In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῷ Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν. |
Ὁ εἶπεν ἀντὶ τοῦ ‘ἐνδέχεται μηδενί’. λαβὼν δέ, ὅτι τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ ἕπεται καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, δείκνυσι, πῶς. ἐπὶ γὰρ τοῦ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχοντος καὶ ἐξ ἀνάγκης τινὶ ὑπάρχοντος ἀληθές ἐστι τὸ μὴ ἐνδέχεσθαι αὐτῷ μηδενὶ ὑπάρχειν, οἷον εἰ τὸ Β τῷ Α ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχοι, οὐκ ἔστιν ἀληθὲς ἐπ’ αὐτοῦ τὸ τὸ Β ἐνδέχεσθαι τῷ Α μηδενί τὸ γὰρ παντὶ ἐνδέχεται μὴ ὑπάρχειν ἔλαβεν, ὡς εἶπον, ἀντὶ τοῦ [*](3.4 ἐπεὶ μηδὲ B: ἐπειδὴ a 5 ὑποτιθέμενος Β pr. 8 ἑπομένην a: ἑπομένης Β 9 τῆς ex τὴν B3 corr. 10 ὑπάρχῃ Β 11 ὑπάρξει] εἰ in ras. B 13 ζῴων Β τῶν ζώων καὶ a post ζῴων add. καὶ a 14 λέγει a 16 τοῦ ζῴου a οὕτω a 17. 18 ἄν εἴποι scripsi: ἀντείποι aB 25 τῆς ἀντιστροφῆς a 33 μη- δενὶ αὐτῶ a εἰ om. a)