεται μηδενί’ , ἐπεὶ μηδὲ ταύτης οὔσης ἀληθοῦς τῆς ‘ἐξ ἀνάγκης τινὶ μή᾿ δυνατὸν ἀληθῆ εἶναι τὴν ‘ἐνδέχεται μηδενί᾿ ὥστε ὁ ὑποθέμενος τὴν ‘οὐκ ἐνδέχεται μηδενί᾿ οὐ πάντως ὑποτίθεται αὐτήν, διότι ἐξ ἀνάγκης τινί, ἀλλὰ καὶ ἐξ ἀνάγκης τινὶ μή. ἄν δὴ ὑποκειμένης τῆς ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α᾿ μεταλάβῃ τις εἰς τὴν ‘ἐξ ἀνάγκης τινὶ μὴ τὸ Β τῷ Α’ οὐδὲν ἔλαττον ἑπομένην αὐτῇ τῆς ‘ἐξ ἀνάγκης τινὶ τὸ Β τῷ Α’, οὐδὲν ἀδύνατον ἀκολουθήσει· οὐ γάρ, εἰ τὸ Β τῷ Α ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχει, ἤδη καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρξει· οὐ γὰρ ἀντιστρέφει ἡ ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία. τούτου δὲ ὄντος οὐδὲν ἐδείχθη διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· ὡς γάρ, εἰ τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον καὶ ὄντων ζῴων λογικῶν καὶ ἀλόγων λαβών τις τὸ εἶναι ζῷον λέγοι πάντως ἄλογον αὐτὸ εἶναι, ἄτοπον ἐρεῖ καὶ οὐκ ἀληθὲς τῷ ἐνδέχεσθαι λογικὸν αὐτὸ εἶναι οὐδὲν ἧττον τούτου ἢ ἐκείνου τῷ ζῴῳ τεθέντι ἑπομένου, οὕτως καί, εἴ τις λαβὼν τὸ ‘οὐκ ἐνδέχεται μηδενί᾿ μόνον τὸ ἐξ ἀνάγκης τινὶ λέγοι σημαίνειν αὐτό, ἄτοπον ἄν εἴποι· ἐνδέχεται γὰρ ἀληθὲς εἶναι καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή. καὶ γὰρ ἔοικε κατὰ τοῦτο μόνον μὴ ἀντιστρέφειν ἡ ἐνδεχομένη ἀποφατική· τοῦ γὰρ λευκοῦ ἐνδεχομένου μηδενὶ ἀνθρώπῳ οὐκέτ’ ἀληθὲς τὸ τὸν ἄνθρωπον ἐνδέχεσθαι μηδενὶ λευκῷ, ἀλλ’ ἀληθὲς τὸ μὴ ἐνδέχεσθαι μηδενὶ λευκῷ τὸν ἄνθρωπον, οὐ κατὰ τὸ τινὶ λευκῷ αὐτὸν ἐξ ἀνάγκης ὑπάρχειν (οὐκέτι γὰρ ἄν ἦν οὐδὲ λευκὸν παντὶ ἀνθρώπῳ ἐνδεχόμενον, εἰ τινὶ αὐτῷ ἐξ ἀνάγκης ὑπῆρχεν), ἀλλὰ καθ’ ὅτι τινὶ λευκῷ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. διὸ οὐ δεόντως ἡ μετάληψις ἄν γένοιτο ἐπὶ τῶν ἀντιστροφῶν τοῦ ‘οὐκ ἐνδέχεται μηδενί’ εἰς τὸ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον οὐ διὰ τοῦτο ἀληθοῦς ὄντος τοῦ ἀποφατικοῦ ἀλλὰ διὰ τὸ ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον.