In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Κτὰ ἀντιστροφὰς ὁμοίως ἕξουσι ταῖς ἄλλαις.
Eἰπὼν τὰς ἐνδεχομένας ἀποφατικὰς καταφατικὰς εἶναι κατὰ τὰς ἀντιστροφὰς ὁμοίως αὐτάς φησιν ἕξειν ταῖς ἄλλαις, δῆλον ὅτι ταῖς καταφατικαῖς· ἀντιστρέφειν γὰρ καὶ τῇ καθόλου καταφατικῇ ἐνδεχομένῃ καὶ τῇ ἐπὶ μέρους τὴν ἐπὶ μέρους· τοιαύτη γὰρ ἡ τῶν καταφατικῶν ἀντιστροφή. 30 p. 25b26 Διωρισμένων δὲ τούτων λέγωμεν ἤδη, διὰ τίνων καὶ πότε καὶ πῶς γίνεται πᾶς συλλογισμός· ὕστερον δὲ λεκτέον περὶ ἀποδείξεως.
Ἐφεξῆς τοῖς προειρημένοις λέγειν προτίθεται, ὧν ἕνεκεν καὶ περὶ [*](2 ἐπέθετο L 5 προσελθὼν L 9 καταφατικαὶ a 12 τῇ καθόλου καταφατικῇ a: om. BLM 15 ἀντιστρέφει (ante ἡ) aLM 16 αὐτὴν aB: ἑαυτὴν LM τοῦ aBM: τὸ L 19 αὐτῇ aB: ἑαυτῇ LM 20 περιπατεῖν BLM: λευκὸν εἶναι a τὸ περιπατοῦν BLM: λευκὸν a 22 αὑτῇ B1 corr., L: ἑαυτῇ M: αὐτῇ a 23 φασιν L (?) 24 ἐπὶ πλέον ἐροῦμεν om. L 27 ὁμοίως post φησιν transponit a 28 γὰρ om. L ἀποφατικῇ a 29 τὴν aBM: ταῖς L post μέρους add. καταφατικὴν a 30 λέγωμεν aB (corr. d): λέγομεν Ar. 33 προστίθεται aM ἕνεκα a καὶ om. L)
Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, [*](14v) ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ.
Γίνεται μέν ὁ λόγος αὐτῷ περὶ τῶν σχημάτων τῶν συλλογιστικῶν, ἐν οἷς σχήμασι πάντες οἱ τέλειοι καὶ οἱ ἀτελεῖς συλλογισμοὶ τὴν σύστασιν λαμβάνουσι, καὶ ποιεῖταί γε τὸν λόγον πρῶτον περὶ τοῦ πρώτου λεγομένου ἑ σχήματος, ἐν ᾧ ἡ τῶν τελείων γένεσις συλλογισμῶν. ἐπεὶ δέ ἐστιν ὁ συλλογισμὸς πίστις τις πιστοῦται γὰρ διά τινων ὁ συλλογιζόμενός τι καὶ δείκνυσι· διὰ γὰρ τῶν πεπιστευμένων τὸ ἀμφισβητούμενον πιστὸν ὁ συλλογιζόμενος ποιεῖ), οὐ πᾶσα δὲ πίστις συλλογισμός, οὐδὲν χεῖρον ἴσως προειπεῖν ὀλίγα περὶ πίστεως γνωριμωτέρα γὰρ οὕτως καὶ ἡ συλλογιστικὴ πίστις ἔσται. πᾶς δὴ ὁ πιστούμενός τι καὶ γνώριμον βουλόμενος ποιῆσαι ἐξ ἄλλου ἢ ἄλλων αὐτὸ πιστοῦται· αὐτὸ γὰρ ἐξ αὑτοῦ οὐδὲν δείκνυται καὶ πιστοῦται, ἐπεὶ πάντ’ ἂν οὕτως ἦν πιστά. ἐπεὶ τοίνυν ἐξ ἄλλου, ἤτοι ἐκ τοῦ ὅλου τε καὶ καθόλου καὶ περιέχοντος δείκνυσι τὸ προκείμνον, ὃ ἢ μέρος τι ὃν τοῦ, δι’ οὗ ἡ πίστις, ἢ ὅλως τὶ αὐτοῦ δείκνυται δι’ αὐτοῦ, ἢ ἐκ τῶν μερῶν αὐτοῦ δεικνύμενον τὸ ὅλον ἢ ἐκ μέρους τινὸς τῶν ὑπὸ τὸ ὅλον μέρος τι. ὅταν μὲν οὖν μέρος ἐκ μέρους δεικνύμενον ᾖ καὶ πιστούμενον, τὸ τοιοῦτον καὶ ἡ οὕτως γινομένη πίστις παράδειγμα καλεῖται, ὡς ὁ κωλύων Διονυσίῳ φυλακὴν διδόναι τοῦ σώματος Συρακουσίους αἰτοῦντι ὡς, εἰ λάβοι, ἐπιθησομένου τυραννίδι καὶ πιστούμενος τοῦτο διὰ τοῦ ὅτι καὶ Πεισίστρατος αἰτήσας παρ’ Ἀθηναίων λαβὼν ἐτυράννησε καὶ Θεαγένης παρὰ Μεγαρέων· ἑκάτερον γὰρ τούτων, καὶ τὸ δεικνύμενον τό, δι’ οὗ δείκνυται καὶ κωλύεται, μέρη ἐστὶν ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες τοῦ σώματος πάντες ἐπιτίθενται τυραννίδι. ὃ δὴ διὰ τοῦ ἑτέρου μέρους πιστὸν 25 ποιήσας χρῆται αὐτῷ πρὸς τὸ ἕτερον, ὃς λόγος δεικτικὸς μέρους διὰ μέρους γνωρίμου καὶ πιστοῦ ἀγνοουμένου τινὸς καὶ ἀμφισβητουμένου. ὅταν δὲ ἐκ τῶν μερῶν τὸ ὅλον ᾖ πιστούμενόν τε καὶ δεικνύμενον, τὸ τοιοῦτον ἐπαγωγὴ καλεῖται, οἷον ἄνθρωπος τὴν κάτω γένυν κινεῖ καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ πρόβατον, καὶ πᾶν ἄρα ζῷον. λόγος δὲ τῆς | ἐπαγωγῆς ἡ διὰ τῶν καθ’ ἕκαστα γνωρίμων καὶ πιστῶν ὁδὸς ἐπὶ τὸ καθόλου ἄγνωστον. [*](1 ἀρχὴ τοῦ a σχήματος in mg. Β: σχῆμα πρῶτον superscr. a οὕτω a 2 sequentia qiioque Aristotclis verba usque ad συλλογισμὸν τέλειον, sed om. ὅλῳ, add. a 4 οἱ (ante ἀτελεῖς) Μ: om. aBL 5 γε om. aLM λεγομένου πρώτου aLM 6 ἐπεὶ LM: ἐπειδὴ a 7 τις om. Β τι om. L 9 ἴσος a 10 ὀλίγα προειπεῖν aLM 11 πᾶς aBM: τῆς L τι om. L 12 ἄλλων L αὑτοῦ B1 corr. (ex αὐτοῦ), L: ἑαυτοῦ aM 13 ἐπεὶ (ante πάντ’) aBM: ἐπὶ L πάπα LM 15 ἢ (post πίστις) om. a ὅλον M αὐτοῦ δείκνυται . . . μερῶν αὐτοῦ (16) BLM: οὑν ἐκ τοῦ a 17 μερῶν (post ὅλον) a ante δεικνύμενον add. τὸ LM παραδεικνύμενον a 19 Διονυσίῳ] eodem excmplo Ar. utitur rhet. I 2 p. 1357 b 31 συρρακουσίους M 20 θησομένου a ante τυραννίδι add. τῇ a διὰ τοῦ om. L 21 καὶ (aute Πεισ.) om. L θεαγένης BLM: θεόγνυς a 22 καὶ (post τούτων) om. L 23 μέρος LM aute ὅλου add. τοῦ a 24 ὃ δὴ scripsi: ὁ δὲ libri 25 ὃς Β: ὡς aLM 27 ᾖ ante τὸ transponit a 28 καὶ ἵππος om. Β 29 ἡ om. aLM 30 ἑκάστην M καθόλου] οὐ evan. Β)
Ἐπεὶ τοίνυν ὁ συλλογισμὸς δεῖξίς τινός ἐστιν ἀμφισβητουμένου διά τινων ὁμολογουμένων, τὸ δὲ ἀμφισβητούμενον καὶ εἰς δεῖξιν προτεινόμενον πρόβλημα καλεῖται, εἴπωμεν βραχέα περὶ αὐτοῦ. ἔστι δὴ τὸ πρόβλημα τῷ γένει πρότασις· τὸ γὰρ αὐτὸ γένει πρόβλημα καὶ λῆμμα καὶ ὁμολόγημα καὶ συμπέρασμα καὶ ἀξίωμα· πάντα γὰρ προτάσεις τῇ σχέσει τὴν διαφορὰν ἔχοντα. προτιθέμενον μὲν γὰρ εἰς δεῖξιν ὡς μὴ γνώριμον πρόβλημα καλεῖται, λαμβανόμενον δὲ εἰς ἄλλου δεῖξιν λῆμμα καὶ ὁμολόγημα, ὡς Πλατῶν, καὶ ἰδίως πρότασις· ἀξίωμα δέ, ἂν ἀληθὲς ᾖ καὶ ἐξ αὑτοῦ γνώριμον· δεδειγμένον δὲ συμπέρασμα· τὸ γὰρ δειχθὲν γίνεται συμπέρασμα τῶν, δι’ ὧν ἐδείχθη. ἐπεὶ τοίνυν τὸ πρόβλημα πρότασις τῷ γένει, πᾶσα δὲ πρότασις ἐξ ὑποκειμένου ἐστὶν ὅρου καὶ κατηγορουμένου, τοῦ μὲν ὑποκειμένου ὄντος τοῦ, περὶ οὗ ὁ λόγος, κατηγορουμένου δὲ τοῦ περὶ τούτου λεγομένου, καὶ ὑποκειμένου μὲν ὄντος, ᾧ ὁ κατὰ τὸ ποσὸν διορισμὸς τῆς προτάσεως προστίθεται, τὸ πᾶς ἢ οὐδεὶς ἢ τὶς ἢ οὐ πᾶς, ᾧ δὲ τὸ ‘ἐστίν᾿ ἤ τι ἴσον τούτῳ δυνάμενον καὶ περιέχον ἐν αὑτῷ δυνάμει αὐτὸ τοῦτο, κατηγορουμένου· δύο δὴ ὄντων ὅρων τῶν ἐν τῷ προβλήματι, τοῦ μὲν ὑποκειμένου τοῦ δὲ κατηγορουμένου, ὃν δεῖ ὑπάρχοντα ἢ μὴ ὑπάρχοντα δειχθῆναι τῷ ὑποκειμένῳ, τρίτου τινὸς ὅρου δεῖ πρὸς τὴν ἐκείνου δεῖξιν, ὃς προσληφθεὶς ἢ [*](3 δείκνυσιν aB1 corr.: δεικνὺς Β pr., LM 4 καὶ (post ὅτι) om. a ante χρήσιμοί add. ὡς LM 4. 5 ὑπάγονται τῇ πίστει aL 5 τὰ νῦν a 7 συλλογισμὸς BLM: συλλογιστικὴ a 9 τε om. a 11 τοῦ aBM: τὸ L τὸ (post πᾶν) aBM: τι L ἔδειξε . . . τοιοῦτον εἶναι (12) oin. a καὶ om. LM 12 τοιοῦτον Β: ἀγαθὸν LM 16 post εἴπωμεν add. οὖν LM βραχέως M δὴ aBM: δὲ L 17 γὰρ aBM: γοῦν L 17 αὐτὸ Β1 corn, M: αὐτῷ a: τῷ L 19 προστιθέμενον L μὲν οm. a 20 πλατῶν (velut Gorg. c. 36 p. 480B, Theaet. c. 11 p. 155b) Β: περατοῦν LM: περατῶν a 21 προτάσεις aLM ὅταν a αὐτοῦ BLM: ἑαυτοῦ a 22 δὲ aBM: μὲν L γὰρ om. L 23 τῷ . . . πρότασις om. L 24 ὅρου ἐστὶν aL 25 τοῦ, περὶ οὗ . . . ὄντος (26) om. L 26 τὸ om. LM ὁρισμὸς a 27 τὸ (ante ἐστίν) aBM: ἂν L ἡ τι Β: ἤτοι aLM 28 τοῦτο a αὐτῷ aB: ἑαυτῷ M: τῷ αὐτῷ L κατηγορουμένου a: κατηγορούμενον Β (? ult. lit. evan., sed vid. fuisse ν) LM 29 δὴ aBM: δὲ L ὅρων ὄντων a)
’Ev μὲν οὖν ταῖς κατὰ τοὺς δύο ὅρους κοινωνούσαις προτάσεσιν αἵ τε ἀντιθέσεις τῶν προτάσεων εἰσι καὶ αἱ ἀντιστροφαί. ὅταν μὲν γὰρ οὕτω κοινωνῶσι τῶν ὅρων, ὡς τὴν αὐτὴν αὐτοὺς τάξιν ἐν ἀμφοτέραις φυλάττειν ταῖς προτάσεσι διαφέρειν δὲ ἢ κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἢ κατ’ ἄμφω, αἱ ἀντιθέσεις εὑρίσκονται αὐτῶν καὶ αἱ τῶν ἀντιθέσεων διαφοραί · ὅταν μὲν γὰρ τούς τε ὅρους ὁμοίως ἔχωσι κειμένους καὶ τὸ ποσὸν ταὐτὸν ἐν ἀμφοτέραις, διαφέρωσι δὲ κατὰ τὸ ποιόν, ἄν μὲν καθόλου ὦσιν, ἐναντίαι | γίνονται· ἡ γὰρ καθόλου καταφατικὴ τῇ καθόλου ἀποφατικῇ, ὅταν ἐπὶ τῶν αὐτῶν ὅρων ὦσι καὶ τῆς αὐτῆς τάξεως κατὰ τὸ καταφατικὸν μόνον καὶ τὸ ἀποφατικὸν διαφέρουσαι, ἐναντίαι εἰσίν· ὅταν δὲ ὦσιν ἐπὶ μέρους ἀμφότεραι, ὑπεναντίαι καλοῦνται, αἳ δοκοῦσι μὲν ἀντίθεσιν ἔχειν πρὸς ἀλλήλας, οὐ μὴν ἀντίκεινταί γε· ὅταν δὲ τὸ μὲν ποιὸν ταὐτὸν ἔχωσι πρὸς τῇ ὁμοίᾳ τάξει τῶν ὅρων, διαφέρωσι δὲ κατὰ τὸ ποσόν, ὑπάλληλοι γίνονται, αἵτινες οὗκ εἰσιν ὅλως ἀντικείμεναι· οὕτως γὰρ ἔχουσι πρὸς ἀλλήλας ἥ τε καθόλου καταφατικὴ πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν καὶ ἡ καθόλου ἀποφατικὴ πρὸς τὴν ἐπὶ μέρους ἀποφατικήν· ὅταν δὲ καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν ὦσι διαφέρουσαι καὶ τοὺς αὐτοὺς ἔχωσιν ὅρους καὶ ὁμοίως τεταγμένους, τότε ἀντίφασιν ποιοῦσιν· οὕτως ἔχουσιν ἥ τε καθόλου καταφατικὴ καὶ ἡ ἐπὶ μέρους ἀποφατικὴ πρὸς ἀλλήλας καὶ ἡ καθόλου [*](1 δὲ om. L 2 ἔχειν ποιὰν aLM 3 δὲ] δὴ conicio 4 post ποιεῖ add. δύο προτάσεις LM δύο om. aLM ἑκατέρῳ a 5 προσλαμβανόμενος a 7 γε om. aLM 8 ταῖς προτάσεσιν εἶναι a 9 post ἐστι non plane dclevit κατὰ L δύο προτάσεων κοινωνία L 10 μέσος aBL: μέρος M post μέσος add. ἑκατέρας LM 12 ἡδονὴ aBM: δόσις L 13 ὄρον κοινωνοῦσιν aLM 14 τοὺς om. aLM 16 κοινωνοῦσι L ὡς aBM: ὥστε L αὐτὴν aB: αὐτῶν LM ἐν ἀμφοτέραις cm. aLM 17 ante ταῖς add. ἐν a τὸ om. L κατὰ om. M τὸ om. L μὲν γὰρ ΒLM: δὲ a 20 post μὲν add. ydp LM 22 κατὰ BLM: καὶ a 23 τὸ om. aLM dubito, mim ἐναντία ἐστίν scribendum sit 24 ἀντιθέσεις a ἔχειν ἀντίθεσιν L 25 δὲ om. L 26 τὸ om. L 27 ὅλως aLM: ὅμως Β 30 ὦσι διαφέρουσαι ex διαφέρωσι B1 corr. ἔχωσιν ex ἔχουσιν B1 corr.)
Καὶ τοιαύτη μὲν ἡ κατὰ τοὺς δύο ὅρους τῶν κοινωνουσῶν ἀλλήλαις προτάσεων διαφορά. αἱ δὲ κατὰ ἕνα ὅρον κοινωνοῦσαι ποιοῦσι μὲν τὰς συζυγίας, ὡς προεῖπον, κατὰ δὲ τὴν διάφορον τοῦ μέσου πρὸς τοὺς ἄκρους τοὺς ἐν τῷ προβλήματι κοινωνίαν ἡ τῶν συλλογιστικῶν σχημάτων γίνεται διαφορά· ὁ γὰρ μέσος οὗτος ὁ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ τῶν ἄκρων συντασσόμενος, οἳ ἦσαν τοῦ προβλήματος μέρη, ἢ οὕτως λαμβάνεται, ὡς καὶ τὴν θέσιν μέσην ἔχειν ἐκείνων, τοῦ μὲν ὑποκειμένου ἐν τῷ προβλήματι κατηγορούμενος τῷ δὲ κατηγορουμένῳ ὑποκείμενος, ὡς ἔχει ἐπὶ τοῦ προβλήματος τοῦ ‘πότερον πᾶν δίκαιον ἀγαθὸν ἢ οὔ’ · ἔξωθεν γὰρ ὅρος παραληφθεὶς τὸ καλὸν καὶ κατηγορηθεὶς μὲν τοῦ δικαίου, ὃς ἦν ὑποκείμενος, ὑποτεθεὶς δὲ τῷ ἀγαθῷ, ὃς ἦν κατηγορούμενος, ἐποίησε συζυγίαν τοιαύτην· πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν. ἡ τοιαύτη τοῦ μέσου θέσις καὶ ἡ οὕτως γινομένη τῶν προτάσεων κατὰ τὸν μέσον ὅρον κοινωνία καλεῖται σχῆμα πρῶτον· ἐν ᾗ γὰρ συζυγίᾳ ὁ μέσος καὶ δὶς λαμβανόμενος τοῦ μὲν κατηγορεῖται τῶν ἐν τῷ προβλήματι ὅρων τῷ δὲ ὑπόκειται, τοῦτο τὸ σχῆμα πρῶτον καλεῖται. ἢ πάλιν ὁ μέσος ἀμφοτέρων τῶν ἐν τῷ προβλήματι ὅρων κατηγορεῖται, ὡς γίνεται ἐπὶ τῆς τοιαύτης συζυγίας· ζητουμένου γάρ, εἰ ὁ ἄνθρωπος χρεμετιστικόν ἐστιν ἢ οὔ, τρίτος ὅρος ληφθεὶς τὸ λογικὸν καὶ κατηγορηθεὶς ἀμφοτέρων ἐκείνων, τοῦ τε ἀνθρώπου καὶ τοῦ χρεμετιστικοῦ, [*](1 ἡ om. Β ἀλλήλας ex ἀλλήλαις Β1 corr. 2 δὲ om. L 4 λαμβάνωνται M: λαμβάνονται aBL 4 ante προτάσεων add. δύο a 6 δύο om. a 7 τε om. L 8 δὲ LM 12 post ὁμοίως add. δὲ M 13 διαφωνοῦσιν aB: διαφέ- ρουσιν LM 15 αἱ om. aL 16 ταύταις Β αἱ οm. LM καταφατικαὶ a 18 διαφοραί a post τὰς add. δύο a 19 διαφορὰν a 20 κοινωνοῦντας a 21 ὁ δὶς λαμβανόμενος aBM: διαλαμβανόμενος L 22 μέρος a 24 ἐπὶ BLM: ἐκ a 30 καὶ om. a 31 τὸ om. L 33 ὡς aB: εἰ LM 34 χρεμμετιστικόν, ut semper, a ἐστιν om. L τρίτος BLM: μέσος a)
Ἐπεὶ δὲ καθ’ ἕκαστον σχῆμα καὶ συλλογιστικαί τινές εἰσι συζυγίαι καὶ ἀσυλλόγιστοι, περὶ τούτων ποιήσεται τὸν λόγον καὶ δείξει , πόσοι καὶ τίνες οἱ καθ’ ἕκαστον σχῆμα συλλογισμοί. καὶ πρῶτόν γε τὸν λόγον περὶ 15 τοῦ πρώτου σχήματος, ὡς εἶπον, ποιεῖται· εἰκότως γὰρ πρῶτον τοῦτο, ἐν ᾧ ὁ μέσος οὐ τῇ πρὸς τοὺς ἄκρους σχέσει μόνον ἀλλὰ καὶ τῇ τάξει μέσος ἐστὶ καὶ τῇ θέσει· οἷς γὰρ σχήμασι τῆς γενέσεως ὁ μέσος ὅρος αἴτιος, τούτων καὶ τῆς τάξεως ἂν εἰκότως αὐτὸς εἴη κύριος. προτάσσει οὖν τοῦτο τὸ σχῆμα τῶν ἄλλων, ἐν ᾧ τυγχάνει μέσος ὁ αὐτὸς ὢν κατὰ πάντα. ἔτι οἱ μὲν ἐν τούτῳ τῷ σχήματι γινόμενοι συλλογισμοὶ τέλειοί εἰσιν ἀτελεῖς δὲ οἱ ἐν τοῖς ἄλλοις καὶ παρὰ τούτου βοηθούμενοι· πρότερον δὲ τὸ τέλειον τοῦ ἀτελοῦς. ἔχει δὲ καὶ τὰ δύο σχήματα τὴν γένεσιν ἀπὸ τοῦ πρώτου· οὐσῶν γὰρ δύο προτάσεων ἐν αὐτῷ, τῆς μὲν πρὸς τῷ μείζονι ἄκρῳ τῆς δὲ πρὸς τῷ ἐλάττονι ἔστι δὲ μείζων ἄκρος ὁ ἐν τῷ προβλήματι κατηγορούμενος· ὁμοίως δὲ καὶ ἐν τῷ συμπεράσματι μείζων λεγόμενος, ὅτι ἐστὶν ἐπὶ πλέον τοῦ, οὗ κατηγορεῖται· οὐκ ἀεὶ μὲν τοῦτο· ἔστι γάρ ποτε καὶ ἐπ’ ἴσης· ἀλλὰ τὸ μὲν ἐπ’ ἴσης ποτὲ γίνεσθαι κοινόν ἐστι τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, ὅτε δὲ μή εἰσιν ἴσοι, ἴδιον τοῦ μὲν κατηγορουμένου [*](2 λογικός (ante οὐδὲν) M οὐδὲν Β1 corr. 4 τις om. aLM G εἴη aB: ἦ LM 7 ληφθῇ M 9 πᾶν ζῷον (ante οὐσία) bis L τὶς ἄρα οὐσία ἔμψυχός ἐστιν aLM: πᾶν ἔμψυχον οὐσία Β; sed ad πᾶν adscr. in marg. infer. Β2: οὕτως οἶμαι ὀρθῶς· πᾶν ζῷον ἔμψυχον· πᾶν ζῷον οὐσία· τὶς ἄρα οὐσία ἔμψυχος 11 post ἡ add. γοῦν M λεγόμενον τρίτον a 13 τε om. a γεννητική aB: ποιητική LM 14 δὲ om. LM 16 ἁπλοῦς ex ἁπλῶς corr. Β1: οm. L 17 τινές om. LM 21 ᾧ ex ᾗ corr. Β1 ὁ μέσος . . . ἐν ᾦ (24) om. L 23 προτάσσει aL: προάγει BM 26 παρὰ ex περὶ corr. Β1 τοῦτο L πρότερον ex πότερον corr. Β1 27 ἀπὸ τοῦ πρώτου . . . κατηγορούμενος (30) om. L 29 ἄκρος BM: ὅρος a 30 post ὅτι add. δ’ a 31 τοῦ om. aL post μὲν add. γὰρ aLM 32. 33 κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ a 33 ἴδιον τοῦ μὲν κατηγορουμένου om. L: μὲν om. aM)
Ἡ μὲν οὖν ποιότης τῶν σχημάτων καὶ ἡ τάξις καὶ ἡ τῆς τάξεως αἰτία αὕτη τε καὶ διὰ ταῦτα. δεῖ δὲ ἐν τῷ πρώτῳ σχήματι τῷ ἔχοντι τὸν μὲν μείζονα ὅρον κατηγορούμενον τοὐ μέσου τὸν δὲ μέσον τοῦ ἐσχάτου καὶ ἐλάττονος τὸν μὲν ἐλάττονα καὶ ἔσχατον ὅρον ἐν ὅλῳ εἶναι τῷ μέσῳ ἐξ ἀνάγκης ἢ ὅλον ἢ μέρος αὐτοῦ, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. οὕτως δ’ ἐχόντων τῶν ὅρων τούτων πρὸς ἀλλήλους ἔσται ἡ ἐλάττων πρότασις ἐλάττων δὲ ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ) ἢ καθόλου καταφατικὴ ἢ ἐπὶ μέρους 25 καταφατική, καταφατικὴ δὲ πάντως· μὴ γὰρ οὔσης ταύτης ἐν τῷ πρώτῳ σχήματι καταφατικῆς ἀδύνατον γενέσθαι συλλογισμόν. τὴν δὲ μείζονα πρότασιν ἀναγκαῖον εἶναι πάλιν καθόλου, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι ἐν πρώτῳ σχήματι· ἐπεὶ γὰρ ἐν ὅλῳ τῷ μέσῳ ὅρῳ ὁ ἐλάττων ἐστὶ καὶ μέρος αὐτοῦ δύναται εἶναι, εἰ καί ποτε ἴσος αὐτῷ λαμβάνεται, καὶ μείζων ὁ μέσος τοῦ ἐλάττονος, εἰ μὴ κατὰ παντὸς τοῦ μέσου ὁ μείζων ἄκρος κατηγοροῖτο, κατὰ δὲ μέρος αὐτοῦ, οὐκ ἐξ ἀνάγκης οὐδ’ ὁ ἐλάττων ὅρος περιλαμβάνεται ὑπ’ αὐτοῦ· δύναται γὰρ ἑτέρου τινὸς μέρους τοῦ μέσου ὁ μείζων κατη- [*](1 τρίτῳ Β: τῷ τρίτῳ LM: τούτῳ τῷ a σχήματι συνάγεται aLM δὲ Β: γὰρ LM: om. a μᾶλλον συλλογισμοῦ a 2 τούτων a 3 τοῦ συλλογισμοῦ aBM: συλλογισμῷ L 4 πλεονεκτεῖν Β 5 ὁ om. a ante τὴν add. τῷ a τὴν πρὸ αὐτοῦ om. L 6 ἔχειν aL 8 post ἔχοντος eras. 1 lit. Β 9 τὸ BLM: τῷ a οἰκειότατον a 10 τοιούτων aLM μόνον a: μόνα BLM 11 δείκνυνται M 12 δὲ om. L 13 ἀποφατικὸν M 15 τε om. a 16 τοῦτο ἔχοιεν a 19 τε om. L μὲν om. LM 21 ἐλάττονος aBM: ἐλάττονα L 22 μέλλει a 23 δὲ L ἀλλήλοις a 25 καταφατικὴ (post μέρους) aB: ἀποφατική LM ταύτης post σχήματι (26) transponit a 26 ἀποφατικῆς B 27 μέλλει a post ἐν add. τῷ LM 28 ante μέρος add. κατὰ a 29 λαμβάνεται αὐτῷ L 31 αὐτῷ M οὐδὲ LM περιλαμβάνοιτο aM 32 μέσου in ras. L)
Τὸ δὲ συμπέρασμα ἀεὶ ἐν τῷ πρώτῳ σχήματι παρὰ μὲν τῆς μείζονος προτάσεως τὸ ποιὸν ἕξει· ὁποία γὰρ ἄν ἡ μείζων ᾖ, ἄν τε καταφατικὴ ἄν τε ἀποφατική, καὶ τὸ συμπέρασμα τοιοῦτον ἔσται· τὸ δὲ ποσὸν παρὰ τῆς ἐλάττονος· καθόλου μὲν γὰρ οὔσης τῆς ἐλάττονος ἔσται καὶ τὸ συμπέρασμα καθόλου, εἰ δὲ ἐπὶ μέρους ἐκείνη, ἐπὶ μέρους καὶ τὸ συμπέρασμα. ὁρίζεται δὴ τὸ συμπέρασμα ὑπὸ τοῦ ἐν ἑκατέρᾳ προτάσει ἀορίστου, ὃ καὶ αὐτὸ μαρτύριον ἄν εἴη τοῦ ἐκ τῶν τεθέντων γίνεσθαι τὸν συλλογισμόν, τοῦτ’ ἔστιν ἐκ τῶν συγχωρουμένων· συγχωρεῖται γὰρ ταῦτα, ἁ καὶ μὴ συγχωρηθῆναι δύναται· ἃ δέ ἐστιν ἀναγκαῖα καὶ ὧν ἀναιρουμένων οὐκ ἄν [*](1 τοῦτο LM ὅλον a 3 post πάντως add. ἤδη a 4 οὕτω M δὴ καὶ LM: δὲ Β: καὶ a πάντα αὐτοῦ L 7 ὅ om. L ὅλον a ὁ aLM: ἢ Β ἔσται scripsi: ἔστω libri 8 post καθόλου add. μέρος ἡ καταφατικῆς ἡ ἀποφατικῆς Β ἡ prius ex ἡ corr. Β1 9 μὲν (ante ποσὸν) a: om. BLM 9. 10 καθόλου γὰρ om. a 11 ἐστὶ aLM καταφατικόν a δὲ om. M 12 αὐτῆς BM: τῆς a: om. L 14 δὲ M καταφατικὴ ἡ καθόλου a 15 ante προτάσεων add. τῶν LM 16 post δὲ add. κατὰ μέρος ἡ B καταφατικῶν a: καταφατικῆς ἢ ἀποφατικῆς Β: om. LM ἡ καθόλου ἢ om. LM 18 οὖσαι a 19 τῇ aL, itemque sed corr. Β: τῷ Β pr., M αὐτὴ aLM: αὐτὴ Β 20 καθόλου ἀποφατικῇ . . . μείζονι (21) om. L συντεθήσεται Β: συνταχθήσεται aM 23 δὲ om. L αἰεὶ Μ τῷ om. aLM παρὰ aM: π B: om. L 25 τοιοῦτον BM: τοῦτον aL 27 ante ἐκείνη add. έστιν a 28 δὴ Β: δὲ a: om. LM)
Τοσαύται μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι αἵ συλλογιστικαὶ συζυγίαι. αἱ δὲ πᾶσαι ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τοῖς ἄλλοις δύο ἔσονται συζυγίαι, εἰ καὶ τὰς ἀδιορίστους συναριθμοίη τις, λς΄, καθ’ ἕκαστον σχῆμα ἑξαχῶς [*](2 τοῦ τούτοις aBM: τοῖς L 4. 5 ταὐτό τε καὶ ἓν Β: ἓν καὶ ταὐτὸ ταὐτὸν M) aLM 5 καταφατικὴ bis aL 6 διὰ om. a ἂν post τι transponit a τε LM ἦν om. L 7 τὸ ELM: τῷ a 10 ἔχοι Β: ἔχει ἔχη Μ 11 τῷ (ante ποσῷ) om. a τὸ om. L τῷ (ante ποιῷ) om. aL 15 μὲν om. L 17 τῆς τάξεως a 21 τὸ om. L 21. 22 ποσὸν τοῦ δὲ κατὰ τὸ om. a 22 τὸ om. L κατὰ L 26 εὑρίσκονται a 30. 31 γίνεσθαι L 32 τὸ (ante ποσὸν) om. aL τὸ (ante ποιόν) om. L 33 αἱ om. a 34 δύο scripsi (cf. p. 52,16): δὲ BLM: om. a 35 λς΄ aLM: καὶ B)
Ποιούμενος δὲ τὸν λόγον ἐπὶ τοῦ πρώτου σχήματος πρῶτον διὰ παραδείγματος αὐτό, ὁποῖόν ἐστιν, ἐνεδείξατο εἰπὼν ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καὶ τὸν μέσον ἐν ὅλῳ τῷ πρώτῳ εἶναι ἢ μὴ εἶναι· ταῦτα γὰρ παραδείγματα, τὸ μὲν τοῦ πρώτου συλλογισμοῦ τὸ δὲ τοῦ [*](1 ἑτέρας om. aLM 3 καταφατικῆς λαμβανομένης Β: ληφθείσης καταφατικῆς a: καταφατικῆς LM καθόλου alterum om. LM 7 συντεθήσεται post μείζονι (8) transponit a 8 ἀόριστος a 9 καὶ om. a: κἄν M ἀδιορίστου αὐτῆς ἀποφατικῆς ληφθείσης a: ἀδιορίστως ἀδιόριστος L) αὐτὴ ἀποφατικὴ ληφθεῖσα BLM 11 δὴ addidi καὶ (ante αὐτῆς) om. a 12 δὲ alterum om. L 12. 13 ποτὲ δὲ ἀδιορίστου καταφατικῆς ἡ ἀποφατικῆς ante τῷ (14) transponit a 12 post ἀδιορίστου add. ἢ LM 13 ποτὲ δὲ ἐπὶ μέρους ἢ καταφατικῆς ἡ ἀποφατικῆς B: ποτὲ δὲ μερικῆς καταφατικῆς, ποτὲ δὲ μερικῆς ἀποφατικῆς a: om. LM 14 αὐτῇ a: αὐτὴν BLM 15 τῷ om. M IB ἄλλοις aB: λοιποῖς LM δύο om. L: post δὲ alterum transponit M 17 ις΄ BLM: δεκαέξ a 19 συζυγίαι (ante δώδεκα) om. a καὶ om. L 20 μεταβάλλουσαι L 21 τε aLM: τι Β αἰεὶ om. aLM 23 καὶ (post ἀλλοῖον) om. L ἰσχύουσα LM 24 συζυγία, ὡς ἄνθρωπος ἀδόκιμος om. L 25 βέβαιος Β: βεβαῖον L: βεβαίως aM 26 δὲ post ἐπὶ transponunt LM: om. a 27 ὅταν . . . μὴ εἶναι (29)] lemma in a 28 πρὸς ἀλλήλους om. M ὥστε Β et Ar.: ὡς aLM; at cf. p. 53, 16 ὅλῳ om. BM 29 post πρώτῳ add. ἢ L et Ar. 30 τὰ μὲν L τὸ δὲ a: τὰ δὲ BLM)
Εἰ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ.
Ἐπὶ στοιχείων τὴν διδασκαλίαν ποιεῖται ὑπὲρ τοῦ ἐνδείξασθαι ἡμῖν, ὅτι οὐ παρὰ τὴν ὕλην γίνεται τὰ συμπεράσματα ἀλλὰ παρὰ τὸ σχῆμα καὶ τὴν τοιαύτην τῶν προτάσεων συμπλοκὴν καὶ τὸν τρόπον· οὐ γὰρ ὅτι ἥδε ἡ ὕλη, συνάγεται συλλογιστικῶς τόδε, ἀλλ’ ὅτι ἡ συζυγία τοιαύτη. τὰ οὖν [*](1 περὶ om. a 2 ἑξῆς BLM: ἐξ ἀρχῆς a λέγων om, L post ὅρου add. λέγειν L γὰρ om. L 3 τοῦτ’ ἔστι LM 5 ἀπέδωκεν M ante πρώτῳ add. τῷ M 7 καὶ om. L 8 δὲ om. a καὶ om. L 9 ante σχῆμα add. τὸ L 11 οὐ aBM: οὐδὲ L ante αὐτὸς add. 6 B 12 ὅτι om. a αὐτὴ L 13 γε om. a 14 αἱ om. L 15 προειρήκαμεν aLM παρατιθέμενοι a δὲ πῶς LM: πῶς δὲ aB 16 post ὥστε add. φησι aLM τὸ ἔσχατον L 17 post πρώτῳ add. ἢ a 19 δ’ aB: δὲ LM 20 διδασκαλίας om. L 23 λεγομένων aB: λαμβανομένων LM 24 ante κατὰ add. ἡ L κοινότερα L καὶ aB: τὰ LM 25 γενικώτερα LM καὶ corr. ex αἱ B 26 sequentia quoque Aristotelis verba ἀνάγκη τὸ ἁ κατὰ παντὸς τοῦ (??) κατηγορεῖσθαι exhibet a 28 BM: ὑπὲρ aL δεῖξαι a 31 ἡ (ante συζυγία) om. L)
Ὁμοίως δ’ εἰ καὶ τὸ μὲν Α κατὰ μηδενὸς τοῦ Β. ἐκθέμενος τὸν πρῶτον συλλογισμὸν ἐν πρώτῳ σχήματι τὸν ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγοντα τοῦ δευτέρου πάλιν μνημονεύει τοῦ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου κατα- [*](1 καὶ alterum om. aLM 2 ἐστιν M: εἰσιν aBL ὅτι aB: ὡς LM 3 ἐν om. a 4 ἐκθέσει Β: ἐκβάσει aLM 5 εἰσιν L 6 πῶς om. L ἀποδέδωκεν a “ὅταν . . . ῥηθήσεται” (7)] An. pr. I 1 p. 24 b 29 12 ἔστι aLM 15 πάλιν εἰ . . . ῥηθήσεται (18) om. L 16 post ἐστί add. λαβεῖν aM 16. 17 τὸ a οὐ λέγεται aM 17 εἰ οὖν . . . λέγεται om. M οὐδὲν οὖν a 18 ἐξ ἀνάγκης καὶ κατὰ τοῦ γ aM ante ῥηθήσεται add. τὸ ἁ M 20 καὶ alterum om. LM 24 πρότερον L 25 ὥσπερ εἴρηται M προείρηται] p. 53, 24 26 ἀρετὴ aB: δικαιοσύνη LM δικαιοσύνης aB: ἀρετῆς LM ὠὰ M 27 δεῖ καὶ aL 28 δυνάμεθα aL: δυνάμενα M 30 δὲ καὶ εἰ Ar. 32 καθόλου καταφατικὸν om. LM)
Εἰ δὲ τὸ μὲν πρῶτον παντὶ τῷ μέσῳ ἀκολουθεῖ, τῷ δὲ ἐσχάτῳ τὸ μέσον μηδενί, οὐκ ἔσται συλλογισμός.
Ἀκολουθεῖν μὲν εἶπε τὸ κατηγορεῖσθαι· τὸ γὰρ κατηγορούμενον ἀκολουθεῖ τῷ ὑπ’ αὐτό. εἰπὼν δὲ περὶ τῶν συλλογισμῶν τῶν ἐν πρώτῳ σχήματι συζυγιῶν, εἰ καθόλου εἶεν ἀμφότεραι αἱ προτάσεις, παρατίθεται καὶ τὰς ἀσυλλογίστους, αἳ γίνονται καθόλου τῶν προτάσεων οὐσῶν· τεσσάρων γὰρ γινομένων συζυγιῶν ἐν πρώτῳ σχήματι, εἰ ἀμφότεραι εἶεν αἱ προτάσεις καθόλου, αἱ μὲν δύο συλλογιστικαί τέ εἰσι καὶ δόκιμοι, ἃς ἐξέθετο, αἱ δὲ δύο ἀσυλλόγιστοι, ἥ τε ἔχουσα τὴν ἐλάττονα ἀποφατικὴν τὴν δὲ μείζονα καταφατικήν, ἧς νῦν ἐμνημόνευσε, καὶ ἡ ἀμφοτέρας ἔχουσα ἀποφατικάς. τοῦ μὲν οὖν τὴν ἐκκειμένην συζυγίαν ἀσυλλόγιστον εἶναι αἴτιον, ὅτι ἡ ἐλάττων ἀποφατικὴ ἐλήφθη· εἰρήκαμεν γάρ, ὅτι ἀδύνατον ἐν πρώτῳ σχήματι συλλογισμὸν γενέσθαι ἀποφατικῆς οὔσης τῆς ἐλάττονος προτάσεως. ὅτι γὰρ οὕτως ἐχουσῶν τῶν προτάσεων οὐδὲν ἀναγκαῖον συνάγεται, ὅ ἐστιν ἴδιον συλλογισμοῦ, αὐτὸς μὲν δείκνυσι τῇ τῆς ὕλης παραθέσει· καὶ γὰρ καθόλου καταφατικὸν ἐπί τινος ὕλης δείξει δυνάμενον συνάγεσθαι καὶ πάλιν ἐπ’ ἄλλης καθόλου ἀποφατικόν, ὃ ἐναργέστατον σημεῖον τοῦ μηδεμίαν ἔχειν τὴν συζυγίαν ταύτην ἰσχὺν συλλογιστικήν, εἴ γε τά τε ἐναντία καὶ τὰ ἀντικείμενα ἐν αὐτῇ δείκνυται ὄντα ἀλλήλων ἀναιρετικά. ἐν ᾗ γὰρ ἄν συζυγίᾳ καθόλου καταφατικὸν καὶ καθόλου ἀποφατικὸν δεικνύηται, ἐν ταύτῃ οὐδὲν οἷόν τε συνάγεσθαι συλλογιστικῶς τῷ δεῖν μὲν τὸ συναγόμενον συλλογιστικῶς ἐπὶ πάσης τε ὕλης τὸ αὐτὸ εἶναι καὶ ἔτι ἢ καθόλου καταφατικὸν 30 εἶναι ἢ καθόλου ἀποφατικὸν ἡ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικὸν ἀναιρεῖσθαι δὲ τὰ μὲν καταφατικὰ ἀμφότερα ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ πάλιν δ’ αὖ τὰ ἀποφατικὰ ὑπὸ τοῦ καθόλου καταφατικοῦ. τοῦτο δὲ ἐμήνυσεν εἰπὼν ὥστ’ οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου [*](2 μηδενὸς . . . παντὸς aBM: παντὸς . . . μηδενὸς L 3 τέλειος καὶ ἀναπόδεικτος a καὶ (ante οὗτος) L: om. aBM 4 τὸ p τοῦ fa: τοῦ ὒ evan. Β) p τὸ γ BM: τοῦ γ τὸ p L ὃ τοῦ L 5 δὴ BLM: δὲ a 7 καὶ om. a 8 ἀκολουθεῖ aB (Marc. 231): ὑπάρχει Ar. 8.9 τὸ δὲ μέσον μηδενὶ τῷ ἐσγάτῳ ὑπάρχει Ar. 9 οὐδενί Β 10 ἀκολουθεῖ Β 11 post ἐν add. τῷ aLM 12 συζυγιῶν ante τῶν ἐν (11) transponunt aLM 13 οἲ M γὰρ om. LM 13. 14 γινομένων τεσσάρων L 15 τε om. LM 18 ἐγκειμένην a 19 εἰρήκαμεν] cf. p. 49,25 24 ἐπὶ L ἀποφατι- κῆς L 26 αὐτῇ scripsi: αὐτῷ BLM: ταὐτῷ a ὄντα B corr.: οἷον τὰ aLM et, ut videtur, Β pr. 27 ἀποφατικὸν καὶ καθόλου καταφατικὸν L δεικνύηται correxi: δείκνυται libri 29 τε Β: τῆς aLM 31 τὴν μὲν καταφατικὴν ἀμφοτέραν a)
Εἰπὼν δὲ καὶ γὰρ παντὶ καὶ μηδενὶ ἐνδέχεται τὸ πρῶτον τῷ ἐσχάτῳ ὑπάρχειν ἐπήνεγκεν ὥστε οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται ἀναγκαῖον· οὐ γὰρ μόνον ἀναιρεῖται ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ τὸ καθόλου καταφατικόν, ὡς εἰρήκαμεν, ἀλλὰ καὶ τὸ ἐπὶ [*](1 γίνεσθαι a ante ἀντίφασις add. ἡ aLM 2 δειχθῇ scripsi: ἐδείχθη libri 3 γὰρ om. L 4 οὐδὲ B ἄν Β: ἤν aM: ἦν L 7 post μὲν add. οὖν L 8 ante τὴν ἐκκειμένην add. τὴν συζυγίαν aLM κειμένην LM 9 οὐδὲν ex οὐδὲ corr. B 10 δὴ BM: δὲ aL 11 γε οm. L 12 εἶναι αὐτοῦ aL 13 καὶ om. aLM γὰρ alterum om. aLM 14 ληφθῆναι Β: εἰλῆφθαι aLM 15 τοῦ p post τὴν transponunt aL δὴ BL: δὲ aM ὑπερπίπτει] conicio ὑπερεκπίπτει (cf. vs. 20) τὸ ἁ corr. ex τοῦ ἁ Β 16 αὐτοῦ libri καὶ (post τούτοις) om. L 17 τὰ ἐναντία LM 20. 21 ὑπερεκπίπτειν a 21 ante οὐ add. καὶ M 22 τε Β: αὐτός aLM ἵππος a 24 ὁ om. a καὶ τὸ ζῷον κατ’ οὐδενὸς λίθου a: om. BLM 25 ἄρα Β: ἔτι M: om. L: δὲ αὕτη a 28 δὲ καὶ om. L παντὶ aLM et Ar.: τὸ παντὶ Β 30 γίνεσθαι a post ἀναγκαῖον add. οὔτε τῶν καθόλου τι οὗτε τῶν ἐπὶ μέρους Β 30. 31 τῆς τῆς etiam Β pr.) καθόλου ἀποφατικῆς a 31 καταφατικόν aBM: ἀποφατικόν L εἰρήκαμεν] p. 55,31)
Οὐδ᾿ ὅταν μήτε τὸ πρῶτον τῷ μέσῳ μήτε τὸ μέσον τῷ ἐσχάτῳ μηδενὶ ὑπάρχῃ.
Μετελήλυθεν ἐπὶ τὴν ἐκ δύο καθόλου ἀποφατικῶν ἐν πρώτῳ σχήματι συζυγίαν, καὶ δείκνυσι καὶ ταύτην ἀσυλλόγιστον οὖσαν τῇ τῶν ὅρων πάλιν παραθέσει, ὧν παρὰ τὴν διαφορὰν καὶ παντὶ καὶ μηδενὶ ὑπάρχον φαίνεται τὸ Α τῷ Γ. αἰτία δὲ τοῦ μηδὲν συνάγεσθαι ἐν τῇ τοιαύτῃ συζυγίᾳ συλλογιστικῶς, ὅτι ὁ μέσος οὐδεμίαν ἔχει σχέσιν πρὸς οὐδέτερον τῶν ἄκρων, ἀλλ’ οὕτως ἔχει, ὡς εἰ καὶ τὴν ἀρχὴν μηδὲ ἐλήφθη· παρὰ δὲ τοῦτον ὁ συλλογισμός· οὕτως γὰρ ἔχοντος αὐτοῦ δύναται καὶ πίπτειν ὑπὸ τὸ Α τὸ Γ καὶ μὴ πίπτειν. εἰ μὲν γὰρ τὸ Α ἐπιστήμη τὸ δὲ Β γραμμὴ τὸ δὲ Γ ἰατρική, ἀληθῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου ἀποφατικῶν ἡ ἐπιστήμη τῇ ἰατρικῇ πάσῃ ὑπάρξει. εἰ δὲ ἀντὶ τῆς ἰατρικῆς μονὰς τεθείη ἢ λίθος, αἱ μὲν προτάσεις ὁμοίως ἀληθεῖς, οὐδεμιᾷ δὲ ἐπιστήμη μονάδι ὑπάρξει οὐδὲ λίθῳ.
Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων δῆλον ἐν τούτῳ τῳ σχήματι.
Εἰρήκαμεν, ὅτι τεσσάρων οὐσῶν συζυγιῶν ἐν πρώτῳ σχήματι καθόλου τῶν προτάσεων λαμβανομένων δύο μὲν γίνονται συλλογιστικαὶ δύο δὲ ἀσυλλόγιστοι.
Καὶ ὅτι ὄντος τε συλλογισμοῦ τοὺς ὅρους ἀναγκαῖον ἔχειν, ὡς εἴπομεν.
Ἀντιστρέψας εἶπε· καὶ γὰρ συλλογισμοῦ ὄντος ἐν πρώτῳ σχήματι ἐκ καθόλου προτάσεων ἀνάγκη τὴν εἰρημένην θέσιν καὶ τάξιν ἔχειν τοὺς ὅρους πρὸς ἀλλήλους, καὶ τῶν ὅρων οὕτως ἐχόντων καὶ κειμένων ἀνάγκη συλλογισμὸν εἶναι. ὅτι μὲν οὖν, εἰ καθόλου καταφατικὸν εἴη συμπέρασμα, ἀνάγκη [*](3 ἀποφατικὸν L corr. τὰ ἐναντία LM 4 μηδ’ omisso τῶν a παρὰ ΒLM: περὶ a ὑπάρχειν aLM 11 σχέσιν aLM: σύνθεσιν Β 12 μηδὲ τὴν ἀρχὴν aL μηδ’ M παρὰ HLM: περὶ a 13 καὶ om. LM 14 καὶ om. L μὲν om. a δὲ (ante p) om. aB δὲ (ante f) 0111. a 15 ἀληθῶν om. aLM 16 πάσει Β 17 μονάδι ἐπιστήμη a 19 οὖν Ar.: om. aB (C); at cf. p. 58,11 τῶν ὅρων om. a 22 μὲν om. a τε. Β: τοῦ ὄρους B 25 ὡς εἴπομεν οm. a 27 ante θέσιν add. πρότασιν καὶ a καὶ τάξιν om. aL 28 post ἀνάγκη add. καὶ M)
ἰ δ᾿ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δ᾿ ἐν μέρει προς τον ετερον.
Οὐκ ἀργῶς μοι δοκεῖ προστεθεικέναι τῷ ὁ δ’ ἐν μέρει τὸ πρὸς τὸν ἕτερον· δύναται γὰρ καὶ ἐν μιᾷ καὶ τῇ αὐτῇ προτάσει τῶν ὅρων ὁ μὲν καθόλου εἶναι ὁ δ’ ἐν μέρει, καθόλου μὲν ὁ ὑποκείμενος ὅλος λαμβανόμενος ἐν μέρει δὲ ὁ κατηγορούμενος, οὗ μέρος κατὰ τοῦ ὑποκείμενου λέγεται. οὐ γὰρ πᾶν ζῷον κατὰ ἀνθρώπου· μέρος γὰρ τοὐ ζῴου κατὰ παντὸς ἀνθρώπου ἐν τῇ προτάσει τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος ζῷον᾿· τὶ γὰρ [*](1 τοιούτων προτάσεων aLM οὕτω a 1. 2 ἐν πρώτῳ σχήματι om. a 2 σχήματι bis, semel expct., M αὐτό a ante σχήματι add. τῷ LM 3 ἔτι aBL: ἔστιν M ante ἐπὶ add. καὶ L καταφατικοῦ L 9 ὥστε L δείξει M τε Ar.: γε BLM: om. a; cf. p. 57, 24 10 ἵνα ᾖ ἀληθὲς L 11 τὸ ἐν LM: καὶ ἐν aB: ὡς aB: ὅ Μ: evan. L οὖν om. aL 12 δῆλον ἐν οm. a ἐπιφέρειν a 13 δὲ om. LM τῷ alterum om. aLM 14 συλλογισμῶν om. aLM 15 ante λέγειν add. καὶ L ante ἁρμόζειν add. καὶ aLM μὴ a: om. BLM 16 τῶν ὅρων πρὸς ἀλλήλους aL 17 τῷ om. L 21 ἀποφατικοὶ a 22 σχήματα a σχήματι συνάγοντες LM 25 τῷ LM: τὸ aB δὲ LM τὸ LM: om. aB δὲ L ὅλος BLM: ὅρος a 29 ante ἀνθρώπου add. τοῦ aLM post ἀνθρώπου add. λέγεται LM μέρος aB: τὶ LM 30 ἀνθρώπου om. L)
Ὅταν δὲ πρὸς τὸ ἔλαττον ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι, ἀδύνατον.
Προειπὼν περὶ τῆς μείζονος προτάσεως, ὅτι καὶ στερητικῆς οὔσης αὐτῆς ἔσται συλλογισμός, ἐπήνεγκεν ὅταν δὲ πρὸς τὸ ἔλαττον, δῆλον ὅτι τὸ στερητικὸν μετατεθῇ, ὡς εἶναι ταύτην μὲν ἐπὶ μέρους ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου μὲν ἢ καταφατικὴν δὲ ἢ ἀποφατικήν. τὸ δὲ καὶ ἄλλως πως ἔχωσι δηλωτικόν ἐστι τοῦ ‘ἄν ἡ μὲν μείζων τὸ ἐπὶ [*](1 κατ’ aBM: κτὰ τοῦ L τινὸς ἐμψύχου] ὃς ἐμψύχου in ras. Β2 2 δὲ LM 3 ἶνα LM 4 τῶν ὅρων post μέρει transponit a, repetit B 5 προτάσεως om. aLM 6 οὖν om. a 6. 7 κατηγορῆται ἐπὶ μέρους L 7 κατηγορεῖται a ὅρον om. L 10 τῷ om. aLM 11 τὰς συζυγίας aLM: τὴν συζυγίαν B 14 ἐκτίθησι aLM 15 καταφατικὴ a μείζω a ἐλάττω a 18 τεθῇ om. L τῷ μείζονι ἄκρῳ a 19 τῷ ἐλάττονι a 20 εἶναι HLM et Ar.: γενέσθαι a 21 καὶ om. aL καταφατικὸν] κάτα evan. L 22 ληφθείσης BLM: δειχθείσης a ἐκείνης om. aLM 26 τῷ ἐλάττονι a καὶ in ras. B: om. a 28. 29 αὐτῆς οὔσης a 29 τῷ ἐλάττονι a 30 μετατεθείη a 31 ἡ (post μὲν) om. a δὲ (ante ἡ prius) om. LM 32 καὶ om. aM ante ἄλλως add. av BM; at cf. p. 60, 4, 63, 12 post ἄν add. τε LM μὲν ἡ aL)
Λέγω δὲ μεῖζον μὲν ἄκρον, ἐν ᾧ τὸ μέσον ἐστίν, [*](20r) ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον.
Δεῖ πάντων τῶν λεγομένων ἀκούειν ὡς ἐπὶ τοῦ πρώτου σχήματος λεγομένων· καὶ γὰρ καὶ τὸ νῦν λεγόμενον οὕτως ἔχει· ἐν τῷ πρώτῳ σχήματι μεῖζον μέν, ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον· ἦν γὰρ ἐν τούτῳ τῷ σχήματι ὁ μέσος τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος. ἐπεὶ ἔν γε τῷ δευτέρῳ σχήματι καὶ ὁ μείζων καὶ ὁ ἐλάττων ἐν τῷ μέσῳ εἰσίν· ὑπ’ οὐδένα γὰρ ὁ μέσος. ἀνάπαλιν δὲ ἐν τῷ τρίτῳ ὁ μέσος οὐχ ὑπὸ τὸν μείζονα μόνον ἐστὶν ἀλλὰ καὶ ὑπὸ τὸν ἐλάττονα· οὐδεὶς γὰρ ἐν τῷ μέσῳ. σαφῶς δέ, ὅτι ὁ κατηγορούμενος ἐν τῷ συμπεράσματι οὗτος καὶ ἐν ταῖς προτάσεσι μείζων ἐστὶ καὶ παρὰ τοῦτον ἡ μείζων πρότασις, εοειςεν.
Ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ.
Ἡ μὲν συζυγία τοῦ τρίτου ἀναποδείκτου, ὅς ἐστιν ἐπὶ μέρους καταφατικὸν ἔχων τὸ συμπέρασμα. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ, τὶ τοῦ Γ ἐν ὅλῳ ἐστὶ τῷ Β· κατὰ παντὸς δὲ τοῦ Β τὸ Α· οὐδὲν ἄρα ἐστὶ τοῦ Β, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Α· τὶ δὲ τοῦ Β ἐστὶ τὸ Γ· κατὰ τούτου ἄρα τὸ Α ῥηθήσεται. ὁμοίως δὲ ἕξει καὶ ὁ τέταρτος ἀναπόδεικτος ὁ ἔχων τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικήν. εἰ γὰρ εἴη τι τοῦ Γ ἐν ὅλῳ τῷ Β, τὸ δὲ Β ἐν μηδενὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει. τὶ μὲν γὰρ τοῦ Γ ὑπὸ τὸ Β· οὐδὲν δ’ ἔστι τοῦ Β λαβεῖν, καθ’ οὗ τὸ Α ῥηθήσεται· ὥστε οὐδὲ κατὰ τινὸς τοῦ Γ ἐκείνου, ὃ [*](1 μεταλάβοι a 2 post δύναται add. δὲ aLM τὸ LM: τὸ καὶ Β: καὶ τὸ a 2. 3 πρὸς τὸ ἔλαττον καὶ ὅταν superscr. Β3: om. a 3. 4 φερομένοις aLM 4 μᾶλλον om. a ἢ post καὶ transponit M: om. aL 5 ἐπὶ BLM: περὶ a 6 μεταλάβοι a ante μένουσα add. ἀλλὰ M δὲ om. LM ληφθείη a 8 post μέσον add. ὄν a et Ar. 10 καὶ altenim om. LM 11 post μέσον add. ὄν aL (cf. 8) 12 ἦν evan. L 14 ἐστίν a 15 ἀλλὰ evan. L 16 σαφὲς LM 17 καὶ (ante ἐν) om. L παρὰ BLM: περὶ a τοῦτον aBM: μείζων L 19 sequentia quoque Ar. verba οὐκοῦν εἰ ἔστι κατὰ κατὰ om. Ar., sed add. Cdi) παντὸς κατηγορεῖσθαι τὸ ἐν ἀρχῇ λεχθέν, ἀνάγκη τὸ ἁ τινὶ τῷ γ ὑπάρχειν. καὶ εἰ τὸ μὲν ἁ μηδενὶ τῷ β ὑπάρχει, τὸ β τινὶ τῷ (??) ἀνάγκη τὸ ἁ τινὶ τῷ (??) μὴ ὑπάρχειν exhibet a 21 ἀναπόδεικτος μέρους oblit. M 24 τῷ p ἔστι τοῦ (??) a 25 δ’ ἕξει M: δόξει L τέτταρα ὁ alterum om. LM 28 ὑπὸ evan. L δ’ ἐστὶ aBM: δὲ τὶ )
Ἐὰν δὲ πρὸς τὸν ἐλάσσονα ἄκρον τὸ καθόλου τεθῇ ἢ κατηγορικὸν ἢ στερητικόν, οὐκ ἔσται συλλογισμός.
Λέγει μὲν περὶ συζυγιῶν τῶν ἐχουσῶν τὴν μὲν ἑτέραν πρότασιν καθόλου τὴν δὲ ἑτέραν ἐπὶ μέρους. εἰπὼν δὲ περὶ τούτων, ἐν αἷς τὸ καθόλου ἦν πρὸς τῇ μείζονι προτάσει τὸ δὲ ἐπὶ μέρους πρὸς τῇ ἐλάττονι ὂν καταφατικόν, καὶ δείξας, ὅτι συλλογιστικαὶ αἱ τοιαῦται συζυγίαι, προσθεὶς δὲ καὶ τάς, ἐν αἷς ἀντὶ τοῦ ἐπὶ μέρους τὸ ἀδιόριστον ἔχει ἡ ἐλάττων πρότασις τῶν ἄλλων τῶν αὐτῶν μενόντων δύο γὰρ καὶ οὕτως λαμβανομένης τῆς ἐλάττονος ἐγίνοντο συλλογισμοί), νῦν μετελήλυθεν ἐπὶ τὰς ἐναλλάξ. αὗται δέ εἰσιν αἱ ἔχουσαι τὴν ἐλάττονα πρότασιν καθόλου. γίνεται δὲ ταύτης οὔσης καθόλου ἡ μείζων πρότασις ἢ ἐπὶ μέρους ἢ ἀδιόριστος· οὔσης δὲ ταύτης ἐπὶ μέρους ἢ ἀδιορίστου ἀσυλλόγιστοι πᾶσαι αἱ συμπλοκαί, ὡς προειρήκαμεν. δείκνυσιν οὖν ἐκτιθέμενος τὰς συμπλοκὰς καὶ συζυγίας ταύτας, ὅτι εἰσὶν ἀσυλλόγιστοι, πάλιν χρώμενος τῇ τῆς ὕλης παραθέσει, ἐφ’ ἧς εὑρίσκεται τὰ ἐναντία συναγόμενα. τὸ δὲ κατὰ μέρος ὄντος εἶπεν ἀντὶ τοῦ ‘τῆς μείζονος᾿· αὕτη γὰρ γίνεται κατὰ μέρος.
οἷον εἰ τὸ μὲν Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει. Ὅτι καὶ καταφατικῆς καὶ ἀποφατικῆς οὔσης τῆς μείζονος προτάσεως, εἰ I ἐπὶ μέρους εἴη, ἀσυλλόγιστος ἡ συμπλοκή. εἰ γὰρ τὸ μὲν Α κατὰ [*](20v) τινὸς τοῦ Β λέγοιτο, τὸ δὲ Β κατὰ παντὸς τοὐ Γ, οὐδὲν μὲν ἔσται τοῦ Γ, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Β, ὥστε τι τοῦ Β τὸ Γ· τὸ δὲ Α κατὰ τινὸς τοῦ Β λεγόμενον δύναται καὶ κατὰ τούτου τοῦ μέρους αὐτοῦ λέγεσθαι, ὅ ἐστι τὸ Γ, δύναται καὶ κατ’ ἄλλου· ἐπὶ πλέον γὰρ τὸ Β τοῦ Γ κατηγορεῖται· οὐκ ἐξ ἀνάγκης ἄρα ἢ ὑπάρξει ἢ οὐχ ὑπάρξει τὸ Α τῷ Γ. οἷον εἰ εἴη τὸ Α ἀγαθὸν τὸ δὲ Β ἕξις τὸ δὲ Γ φρόνησις· τὸ μὲν γὰρ ἀγαθὸν [*](1 ὁμοίως a et, ut videtur, Β pr. 2 ποιήσωμεν a 4 post ἡ add. xoTi a 4. 5 χρώμενοι a 6 τὸ ἔλασσον a: τὸ ἔλαττον Ar. 8 ante συζυγιῶν add. τῶν a 9 δ’ (post τὴν) M δὲ Β: δ᾿ LM: δέ γε a ἐπελήλυθεν a 15 αἱ om. L 17 ante ἐπὶ add. ἡ a πᾶσαι . . . ἀσυλλόγιστοι (19) om. L 18 προειρήκμεν] cf. p. 49,26 sq. 19 ταύτας post συμπλοκὰς (18) transponit a 20 τὸ scripsi: τοῦ libri ὄντος om. a 21 τοῦ οm. L 22 textus verba in LM μὲν a et Ar.: om. BLM sequentia quoque Ar. verba τὸ δὲ p παντὶ τῷ γ ὑπάργει. ὅροι τοῦ μὲν μὲν om. Ar.) ὑπάρχειν ἀγαθόν, ἕξις, φρόνησις, τοῦ δὲ δὲ om. Ar.) μὴ ὑπάρχειν ἀγαθόν, ἕξις, ἀμαθία exhibet a 23 καὶ (ante καταφατικῆς) om. L καὶ ἀποφατικῆς om. L 24 post εἰ (ante ἐπὶ) add. μὲν a 25 τοῦ (ante (??)) om. L 27 ὅ Β: ὅπερ LM: ὅ τί a 28 τοῦ (??) (post ἐστι) a ἄλλου add. μὴ λέγεσθαι LM 30 δὲ alterum om. Β)
Πάλιν εἰ τὸ μὲν Β μηδενὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει ἤ μὴ παντὶ ὑπάρχει. Τὸ μὲν τινὶ μὴ ὑπάρχειν ἢ μὴ παντὶ ἀμφότερα τῆς ἐπὶ μέρους ἀποφατικῆς ἐστι δηλωτικά, τῇ λέξει διαφέροντα· τῷ γὰρ μὴ ὑπάρχειν προσθετέον τὸ ‘τινί᾿ ὡς ἀπὸ κοινοῦ εἰρημένον. ὅτι δὲ μηδὲ αἱ τοιαῦται συμπλοκαὶ συνακτικαὶ αἱ ἔχουσαι τὴν ἐλάττονα καθόλου ἀποφατικὴν ἐπὶ μέρους δὲ τὴν μείζονα, δείκνυσιν. ὁμοίᾳ γὰρ ὁδῷ χρώμενοι εὑρήσομεν τὸ Α καὶ ὑπάρχον ποτὲ παντὶ τῷ Γ καὶ μηδενὶ ὑπάρχον. ἔστω γὰρ τὸ μὲν Α λευκὸν τὸ δὲ Β ἵππος τὸ δὲ Γ κύκνος· τὸ γὰρ λευκὸν τινὶ ἵππῳ ὑπάρχει, ἀλλὰ καὶ τινὶ ἵππῳ οὐχ ὑπάρχει· ἵππος δὲ οὐδενὶ κύκνῳ· τὸ δὲ λευκὸν παντὶ κύκνῳ. τὸ γὰρ λευκόν, ἐν ᾧ ὑπερβάλλει τὸν ἵππον ὂν ἐπὶ πλέον αὐτοῦ καὶ κατηγορούμενον, τούτῳ νῦν περιείληφε τὸ Γ, ὅ ἐστιν ὁ κύκνος, ᾧ οὐδενὶ ἵππος ὑπῆρχεν. ἐὰν δὲ ποιήσωμεν τὸ Γ ἀντὶ τοῦ κύκνου κόρακα, ἵππος οὐδενὶ κόρακι· ἀλλ’ οὐδὲ τὸ λευκόν. ἐπὶ τῶν αὐτῶν ὅρων δειχθήσεται, καὶ εἰ ἡ μείζων πρότασις ἀδιόριστος ἢ καταφατικὴ ἢ ἀποφατικὴ ληφθείη, ἐπεὶ τὸ ἀδιόριστον ὡς ἴσον τῷ ἐπὶ μέρους λαμβάνεται. σημειωτέον δέ, ὅτι, ἐν ᾗ μὲν συζυγίᾳ ἡ ἐλάττων καθόλου ἐστὶ καταφατικὴ τῆς μείζονος οὔσης ἐπὶ μέρους, τὸ ἀσυλλόγιστον διὰ τὴν μείζονα ἐπὶ μέρους οὖσαν, ἐν ᾗ δὲ τῆς μείζονος ἐπὶ μέρους οὔσης ἢ ἀδιορίστου ἡ ἐλάττων ἐστὶ καθόλου ἀποφατική, τὸ ἀσυλλόγιστον παρ’ ἀμφοτέρων τῶν προτάσεων· καὶ γὰρ παρὰ τῆς μείζονος ἐπὶ μέρους γάρ) καὶ παρὰ τῆς ἐλάττονος, ὅτι ἀποφατική.
[*](1 δὲ M 1. 2 τὸ ἀγαθὸν κατὰ πάσης φρονήσεως om. LM 2 δὲ LM λάβη L 3 ὡς om. aLM 4 καθ’ αὑτῶν Β 5 κατηγορούμενος aLM ante εἰ add. καὶ aLM 6 εἴη om. a τῷ ᾱ a ὑπάρχειν L ὡς aBL: εἰ Μ 7 ὑπάρχει BLM: ὑπάρξει a post ὑπάρχει add. ἡ μὴ πάλιν ὑπάρχει M 9 post τῷ β add. ἡ Ar. (sed om. i) 11 et 12 ὑπάρχει a 14 συνακτικαὶ om. LM αἰ ἔχουσι L 16 παντὶ] ντὶ in ras. Β μὲν om. LM 17 τὸ γὰρ . . . οὐχ ὑπάρχει (18) om. a τὸ γὰρ Β: τὸ μὲν οὖν LM 18 ἵππος aBM: ἵππῳ L δὲ (ante λευκὸν) om. L 20 καὶ om. L τοῦτο LM περιείληφε a: παρείληφε BLM ὁ om. aLM 21 τοῦ om. L 22 ante ἵππος add. καὶ aBM 23 δειχθήσεται Β: ῥηθήσεται aLM εἰ om. L 24 τῷ aLM: τοῦ Β 25 post μὲν add. ἄν aB 28 ἐστὶ post καθόλου transponunt aM: om. L παρὰ L τῶν om. L)Οὐδ᾿ ὅταν τὸ μὲν πρὸς τῷ μείζονι ἄκρῳ καθόλου [*](20v) γένηται ἤ κατηγορικὸν ἤ στερητικόν, τὸ δὲ πρὸς τῷ ἐλάττονι στερητικὸν καὶ κατὰ μέρος, οὐκ ἔσται συλλογισμὸς ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος, οἷον εἰ τὸ μὲν Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ μή, ἢ εἰ μὴ παντὶ ὑπάρχει·
Τὸ μὲν τινὶ μὴ ὑπάρχειν ἢ μὴ παντὶ ὑπάρχειν πάλιν ταὐτόν ἐστιν. δείξας δὲ διὰ τῶν πρώτων ἀσυλλογίστους συζυγίας, ἐφ ὧν ἡ μείζων ἦν ἐπὶ μέρους, νῦν δείκνυσιν ἀσυλλογίστους καὶ ἐν αἷς μενούσης τῆς μείζονος καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς ἡ ἐλάττων ἐπὶ μέρους ἐστὶν ἀποφατική· δι’ οὗ δείκνυσι, πῶς εἶπεν ἐν τοῖς ἐπάνω “ὅταν δὲ πρὸς τὸ ἕλαττον, ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι’’. γίνεται δὲ ἐν ταῖς τοιαύταις συμπλοκαῖς τὸ ἀσυλλόγιστον πάλιν παρὰ τὴν ἐλάττονα οὖσαν ἀποφατικήν. ἡ δὲ δεῖξις αὐτῷ τοῦ ταύτας ἀσυλλογίστους εἶναι τὰς συζυγίας γέγονεν ἐπὶ τοῦ μέρους τοῦ Γ, ᾧ κεῖται αὐτῷ μὴ ὑπάρχειν τὸ Β· τοῦτο γὰρ λαβὼν δείκνυσι διὰ τῆς παραθέσεως τῶν ὅρων πάλιν καὶ παντὶ καὶ μηδενὶ αὐτῷ τὸ Α ὑπάρχον. οὕτως γὰρ οἰκείως δείκνυσθαι ἔμελλε τὸ τῆς ἐκκειμένης συζυγίας ἀσυλλόγιστον· εἰ γὰρ ἐπὶ παντὸς τοῦ Γ, οὐ προσεχὴς ἔτι ὁμοίως ἡ δεῖξις. ὡς γὰρ ὅτε τὸ Β μηδενὶ τῷ Γ ὑπῆρχεν, ἀσυλλόγιστος ἐδείκνυτο ἡ συζυγία τῷ, ᾧ μη|δενὶ ὑπῆρχε τὸ Β, τούτῳ τὸ Α καὶ παντὶ δύνασθαι [*](21r) καὶ μηδενὶ ὑπάρχειν, οὕτως καὶ ὅτε τὸ Β κεῖται τινὶ τῷ Γ μὴ ὑπάρχειν, ἀσυλλόγιστος ἄν δεικνύοιτό, εἰ δειχθείη τούτῳ τοῦ Γ τὸ Α καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν δυνάμενον, ᾧ αὐτοῦ μέρει τὸ Β οὐχ ὑπῆρχεν. ἔτι δὲ ἐπεὶ οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικῆς δύναται κατὰ τὸ αὐτὸ ἡ αὐτὴ καὶ ἐπὶ μέρους εἶναι καταφατική τὸ γὰρ τινὶ μὴ ὑπάρχον οὐδὲν κεκώλυται καὶ τινὶ ἐκείνῳ ὑπάρχειν), ὅταν δὲ ὑπάρχουσα ἐπὶ μέρους ᾖ καταφατικὴ ἡ ἐλάττων, συλλογισμὸς γίνεται τῆς μείζονος καθόλου οὔσης καὶ καταφατικῆς καὶ ἀποφατικῆς ἢ ἐπὶ μέρους καταφατικὸς ἢ ἐπὶ μέρους ἀποφατικός, ὡς δέδεικται ἑκατέρα γὰρ τῶν προτάσεων γίνεται τὸ ἴδιον ἔχουσα, καὶ ἡ ἐλάττων τὸ καταφατικὸν καὶ ἡ μείζων τὸ καθόλου), οὔσης δὲ συλλογιστικῆς τῆς συζυγίας ταύτης οὐκ ἐνῆν ὅρους λαβεῖν τοῦ παντὶ [*](1 τὸ Β corr.: τῷ aB pr. 3 καὶ om. a et Ar. ἀδιορίστου . . . μὴ παντὶ ὑπάρχει (6) om. a 3. 4 ἀδιορίστου Ar.: ἀορίστου Β 7 post μὲν add. γὰρ LM 8 μείων L 9 μενούσης B: οὔσης aLM 10 ἢ ἀποφατικῆς om. LM 11 δείκνυται a εἶπεν] p. 20 3 20 post ἐπάνω add. τὸ aLM 12 καὶ om. B pr., L 13 παρὰ BLM: περὶ a 14 δεῖξις δὲ a 15 τοῦ (ante μέρους) om. aLM τῷ (??) L 20 sed ante ὑπάρχειν (21) transpositum, a: eodem δύνασθαι transponit L 21 καὶ (ante ὅτε) om. aLM τὸ (??) om. L 22 δεικνύοιτο BLM: δείκνυται a τοῦ γ τῷ (??) aLM. τὸ ᾱ transponit ante ὑπάρχειν (23) aL καὶ (post ἁ) om. 22. 23 μηδενὶ καὶ παντὶ L 23 μέρος a δὲ om. a 24 τὸν αὐτὸν L 25 καταφατική om. L 26 ᾖ BLM: ἡ a 28 ἡ ἐπὶ μέρους . . . ἀποφατικός (29) om. a 29 γὰρ om. L)
ἢ τῇ ἐπὶ τοῦ ἀδιορίστου δείξει ἰδίᾳ ἐπ’ ἀμφοτέρων χρῆται τῶν συμπλοκῶν, [*](22r) τῆς τε, ἐν ᾗ ἡ μὲν μείζων καθόλου καταφατικὴ ἡ δ’ ἐλάττων ἐπὶ μέρους ἀποφατική, καὶ τῆς ἐχούσης τὴν μὲν μείζονα πάλιν καθόλου ἀποφατικὴν τὴν δ’ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν. ποιησάμενος οὖν τὸν λόγον πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν μείζονα καθόλου καταφατικήν, ὁμοίως, φησί, δειχθήσεται, καὶ εἰ ἡ μείζων καθόλου οὖσα εἰς τὸ ἀποφατικὸν μεταληφθείη.
οὐδὲ ἐὰν ἄμφω τὰ διαστήματα κατὰ μέρος ᾖ ἢ 35 κατηγορικῶς ἢ στερητικῶς.
Δείκνυσιν, ὅτι, κἄν ἀμφότεραι ὦσιν ἐπὶ μέρους αἱ προτάσεις, ὅπως ἄν ἔχωσι ποιότητος, ἀσυλλόγιστοι αἱ συζυγίαι, ἄν τε ἀμφότεραι καταφατικαί, ἄν τε ἀμφότεραι ἀποφατικαί, ἄν τε ἡ μὲν μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἐάν τε ἀνάπαλιν, ἀλλ’ οὐδ’ ἄν ἀδιόριστοι ἢ ἀμφότεραι καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ἢ ἀνάπαλιν. κοινοὶ δὲ πασῶν ὅροι τῶν ὀκτὼ συζυγιῶν, τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, ἵππος , τοῦ δὲ μὴ ὑπάρχειν ζῷον , λευκόν, λίθος. δῆλον δὲ τὸ αἴτιον τοῦ τὰς τοιαύτας συμπλοκὰς πάσας ἀσυλλογίστους εἶναι· τῷ γὰρ μηδὲν εἰλῆφθαι καθόλου ὁ μέσος οὐ κατὰ ταὐτὸν ἀμφοτέροις κοινωνῶν ἀλλὰ δυνάμενος τίθεσθαι κατ’ ἄλλο καὶ ἄλλο σχεδὸν οὐδὲ μέσος ἐστὶν αὐτῶν. εἰκότως δὲ ἐκ δύο ἐπὶ μέρους προτάσεων οὐδὲν συνάγεται συλλογιστικῶς, ὅτι κεῖται ἡ συλλογιστι|κὴ πίστις διὰ τοῦ καθόλου πιστοῦσθαι καὶ δεικνύναι τι τῶν ὑπ’ αὐτό. ὅσοι δὲ ἡγοῦνται ἐκ δύο ἐπὶ μέρους συλλογιστικῶς τι συνάγεσθαι, ὡς οἱ τοὺς παρὰ τοῖς Στωϊκοῖς λεγομένους ἀμεθόδως περαίνοντας παρεχόμενοι εἰς δεῖξιν τούτου καὶ ἄλλα τινὰ παραδείγματα ἀθροίζοντες, ἢ διαβαλλέτωσαν τὰ ὑπ’ Ἀριστοτέλους εἰρημένα παραδείγματα εἰς ἔλεγχον τοῦ ἀσυλλόγιστον τὴν τοιαύτην συμπλοκὴν δείξαντες αὐτὴν ψευδῆ καὶ λέγοιεν ἄν τι) ἢ ἴστωσαν, ὅτι ἱκανὸν καὶ τὸ ἕν τι παρατεθὲν ἀσυλλόγιστον ἐλέγξαι συζυγίαν, πρὸς τῷ καὶ τὰ παραδείγματα, ἃ παρέχονται, μὴ τοῖς λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα μηδὲ “τῷ ταῦτα εἶναι’’ ἀλλὰ τῷ ἀληθῆ εἶναι ἐπ’ αὐτῶν τὴν καθόλου πρότασιν, παρ’ ἧς ἔχοντες τὸ συμπέρασμα, ἐν τῇ τῶν προτάσεων λήψει παραλιπόντες ἐκείνην, τὴν ἐλάττονα εἰς δύο διαιροῦσιν· πάντες γὰρ οὕτως συνάγουσιν τῶν λεγομένων ὑπ’ αὐτῶν ἀμεθόδως περαίνειν οἱ τὰς δύο [*](1 ἰδίως L 4 δὲ LM 7 Οὐδὲ ἀὰν B (df): ὐδέ γε a (Cm, sed non om. ἄν) οm. om. Ar. (sed add. Cf) 11 ἄν τε ἀμφότεραι ἀποφατικαί om. L 12 ἄν τε aL 13. 14 καταφατική, ἡ δὲ δ’ M) ἐλάττων ἀποφατικὴ aLM 15 ἵππος, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν om. L 17 τὸ γὰρ L μηδὲν Β: ἐν μηδενὶ LM: μὴ a 18 ἀλλὰ post add. Β ante μέσος add. ὁ Β 20 τοῦ aBM: τὸ L 21 αὐτό] τό evan. Β 22 τὰ . . . λεγόμενα L 23 περαίνοντες a 24 τὰ BLM: τῷ a 26 ἡ ἴστωσαν BLM: εἰ δὲ μή, ἔστωσαν a ἐν τι Β (evan. ἑ, sed “ restat) LM: ὄντι a 27 ἐλέγξαι BLM: ἐργάζεσθαι a τῷ aBM: τὸ L 28 τεθειμένοις a 29 “τῷ ταῦτα εἶναι”] An. pr. I 1 p. 24b 20 αὐτῶν a: αὐτῷ BLM 30 ᾗ a 31 συλλήψει aLM παραλείποντες aLM ἐκείνων Β διαιροῦσαν LM 32 οὐτῶ M)
Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς, ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, ὅτι ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν, εἴπομεν.
Ἔδειξεν, ὅτι ἐν τοῖς ἐπὶ μέρους συλλογισμοῖς δύο δὲ ἦσαν οὗτοι) τὴν μὲν μείζονα δεῖ καθόλου εἶναι ἢ καταφατικήν, ἐφ’ οὗ καταφατικὸν ἦν τὸ συμπέρασμα, ἢ ἀποφατικήν, ἐφ’ οὗ ἀποφατικόν τὴν δὲ ἐλάττονα καταφατκὴν ἐπὶ μέρους ἐν ἀμφοτέροις τοῖς συλλογισμοῖς.
Δῆλον δὲ καὶ ὅτι πάντες οἱ ἐν αὐτῷ συλλογισμοὶ τέλειοί εἐσιν.
Ὡρίσατο τὸν τέλειον συλλογισμὸν “τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον’’. φησὶ δὲ πάντας τοὺς ἐν τούτῳ τῷ σχήματι δεδειγμένους συλλογισμοὺς τελείους εἶναι, ἐπειδὴ πάντες ἐπιτελοῦνται διὰ τῶν ἐξ ἀρχῆς εἰλημμένων τε καὶ κειμένων καὶ οὐδενὸς ἄλλου προσδέονται. ἔστι δὲ τὰ ἐξ ἀρχῆς λαμβανόμενα, δι’ ὧν τὸ ἐν αὐτοῖς ἀναγκαῖον φανερόν ἐστιν, τό τε κατὰ παντὸς ἴσον ὂν τῷ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ ἐν μηδενί.
Καὶ ὅτι πάντα τὰ προβλήματα δείκνυται διὰ τούτου τοῦ σχήματος.
Διὰ ταῦτα μάλιστα πρῶτον τοῦτο τὸ σχῆμα. διὸ καὶ αὐτὸς ταῦτα προειπὼν ἐπήνεγκε καλῶ δὲ τὸ τοιοῦτον σχῆμα πρῶτον, ὡς ἀποδεδωκὼς τὰς αἰτίας τοῦ τοῦτο εὐλόγως καλεῖν πρῶτον.
Αὐτὸς μὲν οὖν τούτους τοὺς ἐκκειμένους συλλογισμοὺς τέσσαρας ἔδειξε 35 προηγουμένως ἐν τῷ πρώτῳ σχήματι γινομένους. Θεόφραστος δὲ προστίθησιν ἄλλους πέντε τοῖς τέσσαρσι τούτοις οὐκέτι τελείους οὐδ’ ἀναποδείκτους ὄντας, ὧν μνημονεύσει καὶ ὁ Ἀριστοτέλης, τῶν μὲν ἐν τούτῳ τῷ βιβλίῳ [*](2 καὶ τἆλλα aBL: κατ᾿ ἄλλα Μ δ᾿ L 6 ὅτι om. a 7 οὕτως om. a 8 ἐν BLM: ἐπὶ a οὗτοι ἤσαν aLM 9 δεῖ scripsi: δεῖν libri 10 ἡ ἀποφατικήν, ἐφ’ οὗ ἀποφατικόν om. L δ’ M 12. 13 textus verba in L 14 τὸν scripsi ex Ar. (An. pr. I 1 p. 23): τοῦ libri 16 τούτῳ post σχήματι transponit L δεδειγμένους post τούτῳ transponit a 17 τε καὶ κειμένων om. aLM 18 εἰλημμένα M 19 φανερὸν ἀναγκαῖον L 20 τὸ aBM: τῷ L ἐν om. L 21 δείκνυται Ar.: δείκνυνται aB 23 post ταῦτα alterum add. πάντα aLM 24 καλῶ . . . πρῶτον lemma in L 25 post τοῦτο add. αὐτὸν LM 26 οὖν om. a τοὺς om. L ἐγκειμένους a 27. 28 προτίθησιν L 28 τέτταρσι L τούτους aM 29 μνημονεύει aLM ὁ om. a)