In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 37a 20)

Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό, ψεῦδος ἄν λαμβάνοι. Λαβών, ὅτι τῷ ἐξ ἀνάγκης τινὶ μὴ οὐχ ἕπεται τὸ ‘ἐνδέχεται παντί’, ἀλλὰ δῆλον ὅτι ἡ ἀπόφασις αὐτοῦ ἡ ‘οὐκ ἐνδέχεται παντί’, φανερὸν ποιεῖ δι’ αὐτοῦ, ὅτι μὴ πάντως ἡ ‘οὐκ ἐνδέχεται παντί’ ἀληθής ἐστιν ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινὶ μή᾿ γίνεσθαι γὰρ ἀληθὴς δέδεικται καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινί’. ὥστε ἔσονται ἀντικείμεναι τῇ ‘ἐνδέχεται παντί’ αἱ δύο ἐπὶ μέρους ἀναγκαῖαι, ἥ τε καταφατικὴ καὶ ἡ ἀποφατική. εἰ γοῦν ὑποκείμενον εἴη τὸ Γ τῷ Δ παντὶ μὲν ὑπάρχειν, τινὶ δ’ αὐτοῦ ἐξ ἀνάγκης, οὐκ ἀληθὴς μὲν ἐπ’ αὐτοῦ ἡ λέγουσα ‘τὸ Γ τῷ Δ ἐνδέχεται παντί’, οὐ μήν, διότι ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχει, οὐκ ἀληθής, ἀλλ’ ὅτι ἐξ ἀνάγκης τινὶ ὑπάρχει. οὐκ ἀργῶς δὲ ἔλαβε τὸ τὸ Γ τῷ Δ παντὶ μὲν ὑπάρχειν, ἐξ ἀνάγκης δὲ αὐτῷ τινί, καὶ διὰ τοῦτο ψευδῆ εἶναι τὴν λέγουσαν τὸ Γ τῷ Δ παντὶ ἐνδέχεσθαι, ἀλλ’ ἐπεὶ διὰ τοῦτο λέγει τὴν ἐνδεχομένην ἀποφατικὴν τὴν ἐν τῇ ἀντιστροφῇ λαμβανομένην τὴν λέγουσαν τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενὶ ψευδῆ εἶναι, διότι οὐδενὶ μὲν αὐτῷ ὑπάρχει, ἐξ ἀνάγκης δὲ τινὶ αὐτῷ οὐχ ὑπάρχει. ὡς γὰρ τὸ ἐνδεχόμενον καταφατικὸν καθόλου ψεῦδος γίνεται, κἄν παντὶ [*](4, 5, 6, 7 τῷ ἁ τὸ β a: τὸ ᾱ τῷ β Β 8 ante ὑπάρχει alterum (ὑπάρχη Β) add. μὴ eras. B 12 ἐπ’ αὐτῆς post αὐτῆς transponit a 19 ἀξιῴη Β 25 μή corr. B2 28 μὲν prius om. a αὐτῷ a 29 post παντί expunxit ἐπεὶ τινὶ παντὶ Β: ἐπεὶ τινὶ ἐξ ἀνάγκης add. a 30 μὴ om. a ὑπάρχει, οὐκ scripsi: οὐχ ὑπάρχει Β: οὐχ ὑπάρχει, οὐκ a 32 ἐνδέχεται a 36 κἄν παντὶ ... ψεῦδος (226, 2) in mg. Β2)

226
μὲν ὑπάρχῃ, τινὶ δὲ ἐξ ἀνάγκης, οὕτως καὶ τὸ ἐνδεχόμενον ἀποφατικὸν [*](74r) καθόλου ψεῦδος, κἂν μηδενὶ αὐτῷ ὑπάρχῃ, ἐξ ἀνάγκης δὲ αὐτοῦ τινὶ μή. γίνονται δὴ ἀναιρετικαὶ τῆς ‘ἐνδέχεται παντί’ οὐχ ἡ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν λέγουσα μόνη ἀλλὰ καὶ ἡ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν τιθεῖσα , ὡς ἐδείχθη. εἰ δὲ ταύτην ἀναιροῦσιν αἱ δύο, καὶ τὴν ‘ἐνδέχεται μηδενί’ ἴσην οὖσαν ταύτῃ καὶ ἀντιστρέφουσαν αὐτῇ ἀναιρήσουσιν αἱ αὐταὶ δύο, οὐχ ἡ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν λέγουσα μόνη ἀλλὰ καὶ ἡ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν· ἀλλ’ ἐπειδὴ ἴσον μὰν δύναται ἡ ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί᾿, ἐκείνην δὲ ἐδείχθησαν αἱ δύο ἀναιροῦσαι, δῆλον ὅτι καὶ τὴν ‘ἐνδέχεται μηδενί’ αἱ αὐταὶ δύο ἀναιρήσουσι.