In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
οὐδὲ ἐὰν ἄμφω τὰ διαστήματα κατὰ μέρος ἢ κατηγορικῶς ἡ στερητικῶς·
Δείκνυσιν, ὅτι, κἄν ἀμφότεραι ὦσιν ἐπὶ μέρους αἱ προτάσεις, ὅπως ἄν ἔχωσι ποιότητος, ἀσυλλόγιστοι αἱ συζυγίαι, ἄν τε ἀμφότεραι καταφατικαί, ἄν τε ἀμφότεραι ἀποφατικαί, ἄν τε ἡ μὲν μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἐάν τε ἀνάπαλιν, ἀλλ’ οὐδ’ ἄν ἀδιόριστοι ἢ ἀμφότεραι καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ἢ ἀνάπαλιν. κοινοὶ δὲ πασῶν ὅροι τῶν ὀκτὼ συζυγιῶν, τοὐ μὲν ὑπάρχειν ζῷον, λευκόν, ἵππος, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν, λίθος. δῆλον δὲ τὸ αἴτιον τοῦ τὰς τοιαύτας συμπλοκὰς πάσας ἀσυλλογίστους εἶναι· τῷ γὰρ μηδὲν εἰλῆφθαι καθόλου ὁ μέσος οὐ κατὰ ταὐτὸν ἀμφοτέροις κοινωνῶν ἀλλὰ δυνάμενος τίθεσθαι κατ’ ἄλλο καὶ ἄλλο σχεδὸν οὐδὲ μέσος ἐστὶν αὐτῶν. εἰκότως δὲ ἐκ δύο ἐπὶ μέρους προτάσεων οὐδὲν συνάγεται συλλογιστικῶς, ὅτι κεῖται ἡ συλλογιστι|κὴ πίστις διὰ τοῦ καθόλου πιστοῦσθαι ν καὶ δεικνύναι τι τῶν ὑπ’ αὐτό. ὅσοι δὲ ἡγοῦνται ἐκ δύο ἐπὶ μέρους συλλογιστικῶς τι συνάγεσθαι, ὡς οἱ τοὺς παρὰ τοῖς Στωικοῖς λεγομένους ἀμεθόδως περαίνοντας παρεχόμενοι εἰς δεῖξιν τούτου καὶ ἄλλα τινὰ παραδείγματα ἀθροίζοντες, ἢ διαβαλλέτωσαν τὰ ὑπ’ Ἀριστοτέλους εἰρημένα παραδείγματα εἰς ἔλεγχον τοῦ ἀσυλλόγιστον τὴν τοιαύτην συμπλοκὴν δείξαντες αὐτὴν ψευδῆ καὶ λέγοιεν ἄν τι) ἢ ἴστωσαν, ὅτι ἱκανὸν καὶ τὸ ἕν τι παρατεθὲν ἀσυλλόγιστον ἐλέγξαι συζυγίαν, πρὸς τῷ καὶ τὰ παραδείγματα, ἃ παρέχονται, μὴ τοῖς λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα μηδὲ “τῷ ταῦτα εἶναι’’ ἀλλὰ τῷ ἀληθῆ εἶναι ἐπ’ αὐτῶν τὴν καθόλου πρότασιν, παρ’ ἧς ἔχοντες τὸ συμπέρασμα, ἐν τῇ τῶν προτάσεων λήψει παραλιπόντες ἐκείνην, τὴν ἐλάττονα εἰς δύο διαιροῦσιν· πάντες γὰρ οὕτως συνάγουσιν τῶν λεγομένων ὑπ’ αὐτῶν ἀμεθόδως περαίνειν οἱ τὰς δύο [*](1 ἰδίως L 4 δὲ LM 7 οὐδὲ ἐὰν Β (df): οὐδέ a (Cm, sed non om. av) ᾖ om. Ar. (sed add. Cf) 11 ἄν τε ἀμφότεραι ἀποφατικαί οm. L 12 ἄν τε aL 13. 14 καταφατική, ἡ δὲ δ’ M) ἐλάττων ἀποφατικὴ aLM 15 ἵππος, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν om. L 17 τὸ γὰρ L μηδὲν Β: ἐν μηδενὶ LM: μὴ a 18 ἀλλὰ post add. Β ante μέσος add. ὁ Β 20 τοῦ aBM: τὸ L 21 αὐτό] τό evan. Β 22 τὰ . . . λεγόμενα L 23 περαίνοντες a 24 τὰ BLM: τῷ a 26 ἢ ἴστωσαν BLM: εἰ δὲ μή, ἔστωσαν a ἐν τι Β (evan. ἑ, sed (??) restat) LM: ὄντι a 27 ἐλέγξαι BLM: ἐργάζεσθαι a τῷ aBM: τὸ L 28 τεθειμένοις a 29 “τῷ ταῦτα εἶναι’’] An. pr. I 1 p. 24 b 20 αὐτῶν a: αὐτῷ BLM 30 ᾖ a 31 συλλήψει aLM παραλείποντες aLM ἐκείνων B διαιροῦσαν LM 32 οὐτῶ M)
Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς, ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, ὅτι ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν, εἴπομέν.
Ἔδειξεν, ὅτι ἐν τοῖς ἐπὶ μέρους συλλογισμοῖς δύο δὲ ἦσαν οὗτοι) τὴν μὲν μείζονα δεῖ καθόλου εἶναι ἢ καταφατικήν, ἐφ’ οὗ καταφατικὸν ἦν τὸ συμπέρασμα, ἢ ἀποφατικήν, ἐφ’ οὗ ἀποφατικόν τὴν δὲ ἐλάττονα καταφατικὴν ἐπὶ μέρους ἐν ἀμφοτέροις τοῖς συλλογισμοῖς.
Δῆλον δὲ καὶ ὅτι πάντες οἱ ἐν αὐτῷ συλλογισμοὶ τέλειοί εἰσιν.
Ὡρίσατο τὸν τέλειον συλλογισμὸν “τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον’’. φησὶ δὲ πάντας τοὺς ἐν τούτῳ τῷ σχήματι δεδειγμένους συλλογισμοὺς τελείους εἶναι, ἐπειδὴ πάντες ἐπιτελοῦνται διὰ τῶν ἐξ ἀρχῆς εἰλημμένων τε καὶ κειμένων καὶ οὐδενὸς ἄλλου προσδέονται. ἔστι δὲ τὰ ἐξ ἀρχῆς λαμβανόμενα, δι’ ὧν τὸ ἐν αὐτοῖς ἀναγκαῖον φανερόν ἐστιν, τό τε κατὰ παντὸς ἴσον ὂν τῷ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ ἐν μηδενί.
Καὶ ὅτι πάντα τὰ προβλήματα δείκνυται διὰ τούτου του σχήματος·
Διὰ ταῦτα μάλιστα πρῶτον τοῦτο τὸ σχῆμα. διὸ καὶ αὐτὸς ταῦτα προειπὼν ἐπήνεγκε καλῶ δὲ τὸ τοιοῦτον σχῆμα πρῶτον, ὡς ἀποδεδωκὼς τὰς αἰτίας τοῦ τοῦτο εὐλόγως καλεῖν πρῶτον.
Αὐτὸς μὲν οὗν τούτους τοὺς ἐκκειμένους συλλογισμοὺς τέσσαρας ἔδειξε προηγουμένως ἐν τῷ πρώτῳ σχήματι γινομένους. Θεόφραστος δὲ προστίθησιν ἄλλους πέντε τοῖς τέσσαρσι τούτοις οὐκέτι τελείους οὐδ’ ἀναποδείκτους ὄντας, ὧν μνημονεύσει καὶ ὁ Ἀριστοτέλης, τῶν μὲν ἐν τούτῳ τῷ βιβλίῳ [*](2 καὶ τἄλλα aBL: κατ’ ἄλλα M δ’ L 6 ὅτι 0111. a 7 οὕτως om. a 8 ἐν BLM: ἐπὶ a οὗτοι ἤσαν aLM 9 δεῖ scripsi: δεῖν libri 10 ἢ ἀποφατικήν, ἐφ’ οὗ ἀποφατικόν om. L δ’ M 12. 13 textus verba in L 14 τὸν scripsi ex Ar. (An. pr. I 1 p. 54b 23): τοῦ libri 16 τούτῳ post σχήματι traiisponit L δεδειγμένους post τούτῳ transponit a 17 τε καὶ κειμένων om. aLM 18 εἰλημμένα M 19 φανερὸν ἀναγκαῖον L 20 τὸ aBM: τῷ L ἐν om. L 21 δείκνυται Ar.: δείκνυνται aB 23 post ταῦτα alterum add. πάντα aLM 24 καλῶ . . . πρῶτον lemma in L 25 post τοῦτο add. αὐτὸν LM 26 οὖν om. a τοὺς om. L ἐγκειμένους a 27. 28 προτίθησιν L 28 τέτταρσι L τούτους aM 29 μνημονεύει aLM ὁ om. a)
Ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ δὲ μηδενὶ ὑπάρχῃ, ἢ ἑκατέρῳ παντὶ μηδενί.
Εἰπὼν περὶ τοῦ πρώτου σχήματος καὶ τῶν ἐν αὐτῷ συζυγιῶν καὶ δείξας, τίνες μέν εἰσιν αὐτῶν συλλογιστικαί, τίνες δὲ ἀσυλλόγιστοι, μεταβέβηκεν ἐπὶ τὸ δεύτερον σχῆμα, καὶ περὶ τῶν ἐν τούτῳ συζυγιῶν πάλιν ποιήσεται τὸν λόγον κατὰ ταὐτά. ἔστι δὲ τὸ δεύτερον σχῆμα, ὡς ἔφαμεν, ἐν ᾧ ὁ κοινὸς ὅρος καὶ μέσος ἀμφοτέρων τῶν ἐν τῷ προκειμένῳ προβλήματι κατηγορεῖται. ὃ ἔδειξεν εἰπὼν ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ, ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί· τοῦτο γάρ ἐστιν ἴσον τῷ ‘ὅταν δὲ τὸ αὐτό τοῦτο δ’ ἐστὶ τὸ μέσον καὶ δὶς λαμβανόμενον) [*](1 τῷ (post τοῦτο) om. L μὲν τῶν L 2 τῶν utruinfjue om. L κατ’ M 3 κατὰ τὰς a κατ’ ἀρχάς] An. pr. ΙΙ 1 p. 53a3 sq. 4 γίνεσθαι L 5 ἐν alterum om. a λέγει] An. pr. 17 p. 29a 19 —26 13 ἔχουσαι aLM 1.5 τὸ om. aLM 16 ἄν om.M ἄν ἀναγκαίως . . . τοὺς τόπους (21) om. L ἦν vs. 16 ultimum folii verbum est) 17 συλλογιστική aB: συμπλοκὴ M 18 δεικνύουσα all 19 τι om. a 21 κατ’ evan. M 22 σχῆμα δεύτερον in mg. Β, superscr. a: ἀρχὴ σὺν θεῷ τοῦ δευτέρου σχήματος superscr. L: σχῆμα δεύτερον περὶ τῶν ἐξ ὑπαρχουσῶν προτάσεων συγκειμένων συζυγιῶν superscr. M 23 ὑπάρχῃ om. B μηδενί Ar.: οὐδενί aB 27 ποιήσηται L ταὐτά scripsi: ταῦτα libri ἔφαμεν] p. 47, 3 30. 3 1 ἴσον ἐστὶ aM 31 δέ ἐστι L)
Ὅτι μὲν οὖν τὸ τοιοῦτόν ἐστι σχῆμα δεύτερον, καὶ δι’ ἃς εἰρήκαμεν. φανερὸν δέ, ὅτι καὶ κατὰ ἀντιστροφὴν τῆς ἐν πρώτῳ σχήματι μείζονος προτάσεως ὁ μέσος γίνεται ἀμφοτέρων κατηγορούμενος. ἀντι- στραφείσης γὰρ ἐκείνης ὁ μέσος γίνεται κατηγορούμενος ἐκείνου, ᾧ ὑπέκειτο· ὑπέκειτο δὲ τῷ μείζονι ἄκρῳ· κατηγορεῖται δὲ καὶ τοὐ ἐλάττονος· ἀμφοτέρων ἄρα γίνεται κατηγορούμενος τῆς μείζονος ἀντιστραφείσης. ὢν δὲ κατηγορούμενος βελτίονα χώραν ἐπὶ τοῦ δευτέρου σχήματος ἔχει, εἴ γε μεῖζον ἦν τὸ κατηγορεῖσθαι τοῦ ὑποκεῖσθαι. εἰκότως ἄρα καὶ τοῦτο τὸ σχῆμα δεύτερον, ὅτι ὁ μέσος, δι’ ὃν ὁ συλλογισμός, τὴν οἰκείαν θέσιν ἀπολέσας, ἣν εἶχεν ἐν τῷ πρώτῳ σχήματι, τῶν καταλειπομένων δύο τὴν καλλίονα θέσιν τούτων ἔχει.
Ἔστι δὲ συλλογιστικὴ συζυγία ἐν τῷ δευτέρῳ σχήματι, ἐν ᾗ ἐστιν ἡ μείζων πρότασις καθόλου. ταύτης γὰρ οὔσης ἐπὶ μέρους οὐδεὶς ἔσται συλλογισμὸς ἐν δευτέρῳ σχήματι, καὶ εὐλόγως· ἀφ’ ἧς γὰρ προτάσεως αντισραφεισης ἐκ του πρώτου σχήματος ἡ γένεσις αὐτῷ, ταύτης τὸ ιοιον φυλάσσεται καὶ ἐν ταῖς ἐν δευτέρῳ σχήματι συλλογιστικαῖς συζυγίαις. τὴν ὢ δὲ δευτέραν πρότασιν δεῖ, τὴν ἐλάττονα, ἢ ἐπὶ μέρους ἢ καθόλου εἶναι· καὶ γὰρ καθόλου οὖσα καὶ ἐπὶ μέρους συλλογιστική. δεῖ δὲ αὐτὴν ἐξ ἀνάγκης κατὰ τὸ ποιὸν ἀντικειμένην εἶναι τῇ μείζονι καὶ ἀνομοιοσχήμονα, εἰ μὲν ἐκείνη εἴη καταφατική, ταύτην ἀποφατικήν, εἰ δ’ ἐκείνη ἀποφατική, ταύτην καταφατικήν· ὁμοιοσχημόνων γὰρ οὐσῶν οὐ γίνεται συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὔτε γὰρ ἐκ δύο ἀποφατικῶν, ὅτι ἐν οὐδενὶ σχήματι ἡ τοιαύτη συζυγία συλλογιστική, οὔτε ἐκ δύο καταφατικῶν, ὡς δειχθήσεται. [*](1 ὑπάρχῃ scripsi: ὑπάρχει libri 1 et 2 κατηγορῆται scripsi: κατηγορεῖται libri τῷ δὲ . . . κατηγορῆται (2) om. aLM 2 ἑτέρου a 3 λέγεται LM 5 ἔχει aB: δεῖ ἔχειν LM αὑτῷ a: αὐτῷ BLM ante κατηγορούμενον add. μὴ L δὲ om. LM n τῶν tertium om. aLM 7 τῷ om. aLM D ὑπάρχῃ scripsi ex Ar.: ὑπάρχει L: om. a BM; cf. lemma et p. 70,30 11 μὲν οὖν . . . ἐκείνης (14) om. a τὸ om. LM 12 εἰρήκαμεν] p. 48, 12 — 18 κατ’ M 13 ἀντιστραφείσης . . . κατηγορούμενος (14) om. L: ἀντιστραφείσης γὰρ ἐκείνης qra. M 15 κατηγορεῖτο a 16 ὢν aB: ὁ LM 18 τὸ (ante κατηγορεῖσθαι) om. L ἄρα BLM: οὖν ἐστι a 20 ἀπώλεσας L 21 τούτων θέσιν aL 25 ἀντιστρεφείσης a 27 εἶναι ἢ καθόλου L 30 εἴη aBM: ᾖ L αὕτη ἀποφατική a εἰ δ’ . . . καταφατικὴν (31) om. LM 31 αὕτη καταφατική a 33 συλλογιστικὴ συζυγία L)
Μέσον δὲ ἐν αὐτῷ λέγω τὸ κατηγορούμενον ἀμφοῖν.
Οὗτος ἄν εἴη καὶ ὁ λόγος τοὐ δευτέρου σχήματος, ἐν ᾧ ὁ μέσος ἀμφοτέρων τῶν ἄκρων, ὧν δεῖ τὴν συναγωγὴν ποιήσασθαι, κατηγορεῖται.
Μεῖζον δὲ ἄκρον τὸ πρὸς τῷ μέσῳ κείμενον· τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων, πρῶτον δετῇ θέσει.
Διὰ τῆς καταγραφῆς τῶν ὅρων καὶ τῆς τάξεως ἐδήλωσεν ἡμῖν, ὅτι τῆς μείζονος προτάσεως τῆς ἐν τῷ πρώτῳ σχήματι ἀντιστραφείσης τὸ δεύτερον σχῆμα γέγονεν· ἡ γὰρ θέσις καὶ ἡ τάξις, ἣν εἴρηκε, τῶν ὅρων καὶ τὸ προτετάχθαι τὸν μέσον καὶ μετ’ αὐτὸν κεῖσθαι τὸν μείζονα τὴν ἀντιστροφὴν ἐκείνης δηλοῖ τῆς προτάσεως.
Μεῖζον δὲ ἄκρον τὸ πρὸς τῷ μέσῳ κείμενον.
Ζητεῖται, εἰ φύσει ἐν δευτέρῳ σχήματι μείζων τίς ἐστι καὶ ἐλάττων ἄκρος, καὶ τίνι οὗτος κριθήσεται. εἰ γάρ ἐστιν ἀδιάφορον, ἐξέσται, οἷον ἄν συντάξαι βουληθῶμεν ἐν τῇ θέσει τῷ μέσῳ, τοῦτον λέγειν μείζονα· τοῦτο δέ, ἐπεὶ ἀποφατικὰ μὲν τὰ ἐν τούτῳ τῷ σχήματι συναγόμενα, τὰ δὲ καθόλου ἀποφατικὰ ἀλλήλοις ἀντιστρέφει· ὥστε κατὰ τοῦτο οὐδὲν μᾶλλον ὁ ἕτερος τοῦ ἑτέρου μείζων ἐν ταῖς καθόλου ἀποφάσεσιν, εἴ γε μείζων μέν ἐστιν ὁ κατηγορούμενος, οὗτοι δὲ ἐπ’ ἴσης ἀλλήλων ἀντικατηγοροῦνται. ἐπὶ μὲν γὰρ τῶν καταφατικῶν μείζων ὁ κατηγορούμενος καθόλου, ὅτι καὶ ἐπὶ πλέον· διὰ τοῦτο γὰρ οὐδὲ ἀντιστρέφει· ὥστε φύσει αὐτῷ τὸ μείζονα εἶναι ὑπάρχει. ἐπὶ δὲ τῶν καθόλου ἀποφατικῶν οὐκέτι τοῦτο ἀληθές. τὸ μὲν οὖν λέγειν, ὡς Ἑρμῖνος οἴεται, ἐν δευτέρῳ σχήματι τὸν μείζονα ἄκρον εἶναι, ἐὰν μὲν ἀμφότεροι ὁμογενεῖς ὦσιν, ὧν ὁ μέσος κατηγορεῖται, τὸν ἐγγύτερον τοῦ κοινοῦ γένους αὐτῶν ἄν γὰρ ὦσιν οἱ ἄκροι ὄρνεον καὶ 25 [*](2 τέσσαρες om.LM συμπλοκαὶ post συλλογιστικαί transponunt aM: om.L ante τῇ add. καὶ LM 4 δὲ om. L 8 ὧν δεῖ . . . ἄκρων (10) om. aL (in quo μεῖζον . . . ἄκρων textus verba fuisse videntur) 9 post κείμενον add. ἔλαττον δὲ τὸ ποῤῥωτέρω τοῦ μέσου Ar. (sed om. pr. B) τίθεται . . . θέσει (10) om. M 1 1 τάξεως Β: λέξεως aLM 14 τὸ om. L τὸν μείζονα scripsi: τὴν μείζονα BLM: om. a 16 μεῖζον . . . κείμενον sunt textus verba in L 17 ζητεῖ a εἰ aBM: ἢ L 20 τοῦτο aBL: τοῦτον M ἐπὶ L 22 post μείζων add. ἐστὶν aLM 24 ante καταφατικῶν add. καθόλου a 25 μείζονα a: μεῖζον B: μείζων ?L 26 ἐπὶ δὲ B: l-sloeaM: ἐπειδὴ L 27 ante δευτέρῳ add. τῷ a 28 μὲν om. a τὸν scripsi: τὸ aBM: τῷ L 29 ἐγγυτέρω LM)
Ἀλλ᾿ οὐδὲ ἀπλῶς πάλιν ῥητέον μείζονα τὸν ἐν τῷ συμπεράσματι τοῦ συλλογισμοῦ κατηγορούμενον, ὡς δοκεῖ τισιν· οὐδὲ γὰρ οὗτος δῆλος· ἄλλοτε γὰρ ἄλλος ἔσται καὶ οὐχ ὡρισμένος τῷ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν, καὶ ὁ Τέως μείζων αὖθις ἐλάττων, καὶ ἐφ’ ἡμῖν ἔσται τὸν αὐτὸν καὶ μείζω καὶ ἐλάττω ποιεῖν. οὗτε οὖν φύσει τίς ἐστιν ἐν τοῖς ἀποφατικοῖς μείζων, οὔθ’ ἁπλῶς ἐκ τοῦ συμπεράσματος χρὴ τὸν μείζω λαμβάνειν· οὐδὲ γὰρ οὗτος ὡρισμένος ἔσται, τό τε συμπέρασμα ἔχει κατηγορούμενον τὸν ἐν ταῖς προτάσε|σιν εἰλημμένον ὡς μείζονα, ὥστε οὐ τὸ συμπέρασμα 24v τοῦ μείζονος δεικτικόν, ἀλλὰ τὸ λαβεῖν τινα μείζονα αἴτιον τοῦ καὶ ἐν τῷ συμπεράσματι τοῦτον κατηγορεῖσθαι. ἀλλ’ οὐδὲ λέγειν οἷόν τέ ἐστιν, ὅτι μηδέ ἐστί τις ἐν αὐτῷ μείζων· ὥρισται γὰρ καὶ τὸ δεῖν τὴν μείζονα πρότασιν ἐν αὐτῷ καθόλου εἶναι, εἰ μέλλοι ἔσεσθαι συλλογιστικὴ συμπλοκή· μείζων δὲ πρότασις, ἐν ᾗ ὁ μείζων ὅρος. δεῖ δὴ μείζονά τε ἡγεῖσθαι ὅρον καὶ πρῶτον τιθέναι, ὃν ἐν τῷ προβλήματι βουλόμεθα δεῖξαί τε καὶ συναγαγεῖν, ὃν κατηγορούμενον ἔχομεν· πᾶς γὰρ ὁ συλλογιζόμενος ὁρίσας παρ’ αὑτῷ πρῶτον, ὃ βούλεται δεῖξαι, οὕτως εἰς τοῦτο τῶν οἰκείων εὐπορεῖ προτάσεων· οὐ γὰρ ἀπὸ τύχης περιπίπτει τῷ συμπεράσματι. τὸν δὴ ἐν τῷ προκειμένῳ προβλήματι εἰς τὴν δεῖξιν κατηγορούμενον τοῦτον θετέον μείζονα· καὶ γὰρ εἰ ἀντιστρέφει καὶ διὰ τοῦτο γίνεται ὁ αὐτὸς καὶ ὑποκείμενος, ἀλλ’ ἔν γε τῷ ἡμῖν εἰς τὸ δεῖξαι προκειμένῳ κατηγορούμενος ἦν τε καὶ μένει. διὰ τοῦτο γάρ, κἂν ἄλλο γένηται συμπέρασμα, ἀντιστρέφομεν αὐτό. ὥστε ἡμῖν τοῖς δεικνύουσι καὶ συλλογιζομένοις καὶ τάττουσι τοὺς ὅρους οὗτος μείζων, ἐπεὶ μὴ τῇ αὑτῶν φύσει ἐν τοῖς ἀποφατικοῖς τὸ μεῖζον καὶ τὸ ἔλαττον ἀλλ’ ἐν τῇ τῶν συμπερασμάτων προθέσει. δῆλον δέ, ὅτι ὁ ἐν τῷ προβλήματι κατηγορούμενος καὶ ἐν τῷ συμπεράσματι κατηγορούμενος γίνεται.
[*](1 τῷ λογικῷ BLM: τὸ λογικὸν a ἡ μείζων aL 3 προτάσεως BLM: καταφάσεως a 4 τὸ δύνασθαι a 6. 7 λαμβανόμενος a B: λεγόμενος LM 7 οὐκέτι M 8 ἡ om. a 11 τισιν· οὐδὲ γὰρ aRJl: τὸ συμπέρασμα L 12 ἄλλο aL καὶ om. a 13 ἐφ’ ἡμῖν BLM: φήμη a ἐστὶ L 14 post ἐλάττω add. καὶ L 16 οὕτως a 20 καὶ om. aLM 21 μέλλει a LM 22 ante ὅρος add. ἔσται LM, ἐστὶν a post ὅρος add. τίνα οὖν (οὖν om. a) εἶναι οἰητέον ἐν δευτέρῳ σχήματι μείζονα ὅρον aLM 24 συλλογικὸς L ἑαυτῷ M: αὐτῷ a 28 εἰ om. LM 29 τὴν δεῖξιν Lll 31 καὶ τάττουσι] καὶ τάτ cvau. M 32 αὐτῶν libri 33 ὁ om. L 34 γίνεται aB: έσται LM)τέλειος μὲν οὖν οὐκ ἔσται συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι, δυνατὸς δὲ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων.
Τελείους εἶπε συλλογισμοὺς τοὺς ἐκ τῶν κειμένων φανερὸν τὸ ἀναγκαῖον ἔχοντας, οἷοι ἐδείχθησαν ὄντες οἱ ἐν τῷ πρώτῳ σχήματι, ἀτελεῖς δὲ τοὺς ἔξωθεν προσδεομένους τινὸς ἢ τινῶν, ἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεως. τοιοῦτοί εἰσιν οἱ ἔν τε τούτῳ τῷ σχήματι καὶ οἱ ἐν τῷ τρίτῳ· οἱ μὲν γὰρ τρεῖς τῶν ἐν τούτῳ τῷ σχήματι ἀντιστροφῆς προσδέονται πρὸς τὸ φανερὸν τὸ ἐν αὐτοῖς ἀναγκαῖον γενέσθαι, ὁ δὲ τέταρτος διὰ μὲν ἀντιστροφῆς οὐ δείκνυται, διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυται αὐτοῦ ἡ ἀνάγκη τῆς συναγωγῆς. τὸ δὲ δυνατὸς δ’ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων δηλωτικόν ἐστι τοῦ καὶ ἐξ ἀμφοτέρων καθόλου τῶν προτάσεων οὐσῶν δύνασθαι γενέσθαι συλλογισμὸν καὶ ἐν τούτῳ τῷ σχήματι καὶ μὴ οὐσῶν ἀμφοτέρων καθόλου, ἀλλὰ δῆλον ὅτι τῆς ἑτέρας ἐπὶ μέρους, τοῦτ’ ἔστι τῆς ἐλάττονος· ἀμφοτέρων γὰρ ἐπὶ μέρους οὐσῶν οὐδεὶς γίνεται συλλογισμός· ἀλλ’ οὐδ’ ἄν ἡ μείζων ἐπὶ μέρους γένηται, ὡς εἰρήκαμεν.
Καθόλου μὲν οὖν ὄντων ἔσται συλλογισμός, ὅταν τὸ μέσον τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ, ἄν πρὸς ὁποτερῳοῦν ᾖ τὸ στερητικόν· ἄλλως δὲ οὐδαμῶς.
Ὅτι δεῖ ἀνομοιοσχήμονας κατὰ τὸ ποιὸν εἶναι τὰς ἐν τούτῳ τῷ σχήματι προτάσεις, εἰ μέλλοιεν συλλογιστικὴν συζυγίαν ποιήσειν, εἰρήκαμεν. ὅταν δὲ ἀμφότεραι μὲν ὦσιν αἱ προτάσεις καθόλου, ὦσι δὲ καὶ ἀνομοιοσχήχονες, συλλογισμὸς ἔσται, ἄν τε ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ᾖ, ἐάν τε καὶ ἀνάπαλιν· ἀμφότεραι γὰρ αἱ συζυγίαι οὕτως ἔχουσαι συλλογιστικαί, συνάγουσαι καθόλου ἀποφατικόν· εἰσὶ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι, καθ’ ἃ προείρηται, συλλογιστικαὶ συζυγίαι τέσσαρες, ὥσπερ καὶ ἐν τῷ πρώτῳ, δύο μὲν ἐκ καθόλου προτάσεων δύο δὲ ἐκ τῆς ἑτέρας τῆς ἐλάττονος ἐπὶ μέρους. τάξις δὲ τῶν συλλογισμῶν τούτων ἥδε· πρῶτοι μέν εἰσιν οἱ δύο οἱ ἐκ τῶν καθόλου καθόλου συνάγοντες ἀποφατικόν· οὐδὲν γὰρ καταφατικὸν συνάγεται ἐν τούτῳ τῷ σχήματι, ὅτι μηδ’ ἐξ ὁμοιοειδῶν προτάσεων. οὗτοι δὲ πρῶτοι· τὸ γὰρ καθόλου τοῦ ἐπὶ μέρους τιμιώτερόν [*](1 ἔστι a post συλλογισμὸς add. οὐδαμῶς Ar. 4 — 17 desunt in L 5 οἶον a ὄντες BM: ἔχοντες a 7 προτάσεων aM 10 δείκνυται om. M 12 δ’ om. a 13 καὶ om. a 14 γίνεσθαι M 17 γίνηται M εἰρήκαμεν] p. 71,23 18 οὑν ora. a 19 κἀν a (fi) 21 Ὅτι δεῖ ἀνομοιοσχήμονας om. L 22 μέλλοιμεν a εἰρήκαμεν] p. — 33 24 μὲν ἡ M 25 ᾖ scripsi: εἴη libri, quod post ἄν τε (24) transponunt aLM 27 προείρηται] p. 72,2 30 συνάγοντες καθόλου a ἀποφατικά aLM 31 ἐν τούτῳ συνάγεται τῷ σχήματι aLM 32 καθόλου γὰρ aLM)
Κατηγ·ορείσθω γὰρ τὸ M τοῦ μὲν N μηδενὸς τοῦ δὲ Ξ παντός. ἐπεὶ οὖν ἀντιστρέφει τὸ στερητικόν.
Δέδεικται ἐν τοῖς ἐπάνω, ὅτι ἡ καθόλου στερητικὴ ὑπάρχουσα ἑαυτῇ ἀντιστρέφει. ἐπεὶ οὖν εἴληπται ἡ μείζων πρότασις καθόλου ἀποφατική (κεῖται γὰρ τὸ Μ τῷ Ν μηδενί), ἄν ἀντιστραφῇ, ἔσται καὶ τὸ Ν οὐδενὶ τῷ Μ· κεῖται δὲ καὶ τὸ Μ παντὶ τῷ Ξ· οὕτως δὲ ἐχουσῶν τῶν γίνεται ὁ δεύτερος συλλογισμὸς τῶν ἐν τῷ πρώτῳ σχήματι συνάγων καθόλου ἀποφατικὸν τὸ τὸ Ν μηδενὶ τῷ Ξ. τοῦτο δὴ συναχθήσεται ὑπὸ τῆς ἐκκειμένης συζυγίας. ἔστω τὸ μὲν Μ ζῷον τὸ δὲ | Ν ἄψυχον τὸ δὲ Ξ ἄνθρωπος. εἰ δὴ τὸ ζῷον κατ’ οὐδενὸς ἀψύχου, καὶ τὸ ἄψυχον κατ’ οὐδενὸς ζῴου· τὸ δὲ ζῷον κατὰ παντὸς ἀνθρώπου· τὸ ἄψυχον ἄρα κατ’ οὐδενὸς ἀνθρώπου. καὶ οὗτος μὲν ὁ πρῶτος τοῦ δευτέρου σχήματος συλλογισμὸς καὶ διὰ τοιαύτης βοηθείας τελειούμενος.
Πάλιν εἰ τὸ Μ τῷ μὲν Ν παντὶ τῷ δὲ Ε μηδενί, οὐδὲ τὸ Ξ τῷ Ν οὐδενὶ
Δέον ἐπενεγκεῖν τὸ ὀφεῖλον συμπέρασμα δειχθῆναι ἐν τῇ τοιαύτῃ συμ- πλοκῇ (ἔστι δὲ τοῦτο, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ· κεῖται γὰρ τὸ ὅρος, διὸ καὶ δεῖ κατηγορῆσαι αὐτὸν ἐν τῷ συμπεράσματι) εἶτα οὕτως ἐλθεῖν ἐπὶ τὸ δεῖξαι, πῶς τοῦτο συνάγεται, ὅδε τὸ μὲν συμπέρασμα τὸ τελευταῖον [*](1 ὧνπερ a χρῆται . . . σχήματι (2) om. a γὰρ Β: δὲ LM 2 οἶς BL: οἵοις καὶ M τῶν μ a 3 τὸ alteriim oin. L ἀμφότερον a ἔχων L: ἔχοντα M 6 τῷ σχήματι τούτῳ L ἐδήλωσεν . . . σχήματι (8) om. L 7 ᾖ corr. ex ἢ Β 8 καὶ om. aLM 8. 9 ἀδιορίστων aBM: ἀσυλλογίστων L 9 αἱ BM: καὶ aL ἓξ καὶ δέκα LM 10 κατηγορείσθω . . . στερητικόν (11) sunt textus verba in M δέδεικται] p. 31 — 32,21 12 ἡ om. L ante ἑαυτῇ add. ἐν L 14 μηδενὶ τῷ V aLM οὐδενὶ Β: μηδενὶ aLM 15 δὲ alteram om. M 16 τῷ om. aLM 17 τὸ alterum om. aLM 18 ὑπὸ aB: ἐπὶ LM ἐκκειμένης aM, itemque sed corr. Β: κειμένης Β pr., L 19 ἀντιστρέφουσι LM: ἀντιστρέφει a 21 οὗτος aLM: οὕτως Β 21.22 τοῦ δευτέρου σχήματος BLM: τῶν ἐν τῷ δευτέρῳ σχήματι a 23 Πάλιν . . . ὑπάρξει (24) sunt textus verba in LM οὐδενία a 24 τὸ ξ τῷ ν aBM (B pr., C d f): τῷ ξ τὸ V L et Ar. 24 ὑπάρχει B 26 μεῖζον M 27 δεῖ καὶ a 28 πῶς om. L μὲν om. a)
Ἒστι δὲ δεικνύναι ταῦτα καὶ εἰς τὸ ἀδύνατον ἄγοντας.
Λέγει, ὅτι καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένους ἔστι δεῖξαι καὶ τὰς προειρημένας συζυγίας συλλογιστικάς τε οὔσας καὶ συναγούσας τὸ κα- θόλου ἀποφατικόν. τὸν μὲν οὖν πρῶιον συλλογισμὸν οὕτως δείξοῳν· κείσθωσαν αἱ προτάσεις τὸ Μ τῷ Ν οὐδενί, τὸ Μ τῷ Ξ παντί· λέγω, ὅτι τὸ Ν τῷ Ξ οὐδενί. εἰ γὰρ ἀδύνατον, τὸ Ν τῷ Ξ τινὶ ὑπαρχέτω, ἐστι τῷ μηδενί. δεῖ δὲ ἢ τοῦτο ἢ ἐκεῖνο συνάγεσθαι· ἐπὶ παντὸς [*](2 οὐδενὶ τῷ ν L ὑπάρχει Β; cf. p. 78, 24 5 τῷ μ οὐδενὶ ὑπάρξει τῷ V παντὶ ὑπέκειτο L: τῷ v παντὶ ὑπόκειται M: παντὶ τῷ ν ὑπέκειτο a 6 ἢν γὰρ μείζων . . . μηδενὶ τῷ ν (9) om. a 10 ἐλάττω a 13 ὑπάρχειν M 15 γενόμενον Β: συναγόμενον aLM 19 ἀψύχῳ aB: ἀνθρώπῳ LM 22 τοῦ ἐν BLM: τῶν ἐν τῷ a 23 ἀντιστραφείσης om. L 24 αὑτῷ a: αὐτῷ BLM ὅπερ] περ evaii. L 25 τινὸς oni. LM: post συλλογισμοῦ transponit a 26 ἀπάγοντας a (C i d f n) 27 καὶ. (post δεῖξαι) oiu. aLM 29 δείξωμεν Β 30 παντὶ τῷ ξ aLM post ὅτι add. καὶ a 31 γὰρ ἀδύνατον scripsi: γὰρ δυνατόν BLM: δὲ μὴ τοῦτο a τινὶ 0111. Β: ante τῷ ξ transponit a)
Ὅτι μὲν οὖν γίνεται συλλογισμὸς ἐχόντων τῶν ὄρων, φανερὸν·
Δείξας τὰς προειρημένας δύο συζυγίας συλλογιστικὰς ἐν δευτέρῳ σχήματι διά τε τῶν ἀντιστροφῶν καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπισημαίνεται, ὅτι οὐ τέλειοι οὗτοι οἱ συλλογισμοὶ τῷ προσδεηθῆναι ἀποδείξεως ἔξωθεν πρὸς τὸ τὸ ἐν αὐτοῖς ἀναγκαῖον φανερὸν γενέσθαι.
[*](3 ἑαυτῇ aLM καὶ cm. a 5 οὐδενὶ a ὑπάρχειν M G τεθῆναι a post ξ repetit τινὶ M 7 ὑπάρχειν M τε oin. L: τε καὶ ψευ evan. M 8 τῷ (ante τὸ) om. L τῷ ξ τινὶ M τῷ (ante μηδενὶ) L 9 αὐτῷ τῷ ξ τὸ V. τὸ V aLM 10 ἐκκειμένῃ ἐκ in ras.) Β: κειμένῃ aLM 11 φήσει a 12 τῷ ξ τινὶ LM post συνάγεται add. οὖν LM 13 τῷ ξ τινὶ aLM 14 ἀδύνατον . . . τῷ ξ ὑπάρχειν (15) om. aLM 15 ψεῦδος aL 16 τὸ alterum om. aLM 18 μη- δενί a παντὶ τῷ V L 19 ὑπάρχειν M ὑπῆρξε LM 21 τὸ (ante v) om. L 22 προσλαμβάνωμεν Β τὴν alterum om. LM 23 τὸ primum om. Β τὸ altemm om. L μὴ om. LM 27 ante δευτέρῳ add. τῷ aLM 28 τε aBM: ταῦτα L 29 οἱ cm. L: οἱ οἱ evan. M 30 τὸ alterum om. L)Ἐὰν δὲ τὸ M παντὸς τοῦ Ν καὶ τοῦ Ξ κατηγορῆται, οὐκ ἔσται συλλογισμός.
Δείξας τὰς συλλογιστικὰς συζυγίας ἐν τῷ δευτέρῳ σχήματι καθόλου οὐσῶν ἀμφοτέρων τῶν προτάσεων παρατίθεται καὶ τὰς ἀσυλλογίστους, καὶ τῇ τῆς ὕλης παραθέσει δεικνὺς καὶ παντὶ καὶ μηδενὶ δυνάμενον ἐν αὐταῖς ὑπάρχειν τὸν μείζονα ἄκρον τῷ ἐλάττονι ἐλέγχει αὐτῶν τὸ ἀσυλλόγιστον. εἰσὶ δὲ αἱ καταλειπόμεναι συζυγίαι καθόλου ἀμφοτέρων οὐσῶν τῶν προτάσεων αἱ ὁμοιοσχήμονες, ἥ τε ἐκ δύο καθόλου καταφατικῶν καὶ ἡ ἐκ δύο καθόλου ἀποφατικῶν. πρώτην μὲν οὖν προχειρίζεται τὴν ἐκ δύο καθόλου καταφατικῶν, ἐν ᾗ τὸ Μ παντὶ τῷ Ν καὶ τῷ Ξ ὑπάρχει. ὅρους δὲ τοῦ παντὶ ὑπάρχειν τὸ Ν τῷ Ξ οὐσίαν ἐπὶ τοῦ Μ, ζῷον ἐπὶ τοῦ ἄνθρωπον ἐπὶ τοῦ Ξ· ἡ γὰρ οὐσία καὶ ζῴῳ παντὶ καὶ ἀνθρώπῳ παντί, καὶ τὸ ζῷον, ὅπερ ἦν τὸ Ν, ἀνθρώπῳ παντί, ὃ ἔκειτο ἐπὶ τοῦ ἑ. ἐπὶ δὲ τοῦ μηδενὶ τὸ Ν τῷ Ξ ὑπάρχειν τίθησιν ἐπὶ τοῦ Ξ δ’ ἄν εἴη τὸ λεγόμενον, εἰ λίθος τεθείη. πάλιν γὰρ αἱ μὲν προτάσεις ὁμοίως ἀληθεῖς· ἡ γὰρ οὐσία καὶ ζῴῳ παντὶ καὶ λίθῳ· ζῷον δὲ οὐδενὶ λίθῳ. τὸν δὲ ἀριθμὸν αὐτὸς ἤτοι ἀντὶ μονάδος ἔλαβε· λέγουσι γὰρ τὴν μονάδα οὐσίαν’ οὐ γάρ φασιν αὐτὴν ποσὸν τῷ μήτε συνεχὲς εἶναι μήτε διωρισμένον· οὐσίαν δὲ τῷ τῶν ἐναντίων εἶναι δεκτικήν· ἐναντία γὰρ ἡ ἀρχὴ καὶ τὸ πέρας, ἅπερ ἄμφω ἐν ἀριθμῷ μονὰς ἔχει. εἰ δέ ἐστι μονὰς τὸ ἀδιαίρετον ἐν ποσῷ καὶ σημεῖον τὸ ἀδιαίρετον ἐν μεγέθει καὶ τὸ νῦν τὸ ἀδιαίρετον ἐν χρόνῳ, εἴη ἄν ἐν γένει τούτοις· ταῦτα γὰρ ποσά. ἔτι ἡ μονὰς μέρος ἐστὶν ἀριθμοῦ· ὁ γὰρ ἀριθμὸς σύγκειται ἐκ μονάδων· τὸ δὲ τοῦ ποσοῦ μέρος ποσόν. ἄμεινον δὲ λέγειν κοινότερον αὐτὸν κεχρῆσθαι τῷ παραδείγματι, ὡσπεροῦν καὶ ἐπ’ ἄλλων χρώμενος εὑρεθήσεται οὐ πάνυ ἐξητασμένως τοῖς παραδείγμασιν, ἄλλως τε ἐπεὶ καὶ τῶν Πυθαγορείων ἡ δόξα· οὐσίαι γὰρ κατὰ τοὺς Πυθαγορικοὺς οἱ ἀριθμοί, εἴ γε ἀρχαὶ τῶν οὐσιῶν. αἰτία δὲ τοῦ μὴ εἶναι ἐν δευτέρῳ σχήματι συλλογιστικὴν συζυγίαν τὴν ἐκ δύο καθόλου καταφατικῶν, ὅτι ὁ μέσος ἀμφοτέρων κατηγορεῖται, μείζων δὲ ὁ κατηγορούμενος· μείζων τοίνυν ἀμφοτέρων ὢν δύναται κατ’ ἄλλο μὲν αὑτοῦ μέρος τοῦ ἑτέρου ἄκρου κατηγορεῖσθαι κατ’ ἄλλο δὲ τοῦ ἑτέρου. καὶ οὕτως οὐδὲν γίνεται κοινὸν ἔχοντα τὰ ἄκρα πρὸς ἄλληλα, ἄν κατ’ ἄλλο καὶ ἄλλο κοινωνῶσι τοῦ μέσου· δεῖ γάρ τινος ἑνὸς καὶ ταὐτοῦ [*](1 κατηγορεῖται a 4 καὶ (ante τὰς) om. L 6 ἐλέγχοι M αὐτὸν L 8 κα- θόλου alterum om. aLM 9 μὲν om. a 10 ὑπάρχει ὑπάρξει M) καὶ τῷ τὸ a) ξ aLM 13. 14 τοῦ δὲ omisso ἐπὶ a 14 μηδενὸς LM 16 ἀληθεῖς ὁμοίως aLM 19 τῷ aBM: τὸ L 20 ἐν ἀριθμῷ μονὰς ἔχει ἄμφω a ἔσται LM 21 τὸ (ante νῦν) om. aLM 22 γένει scripsi: γένεσι BLM: γενέσει a 24 μέρος ex μέρους corr. Β1 δὲ B: δὴ aM: δεῖ L αὐτὸν κοινότερον a κεχρήσεσθαι aL 25 ὥσπερ L 26 L: ἐξητασμένον a ἄλλως τε scripsi: ἀλλ’ ὥσπερ Β: om. aLM 27 οὐσία aB 28 αἴτιον aL: αἰτίαι M 29 post μέσος add. ὅρος aLM 31 αὐτοῦ libri ἄλλου (ante δὲ) L 33 καὶ ἄλλο om. a κοινωνοῦσι aM μέσου aBL: μέρους M τοῦ αὐτοῦ aLM Coiniiioiit. Aristot. II. 1. Alox. in Anal. ’riora. O)
ἐὰν δὲ πρὸς τὸν ἕτερον ᾖ καθόλου τὸ μέσον. εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἀμφοτέρας τὰς προτάσεις ἐχουσῶν καθόλου καὶ δεδειχὼς τάς τε συλλογιστικὰς αὐτῶν καὶ τὰς ἀσυλλογίστους νῦν λέγει περὶ τῶν ἐκ καθόλου καὶ ἐπὶ μέρους συγκειμένων, δεικνύς, τίνες εἰσί, καὶ ποῖαι μὲν αὐτῶν αἱ συλλογιστικαὶ ποῖαι δὲ ἀσυλλόγιστοι, δεικνὺς δὲ καὶ ἐν ταύταις τὰς ἀνομοιοσχήμονας οὔσας συλλογιστικὰς φυλασσομένου τοῦ καθόλου τῇ μείζονι προτάσει, αἳ καὶ αὐταὶ γίνονται δύο, ποτὲ μὲν ἀποφατικῆς καθόλου τῆς μείζονος συντιθεμένης καταφατικῇ ἐπὶ μέρους τῇ ἐλάττονι, ποτὲ δὲ καταφατικῆς μὲν καθόλου τῆς μείζονος οὔσης ἐπὶ μέρους δὲ ἀποφατικῆς τῆς ἐλάττονος.
Εἰ γὰρ τὸ Μ τῷ μὲν Ν μηδενὶ τῷ δὲ Ξ τινὶ ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν.
