[*](p. 36b 38)Ἐπεὶ ἀντιστρέφουσιν αἱ ἐν τῷ ἐνδέχεσθαι καταφάσεις ταῖς ἀποφάσεσι, καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι, λέγων ἐναντίας μὲν τὰς καθόλου, τὴν ‘παντὶ ἐνδέχεται᾿ καὶ τὴν ‘ἐνδέχεται μηδενί᾿, ἀντικειμένας δὲ τὰς καθόλου ταῖς ἐπὶ μέρους, τὴν ‘παντὶ ἐνδέχεται᾿ τῇ ‘ἐνδέχεται οὐ παντί᾿ καὶ τὴν ‘ἐνδέχεται οὐδενί᾿ τῇ ‘ἐνδέχεται τινί᾿, οὐχ ὡς ἀληθῶς τούτων ἐναντίων οὐσῶν ἀλλήλαις ἢ ἀντικειμένων (πῶς γάρ, εἴ γε συναληθεύονται;), ἀλλ’ ὡς τῇ λέξει ὁμοίως τούτων ἐχουσῶν πρὸς ἀλλήλας, ὡς ἔχουσιν αἱ ἐπὶ τῶν ἀναγκαίων καὶ ἐπὶ τῶν ὑπαρχουσῶν ἐναντίαι. ἐναντίαι γὰρ ἡ μὲν παντὶ ἐξ ἀνάγκης ὑπάρχειν λέγουσα τῇ ἐξ ἀνάγκης οὐδενί, ἡ δὲ παντὶ ὑπάρχειν τῇ οὐδενί· τοιαῦται δὲ κατὰ τὴν τῆς λέξεως ἀκολουθίαν καὶ ἡ ‘ἐνδέχεται παντί᾿ τῇ ‘ἐνδέχεται μηδενί᾿ πάλιν ἀντίκειται μὲν τῇ παντὶ ὑπάρχειν λεγούσῃ ἡ οὐ παντὶ ὑπάρχειν καὶ τῇ ἐξ ἀνάγκης παντὶ ἡ οὐκ ἐξ ἀνάγκης παντί· δοκεῖ δὲ ὁμοίως ἔχειν καὶ ἡ ‘παντὶ ἐνδέχεται᾿ τῇ ‘ἐνδέχεται οὐ παντί᾿ διὸ εἶπε καὶ ταύτας ἐναντίας τε καὶ ἀντικειμένας. λέγοι δ’ ἄν οὐ ταῖς καθόλου, αἷς ἀντικεῖσθαι δοκοῦσιν αἱ ἐπὶ μέρους, συναληθεύειν αὐτάς· οὐ γάρ, εἰ ἀληθὲς τὸ ‘ἐνδέχεται τινί', ἤδη ἀληθὲς καὶ τὸ ‘ἐνδέχεται μηδενί᾿ ἀλλὰ λέγοι ἄν τὰς ταῖς καθόλου ἀντικεῖσθαι δοκούσας αὗται δέ εἰσιν αἱ ἐπὶ μέρους, ἥ τε καταφατικὴ καὶ | ἡ ἀποφατική) ἀντιστρέφειν ἀλλήλαις, τὰς μὲν καθόλου ἀλλήλαις, τὰς δὲ [*](73r) ἐπὶ μέρους πάλιν τὰς ἐκείναις ἀντικεῖσθαι δοκούσας ἀλλήλαις. ὃ εἶπε καὶ ἐν τῷ Περὶ ἑρμηνείας· εἰπὼν γὰρ περὶ τῶν ἐναντίων “διὸ ταύτας μὲν οὐχ [*](7 ἐκ repetit Β: οm. a 8 κατασκευή a: κατασκευῆς B 10 post ἐνδεχομένας add. εἰς a κεῖσθαι bis Β: semel a 13 καὶ om. a πρὸ αὐτῆς Β: πρώτης a 14 ἀντιστρέφουσιν] ντι in ras. Β 15 αἱ utrumque om. Β 16 καὶ (superscr. Β1) τὴν Β: τῇ a 18 μηδενὶ a 21 ὑπαρχουσῶν καὶ ἐπὶ τῶν ἀναγκαίων a 23 τῇ Β: τοῦ a 25 τῇ μὲν a 26 οὐκ om. a ante παντί alterum add. οὐ a δὲ Β: δὴ a 33 ἐκείνας a ἀλλήλας Β pr. 34 Περὶ ἑρμηνείας] c. 7 p. 17b22)
222
οἷόν τε ἅμα ἀληθεῖς εἶναι” ἐπήνεγκε “τὰς δ’ ἀντικειμένας αὐταῖς ἐνδέχεται
[*](73r) ἐπὶ τοῦ αὐτοῦ” δύναται καὶ ἀντικειμένας εἰρηκέναι τὰς ἐπὶ μέρους ἀλλήλαις, ὅταν ἐπὶ τοῦ αὐτοῦ λαμβάνωνται ὑποκειμένου ὡς διωρισμένον τὸ ὑποκείμενον ἔχουσαι. ἢ τοῦτο οὐχὶ ἴδιον τῶν ἀντικειμένων. ἢ τῖς καθόλου ἐνδεχομέναις ἀντιστρέφειν λέγει τὰς ἐπὶ μέρους ἐνδεχομένας τὰς δοκούσας αὐταῖς ἀντικεῖσθαι, οὐκέτι μέντοι καὶ ταῖς ἐπὶ μέρους ἐνδεχομέναις τὰς καθόλου. ὅτι δὲ μὴ ἀντιστρέφουσι κατὰ τοὺς ὅρους αἱ καθόλου ἀποφατικαὶ ἐνδεχόμεναι αἱ κατὰ τὸν διορισμόν, σαφῶς ἔδειξεν ἐπὶ τῆς ὕλης. τὸ γὰρ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ· ὁμοίως δὲ καὶ τὸ περιπατεῖν, ἀλλὰ καὶ τὸ κοιμᾶσθαι· οὐκέτι δὲ ἐνδέχεται τὸν ἄνθρωπον λευκῷ μηδενὶ ἢ περιπατοῦντι ἢ κοιμωμένῳ μηδενί, ὅτι μὴ καὶ παντί· τισὶ γὰρ ἀναγκαίως οὐχ ὑπάρχει κοιμωμένοις ἢ λευκοῖς. ἔτι δὲ φανερώτερον τὸ μὲν φέρεσθαι καὶ τὸ κινεῖσθαι κατὰ φορὰν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ, ὅτι καὶ παντί, οὐκέτι μέντοι καὶ τὸν ἄνθρωπον ἐνδέχεται μηδενὶ κινουμένῳ κατὰ φοράν, ὅτι μηδὲ παντί· οὐ γὰρ δὴ τῷ κυκλοφορητικῷ ἐξ ἀνάγκης γὰρ οὐχ ὑπάρχει τοῦτο ἐκείνῳ. Κἄν τις ἐπιζητήσαι πρὸς τὴν τῶν ἐνδεχομένων τῶν καταφατικῶν πρὸς τὰς ἀποφατικὰς ἀντιστροφήν, μήποτε οὐχ <αἱ> ἐνδεχόμεναι ἀλλήλαις ἀντιστρέφουσιν, ἀλλὰ αἱ ἐνδεχόμεναι ταῖς ὑπαρχούσαις. εἰ γὰρ κυρίως ἐνδεχόμεναι αἱ εἰς τὸ μέλλον. δῆλον ὡς ἀληθοῦς οὔσης τῆς ἐνδεχομένης καταφατικῆς ἀληθές ἐστι τὸ μήπω ὑπάρχειν, ὃ ἐνδέχεσθαι ἔκειτο. τὸ οὖν ἐνδέχεσθαι μηδενὶ ἐπὶ τοῦ νῦν μὴ ὑπάρχοντος λεγόμενον ἀντιστρέφοι ἄν πρὸς τὴν ‘ἐνδέχεται παντί᾿ οὖσαν ἀληθῆ, διότι μέλλει τὸ λεγόμενον δι’ αὐτῆς. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ἐνδεχομένης ἀποφατικῆς· καὶ γὰρ ταύτῃ οὔσῃ ἀληθεῖ ἀντιστρέφει ἡ ἐπὶ τοῦ ὑπάρχοντος κατάφασις. οὐ γὰρ δή, ὃ ὑπάρχειν μέλλει, τοῦτο καὶ μὴ ὑπάρχειν μέλλει· ἤδη γὰρ οὐχ ὑπάρχει. ἢ εἰ καὶ ὅτι μάλιστα νῦν μὴ ὑπάρχει τοῦτο, ὃ ἡ κατάφασις ἐνδέχεσθαι λέγει, ἀλλὰ καὶ ὕστερον ἐνδέχεται μὴ ὑπάρχειν. καὶ γὰρ μὴ γενομένου τοῦ ἐνδέχεσθαι ὑπάρχειν λεγομένου μένει τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν αὐτὸ πάλιν ὕστερον· καὶ γινομένου δὲ πάλιν <τοῦ> ἐνδέχεσθαι [μὴ] παραμένοι ἄν αὐτῷ τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν τότε, ὅτε ἐνεδέχετο αὐτὸ καὶ ὑπάρξαι· ἐφ’ οὗ γὰρ ἀληθὲς τὸ ‘ἐνδέχεται αὔριον περιπατῆσαι᾿, ἐπὶ τούτου ἀληθὲς καὶ τὸ ‘ἐνδέχεται μὴ περιπατῆσαι αὔριον᾿. ἐπεὶ οὖν ἐνδεχομένη <ἡ> εἰς τὸ μέλλον, δεῖ ἀμφοτέρας εἰς τὸ μέλλον λαμβάνειν· καὶ εἰ ἀληθὲς τὸ ὑπάρχειν τὸ ἀντικείμενον τοῦ ἐνδεχομένου, ἀλλ’ οὐ πρὸς τοῦτο κεῖται ἀντιστρέφειν.
[*](1 δ’ ex δὴ, ut videtur, corr. Β1 4 ἔχουσαι a: ἔχουσιν Β οὐχὶ a: οὐχ Β 11 περιπατεῖν a μὴ καὶ a: καὶ μὴ Β 12 ante ἡ intercidisse videtur ἡ περιπατοῦσιν (cf. vs. 11) 13 καταφορὰν a 14 κινουμένῳ ex κοιμωμένῳ corr. Β καταφοράν φοράν a 15 post δὴ 3 — 4 lit. eras. B 16 κἀν a: ἄν B ἐπιζητήσαι scripsi: ἐπιζητήσῃ aB ἀποφατικῶν a 17 καταφατικὰς a οὐχ αἱ a: οὐκ Β 18 εἰ Β: αἱ a 20 ἀληθής a 21 ἀντιστρέφει a 26 ὑπάρχῃ a 28 μένει ... λεγομένου (29) om. a αὑτὸ ... μὴ ὑπάρχειν (29) in mg. Β2 29 τοῦ addidi μὴ ut ex vs. 30 translatum delevi λεγομένου pr. expunxit, deinde restituit, ut videtur, Β 33 ἡ, quod ante ἐνδεχομένη habet a, hic addidi (cf. vs. 19): om. Β)223