In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Δῆλον οὖν, ὅτι πρὸς τὸ οὕτως ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, ὡς ἐν ἀρχῇ διωρίκαμεν.
Δείξας, ὅτι τῶν κατὰ τὸν διορισμὸν ἐνδεχομένων, τῆς τε καθόλου καταφατικῆς ν καὶ τῆς καθόλου ἀποφατικῆς, ἀναιρετικαί εἰσιν ἑκατέρας αὐτῶν αἱ δύο ἐπὶ μέρους ἀναγκαῖαι, ἥ τε καταφατικὴ καὶ ἡ ἀποφατική, οὗ χάριν ταύτας ἔδειξε, παρατίθεται. φησὶ γὰρ ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τῆς γινομένης ἐπὶ τῆς ἀντιστροφῆς τῆς ἐνδεχομένης τῆς κατὰ τὸν διορισμὸν δεῖν ὑποθέντας τὸ μὴ ἐνδέχεσθαι τὸ Β τῷ Α μηδενὶ μεταλαμβάνειν αὐτὸ εἰς τὴν ‘ἐξ ἀνάγκης τινὶ μή' διὰ τοῦτο γὰρ οὐκ ἦν ἀληθὴς ἡ ἐνδέχεσθαι μηδενὶ ἀλλὰ ἡ ἀπόφασις αὐτῆς ἡ ‘οὐκ ἐνδέχεται μηδενί’ λέγουσα, ὅτι τινὶ ἐξ ἀνάγκης οὐχ ὑπῆρχε τὸ Β τῷ Α. οὐ γὰρ δι’ ἄλλο τι οὔσης ἀληθοῦς τῆς ‘τὸ Α τῷ Β ἐνδέχεται μηδενί ’ δύναται ψευδὴς εἶναι ἡ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενὶ λέγουσα ἢ διότι τινὶ αὐτῷ ἐξ ἀνάγκης οὐχ ὑπάρχει· εἰ γὰρ διότι τινὶ ἐξ ἀνάγκης ὑπάρχει, οὐδ’ ἄν ἡ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενὶ λέγουσα ἀληθὴς εἶναι δύναιτο· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης διὰ τὸ ἀντιστρέφειν τὴν ἀναγκαίαν ἐπὶ μέρους καταφατικήν. οὐ μεταληφθείσης δὲ εἰς τοῦτο τῆς ἀποφάσεως ἀλλὰ εἰς τὴν ἐπὶ μέρους ἀποφατικὴν ἀναγκαίαν (ἦν γὰρ διὰ τοῦτο ἀληθής) οὐδὲν ἀδύνατον ἀκολουθεῖ τῷ τὴν ἀποφατικὴν ἐπὶ μέρους ἀναγκαίαν μὴ ἀντιστρέφειν. οὐδὲ διὰ τῆς εἰς ἀδύνατον ἄρα ἀπαγωγῆς δείκνυται καὶ συνάγεται ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα. ὅτι δὲ οὐκ ἀντίκειται τῇ ‘ἐνδέχεται μηδενί’ ἡ ‘ἐξ ἀνάγκης τινί’ οὐδὲ ἴση ἐστὶ τῇ ἀποφάσει αὐτῆς τῇ ‘οὐκ ἐνδέχεται μηδενί’, εἰς ἣν τὴν μετάληψιν ποιεῖται τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ ὡς ἴσην ὁ βουλόμενος ἀντιστρέφουσαν δεῖξαι τὴν ἀποφατικὴν ἐνδεχομένην δι’ αὐτῆς, δῆλον καὶ ἐκ τοῦ ἅμα ψευδεῖς αὐτὰς γίνεσθαί ποτε. ἐπὶ γὰρ τοῦ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχοντος ψευδὴς καὶ ἡ [*](1 οὕτως] ὕτως periit in Β 2 αὐτοῦ B: αὐτῷ a 12 διωρίσαμεν Ar. 17 τῆς (ante κατὰ) om. a 18 ὑποτιθέντας a 20 ὅτι Β: ὃ a 23 ἐνδέχεται a αὐτῷ a: αὐτῶν Β 28 ἀναγκαίαν ἀποφατικήν a 29 ἐπὶ μέρους ἀποφατικὴν a 33 εἰς ἣν correxi: ἴσην Β: οὐδὲ ἴσην a ante ποιεῖται add. αὐτῆς a 34 post ὡς add. εἰς a δεῖξαι ἀντιστρέφουσαν a)