Δείκνυσι ταύτην συλλογιστικὴν τὴν συζυγίαν προσχρησάμενος τῇ τῆς καθόλου ἀποφατικῆς τῆς Μ Ν ἀντιστροφῇ. εἰ γὰρ τὸ Μ μηδενὶ τῷ Ν, καὶ τὸ Ν οὐδενὶ τῷ Μ· κεῖται δὲ τὸ Μ τινὶ τῷ Ξ· γίνεται συζυγία ἡ τοῦ τετάρτου συλλογισμοῦ ἐν πρώτῳ σχήματι, τὸ Ν τῷ Μ οὐδενί, τὸ M τῷ Ξ τινί , ἐξ ἧς συνήγετο τὸ N τινὶ τῷ Ξ μὴ ὑπάρχον. τοῦτο ἐν τῇ προκειμένῃ συζυγίᾳ ἐν δευτέρῳ σχήματι ἔσται συμπέρασμα. ἔστι [*](1 μέλλει aL 3 παντὸς LM μηδενὸς LM 4 post γραμμὴ delevit καὶ Β 5 οὐδὲ Β: καὶ οὐδενὶ aLM δὲ L 7 φάνομεν L εἰρηκέναι] p. 57, 10 sq. δὲ L τις om. a 8 τῷ om. a 10 τὴν δὲ B: τὴν δ’ (δὲ M) ἑτέραν aLM 1 1 ταῦτα L ἠλέγχθησαν ante ἐν transponit ἐλέγχθησαν a 13 τὸ ἕτερον Β 17 ante ἀσυλλόγιστοι add. αἱ a 18 ante ἐν add. τὰς L 19 τῇ aBL: τῷ M 20 post συντιθεμένης add. καὶ a καταφατικῇ scripsi: καταφατικῆς libri 21 καθόλου om. aLM 23. 24 textus verba in LM τῷ ξ τινὶ LM 25 τὴν om. L 27 τὸ μ(??) BLM: τῷ μ(??) a 27. 28 ὁ τοῦ τετάρτου τρόπου συλλογισμὸς LM 28 μ(??) τῷ ν(??) Β οὐδενὶ τῷ μ(??) L 29 ὑπάρχειν aL δὲ L)
πάλιν εἰ τῷ μὲν Ν παντὶ τὸ Μ τῷ δὲ Ξ τινὶ μὴ ὑπάρχει, ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ εἰ γὰρ παντὶ ὑπάρξει.
Οὐκέτι τοῦτον τὸν συλλογισμὸν δείκνυσι δι’ ἀντιστροφῆς ἀνάγων εἴς τινα τῶν ἀναποδείκτων, ὡς ἔδειξε τοὺς πρὸ αὐτοῦ τρεῖς ἐν τῷ δευτέρῳ σχήμαται. αἴτιον δέ, ὅτι μὴ ἐγχωρεῖ δεῖξιν τοιαύτην ἐπὶ τῆς ἐκκειμένης συζυγίας ποιήσασθαι· οὔτε γὰρ ἄν τὴν μείζονα καθόλου οὖσαν καταφατικὴν ἀντιστρέψωμεν, ἔτι καθόλου μένει διὰ τὸ τὴν καθόλου καταφατικὴν πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφειν, οὔτε δὲ ἐν πρώτῳ σχήματι οὔτε ἐν τῷ δευτέρῳ συλλογιστικὴ συζυγία ἐστίν, ἐν ᾗ ἡ μείζων ἐπὶ μέρους. ἀλλ’ οὐδ’ ὅλως συλλογιστικὴ συζυγία, ἐν ᾗ αἱ δύο ἐπὶ μέρους· γίνονται δὲ ἐπὶ μέρους ἡ μὲν μείζων διὰ τὴν ἀντιστροφήν, ἡ δὲ ἐλάττων, ὅτι καὶ ὢ εἴληπται τὴν ἀρχὴν ἐπὶ μέρους. τῇ μὲν οὖν τῆς μείζονος προτάσεως ἀντιστροφῇ διὰ τοῦτο οὐχ οἷόν τε χρήσασθαι· τὴν δὲ ἐλάττονα ἐπὶ μέρους οὖσαν ἀποφατικὴν ἀδύνατον ἀντιστρέψαι· οὐ γὰρ ἀντιστρέφει ἡ ἐπὶ μέρους ἀποφατικὴ ὑπάρχουσα τῇ ἐπὶ μέρους ἀποφατικῇ. τῇ εἰς ἀδύνατον δὴ ἀπαγωγῇ χρώμενος δείκνυσι τὴν προκειμένην συζυγίαν συλλογιστικήν. εἰ γὰρ μή ἐστιν ἀληθὲς ἐπὶ ταῖς κειμέναις προτάσεσι τὸ τὸ N τινὶ τῷ Ξ μὴ ὑπάρχειν, ἀληθὲς ἔσται τὸ ἀντικείμενον αὐτῷ· ἔστι δὲ τοῦτο τὸ τὸ Ν παντὶ τῷ Ε ὑπάρχειν· κεῖται δὲ | καὶ τὸ M παντὶ τῷ Ν ὑπάρχειν· γίνεται ἐν τῷ πρώτῳ σχήματι ἡ συζυγία ἐκ δύο καθόλου καταφατικῶν, ἐξ ὧν [*](1 δεικνύναι L καὶ om. L 2 καὶ om. LM 2. 3 τῷ ξ τινὶ οὐχ ὑπάρχει ὑπάρξει a) τὸ ν(??) aLM 3 τὸ (aute ἀντικ.) om. L παντὶ τῷ ξ aLM 4 post δεύτερον add. τρόπον L 6 ψεῦδος M 7 αὐτῷ LM 8 τινὶ τῷ ξ a μὴ om. LM 9—12 sunt textus verba in LM 9 τὸ μὲν a (i) μ(??) παντὶ τῷ T a 10 ὑπάρχη Β (corr. AB) τινὶ om. L: post ξ transponit M 11 ὑπάρξει aBLM (Cfi): ὑπάρχει Ar. 13 ἀναποδείκτως M τῷ om. aLM 14 ἐγκειμένης a et, ut videtur, B pr. 16 ante ἔτι add. οὐ γὰρ a 17 δὲ om. L ante πρώτῳ add. τῷ L: superscr. M 18 τῷ om. a 19. 20 γίνονται δὲ ἐπὶ μέρους om. aLM 24 ante εἰς post add. δὲ B δὴ om. aLM 20 τῷ ξ τινὶ LM 27 ἀληθὲς . . . ἀν[τικ]είμενον . . . τοῦτο] . . . παν[τὶ τῳ] ξ ὑπάρχειν (28) in mg. B2; literae uncinis inclusae perienint έσται B: ἐστὶ aLM τὸ alterum om. M παντὶ om. L: post ξ (28) transponit M 28 ante ὑπάρχειν utrumque add. μὴ L 87) aBM: δὲ L)
Καὶ εἰ τὸ Μ τῷ μὲν Ν παντὶ ὑπάρχει τῷ δὲ Ξ μὴ παντί.
Ἐπὶ τοῦ τινὶ μὴ ὑπάρχειν τὴν δεῖξιν ποιησάμενος, ἐπεὶ τὸ τινὶ μὴ ὑπάρχειν ἴσον δυνάμενον τῷ μὴ παντὶ κατὰ τὴν λέξιν διαφέρει, μεταλαβὼν ἀντὶ τοῦ τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν τίθησι τὸ Μ μὴ παντὶ τῷ Ξ καὶ λέγει τὸν αὐτὸν ἔσεσθαι συλλογισμὸν καὶ διὰ τῆς αὐτῆς δείξεως, κἄν εἰς τὴν λέξιν ταύτην μεταληφθῇ τὸ ἐπὶ μέρους ἀποφατικόν. ὁμοίως γὰρ καὶ τὸ συμπέρασμα τῇ λέξει διοίσει· συναχθήσεται γὰρ τὸ Ν οὐ παντὶ τῷ Ξ. τοιοῦτός ἐστιν ὁ ὑποσυλλογιστικὸς ὑπὸ τῶν νεωτέρων λεγόμενος λαμβάνων μὲν τὸ ἰσοδυναμοῦν τῇ προτάσει τῇ συλλογιστικῇ ταὐτὸν δὲ καὶ ἐκ ταύτης συνάγων· τῷ γὰρ τινὶ μὴ ὑπάρχειν τὸ μὴ παντὶ ὑπάρχειν ἰσοδυναμοῦν μετείληπται. ἀλλ’ ἐκεῖνοι μὲν οὐ λέγουσι τοὺς τοιούτους συλλογισμοὺς εἰς τὴν φωνὴν καὶ τὴν λέξιν βλέποντες, ἀλλὰ Ἀριστοτέλης πρὸς τὰ σημαινόμενα ὁρῶν, ἐφ’ ὧν ὁμοίως σημαίνεται, οὐ πρὸς τὰς φωνὰς τὸν αὐτόν φησι συνάγεσθαι συλλογισμὸν καὶ ἐν τῇ τοιαύτῃ τῆς λέξεως ἐν τῷ συμπεράσματι μεταλήψει, ἄν ᾖ συλλογιστικὴ ὅλως συμπλοκή. ἄξιον δὲ ἐπιστῆσαι, πῶς ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ ἔξωθεν τὴν ὑπόθεσιν πρὸς τὴν τοῦ προκειμένου δεῖξιν λαμβάνουσα ἐστὶ συλλογιστική, εἴ γε συλλογισμὸς ἦν ὁ μὴ δεόμενος ἔξωθέν τινος πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, ὡς εἶπεν ὁριζόμενος τὸν συλλογισμόν. ἢ καὶ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς τὸ μὲν προκείμενον δείκνυται καὶ τὴν πίστιν λαμβάνει διὰ τῶν κειμένων, ἡ δὲ 25 ὑπόθεσις ἄλλο τι δείκνυσι καὶ πρὸς ἄλλο συμπέρασμα λαμβάνεται, ὃ ἀδύνατον δειχθὲν οὐ δι’ ἄλλου τινὸς ἢ διὰ τῶν κειμένων τῇ αὑτοῦ ἀναιρέσει συναναιρεῖ τὴν ὑπόθεσιν, ἧς ἀναιρεθείσης τὸ προκείμενον πιστὸν γίνεται. δι’ ὧν δὲ δείκνυται ἡ ὑπόθεσις ἀδύνατος, ταῦτ’ ἐστὶ δεικνύντα τὸ λεγόμενον συμπέρασμα ἐξ ἀνάγκης ἑπόμενον ταῖς ληφθείσαις προτάσεσιν· ἦν δὲ τὸ Ν μὴ παντὶ τῷ Ξ· διὰ γὰρ τὸ τὸ Μ κατὰ παντὸς μὲν τοῦ N κατηγορεῖσθαι μὴ παντὸς δὲ τοῦ ἑ τοῦτο ἐδείχθη. παραφυλακτέον δέ, ὅτι ἐν μὲν τῷ δευτέρῳ σχήματι ἐν τῇ συζυγίᾳ τῇ ἐχούσῃ τὸ ἐπὶ μέρους ἀποφατικὸν τῇ συλλο- [*](1 μ(??) BLM: ἁ a 2 παντὶ τὸ ν τῷ ξ LM: παντὶ τῷ ξ τὸ V a 4. 5 sunt textus verba in LM 8 μὴ (ante παντὶ) BLM: οὐ a 9 ἔσεσθαι om. aLM αὐτῆς aBM: ταύτης L 13 καὶ om. L 14 τῷ B: τὸ aLM ὑπάρχει (post μὴ et post παντὶ) M τὸ Β: τῷ aLM 15 ἰσοδύναμον ὃν aL οὐ om. aLM λέγουσι . . . τοῦ δὲ μὴ ὑπάρχειν ζῷον (p. 86,7) om. Β, in quo deest folium unum 16 post καὶ add. εἰς L βλέπειν KM 18 ἐν (post καὶ) om. LM 22 μὴ aLM: μὲν Κ εἶπεν] p. 24 b 18 24 δείκνυσι a τὴν om. M προκειμένων a 25 καὶ KLM: μὴ a 26 αὐτοῦ libri 30 τὸ τὸ KLM: τῶν τὸ a μὲν . . . παντὸς (31) om. L κατὰ alterum om. a)
Ἐὰν δὲ τοῦ μὲν Ξ παντὸς τοῦ δὲ Ν μὴ παντὸς κατηγορῆται, οὐκ ἔσται συλλογισμός.
Δείξας, τίνες εἰσὶ συμπλοκαὶ συλλογιστικαὶ ἀνομοίων οὐσῶν καὶ κατὰ [*](27v) τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν τῶν προτάσεων, νῦν πάλιν τὰς ἀσυλλογίστους παρατίθεται καὶ δείκνυσι, τίνες εἰσὶν ἀνομοίων οὐσῶν κατ’ ἄμφω τὰ προειρημένα τῶν προτάσεων. ἔφαμεν δὲ δεῖν, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι, ἐν δευτέρῳ σχήματι τὴν μείζονα πρότασιν τὸ καθόλου ἔχειν· πᾶσα δὴ ἡ μὴ οὕτως ἔχουσα συζυγία ἀδόκιμός τε καὶ ἀσυλλόγιστος. ὅροι, δι’ ὧν ἐλέγχει ἀσυλλόγιστον τὴν ἐκκειμένην συζυγίαν, τοῦ μὲν παντὶ ὑπάρχειν τῷ Ξ τὸ Ν ζῷον, οὐσία, κόραξ· τὸ γὰρ ζῷον οὐ πάσῃ μὲν οὐσίᾳ, δὲ παντί, <καὶ> <καὶ ἡ οὐσία κόρακι παντί·> τοῦ δὲ μηδενὶ τὸ γὰρ ζῷον λευκῷ μὲν οὐ παντί, κόρακι δὲ παντί, καὶ τὸ λευκὸν οὐδενὶ κόρακι. ἀσυλλόγιστος δὲ ἡ συζυγία, διότι ὁ μείζων, κατὰ ἃ μόρια αὑτοῦ ἐκπίπτει τῆς πρὸς τὸν μέσον κοινωνίας, τούτοις ἀσυλλογίστως καὶ περιέχειν τὸν ἐλάττονα ὅρον δυνήσεται καὶ μὴ περιέχειν.
[*](2 οὕτω a ἐχουσῶν correxi: ἐχόντων lihri αὐτῶν om. LM 3 μόνως M 4 δι’ om. LM 5 ἐπὶ δέ γε . . . συζυγία (6) 0111. L 6 ἡ altemm om. Κ 10 ἐν om. L 12 ἐλάσσονα a 13 ante συλλογιστικὴ add. ἡ a 14 συμπλοκή aK: συλλογιστική LM 16 post κατηγορῆται add. τὸ μ(??) a (u, rc. d; idem post ξ παντός add. C) 17 συλλογιστικαὶ συμπλοκαὶ a ante ἀνομοίων add. καὶ aLM καὶ om. a 18 πάλιν KLM: πρῶτον a τὰς ἀσυλλογίστους] τὰς ἁ evan. M 20 ἔφαμεν] p. 71,22 μ Κ 21 δὴ scripsi: δὲ libri 23 ἐγκειμένην a 24 τὸ V τῷ ξ a οὐ πάσῃ . . . ζῷον (25) in mg. infer. Κ 25 καὶ ἡ οὐσία παντὶ κόρακι a κόρακι παντί transposui): om. KLM 26 γὰρ om. L: δὲ M τὸ λευκὸν aLM: τὸ τελευταῖον superscripto τὸ λευκὸν Κ 27 ὁ M: ἡ aKL κατὰ d scripsi: κατὰ τὰ libri αὐτοῦ LM: αὐτῆς aK 28 ἐκπίπτων LM ante τούτοις add. καὶ συμπλεκόμενος LM 29 ἐλάσσονα a)Οὐδ᾿ ὅταν τοῦ μὲν Ξ τοῦ δὲ Ν τινός.
Πάλιν γὰρ καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ ἡ μείζων πρότασις ἐπὶ μέρους γίνεται. ὅροι τοῦ μὲν ὑπάρχειν παντὶ τῷ Ξ τὸ Ν ζῷον, οὐσία, μονάς· μέσον ζῷον· τὸ γὰρ ζῷον τινὶ μὲν οὐσίᾳ, μονάδι δὲ οὐδεμιᾷ καὶ ἡ οὐσία πάσῃ μονάδι. δόξῃ δὲ προσχρῆται τῶν Πυθαγορικῶν, οἷς ἐδόκει ἡ μονὰς οὐσία εἶναι, ὥσπερ καὶ πρὸ ὀλίγου τῷ ἀριθμῷ. ἡ δὲ αὐτὴ δεῖξις, κἄν ἀντὶ τῆς μονάδος ληφθῇ λίθος. τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, οὐσία, ἐπιστήμη· τὸ γὰρ ζῷον οὐσίᾳ μὲν τινί, ἐπιστήμῃ δὲ οὐδεμιᾷ, καὶ οὐσία οὐδεμιᾷ ἐπιστήμῃ. ἡ αὐτὴ αἰτία καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ τοῦ αὐτὴν ἀσυλλόγιστον εἷναι.