Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Φυσιογνωμονεῖν δεῖ καὶ κατὰ μέρη καὶ μέλη ἕκαστα καὶ χροιὰν ἑκάστην καὶ κινήσεις καὶ πνεύματα καὶ φωνὰς καὶ ὅσα ἄλλα ἐστὶ μετὰ τούτων. χρὴ δὲ εἰδέναι, ὡς ἀφʼ ἑνὸς σημείου καθʼ αὐτὸ καὶ ἀπὸ δύο οὐ χρὴ βεβαίως δοκεῖν ἀποφαίνεσθαι, ἀλλʼ ἀπὸ πλειό- νων καὶ μειζόνων τῶν ἀλλήλοις ὁμολογούντων [πάν- των], πάντα δὲ τὰ ἄλλα σημεῖα πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἀνακρίνεσθαι. ταῦτα γὰρ ἐπικρατεῖ· εἰ γὰρ τὰ ἐκτὸς τούτοις ὁμολογοίη, ἀψευδὴς ἔσται ἡ φυσιο- γνωμονία. τῶν δὲ ἄλλων σημείων δυνατώτερα μὲν τὰ πλησίον τῶν ὀφθαλμῶν, οἷον μέτωπον, ῥίς, στόμα, παρειαί, κεφαλή· δεύτερα δὲ τὰ ἀμφὶ τράχηλον καὶ στέρνα, τρίτα δὲ τὰ ἀμφὶ ὤμους καὶ χεῖρας καὶ σκέλη καὶ πόδας, ὕστατα δὲ τὰ περὶ γαστέρα. μεγίστη δὲ εἰς ἐπίκρισιν ἡ παντὸς τοῦ ἀνθρώπου ἐπι- πρέπεια ἐπὶ πᾶσι τούτοις φανταζομένη, ἥν ἐπὶ πᾶσι [*](1. ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ om. S V 2. ΦΥΣΙΟ- ΓΝΩΜΟΝΙΚΩΝ Β ] φυσιογνωμονικῶν β ον M φυσιογνωμονία δευτέρα S V 3. dυσιογνωμονεῖν δεῖ ] Δεῖ φυσιογνωμονεῖν 7. ἀλλʼ] ἀλλὰ Pa 8. τῶν] τινῶν? πάντων delendum videtur 9. πάντα δὲ τὰ ἄλλα scripsi e V τὰ δὲ τὰ ἄλλα M τὰ δὲ ἄλλα S Pa 14. παρειαί ] παρειά S 15. δὲ inser. Pa 17. μεγίστη] μέγιστα Pa μέγιστον Ba 18. verba ἣν — 349, 1 ἐφορᾶν labem contraxerunt, quae καὶ voce ante πάντων inserta et ἐφορᾶν in ἔφορον εἶναι mutata nondum sanata videtur )

349
σφραγῖδα πάντων χρὴ ἐφορᾶν. τοῦτο δὲ λόγον μὲν οὐκ ἔχει ἐφʼ ἑαυτοῦ, ἀλλὰ τὰ καθʼ ἕκαστα σημεῖα, τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ ἄλλα ὁμοῦ συντίθησι τὸ πᾶν εἶδος τοῦ ἀνθρώπου. πάντων γὰρ ἀθροισθέντων ἤδη τὸ πιστὸν φαίνεται.

Τὰ δὲ μέγιστα τῆς διακρίσεως τῆς ἐπιπρεπείας καὶ φανερώτατα τὸ τῷ ἄρρενι ἐοικὸς ἢ τῷ θήλει καὶ τῶν ζώων τῶν ἄλλων. ἕκαστα γὰρ ἤθη τῶν θηρίων ἑκάστου καταφανῆ ἐστι τοῖς εἴδεσιν ἤθεσι τοῖς ἐκείνοις † ἕκαστα ἐοικότα, οἷον λέοντος ἦθος θυμικὸν καὶ ἄλκι- μον καὶ τὸ εἶδος τοιοῦτον, παρδάλεως δὲ 〈ἦθος〉 ἁβρὸν καὶ ὀργίλον καὶ λοχητικὸν καὶ ἐπίβουλον, δειλὸν ἅμα καὶ θρασί, καὶ ἡ μορφὴ τούτοις ἔοικεν· ἄρκος δὲ ὠμόφρων, δολία, σκαιά. καὶ τοῖς ἄλλοις δὲ ζώοις κατὰ τὰ αὐτὰ ἐπιφαίνεται τὸ οἰκεῖον ἦθος· συὶ ἀγρίῳ ὀργὴ ἀπρονόητος, βοὶ σεμνότης, ἀκακία, ἵππῳ μεγαλαυχία, φιλοτιμία, ἀλώπεκι τὸ δολερὸν καὶ ἐπίβουλον, πιθήκῳ τὸ βωμολοχικὸν καὶ εἰρωνικόν, προβάτῳ τὸ εὔηθες, τράγῳ τὸ μάργον, ὑὶ τὸ μιαρὸν καὶ γαστρίμαργον, καὶ τῶν ἄλλων ὁμοίως ἑρπετῶν τε καὶ πετεινῶν τὰ εἴδη [*](1. σφραγῖδα — 2 ἑαυτοῦ, ἀλλὰ om. S 2. ἐφʼ] αὐτὸ ἐφʼ? καθʼ ἕκαστα] καθέκαστα M V 6. ante τῆς ἐπιπρεπείας fortasse excidit praepositio velut ἔξω, post φανερώτατα verbum quale παρέχεται 7. ἄρρενι] ἄρσενι V S τὸ ἄρρεν τῷ ἄρρενι ἐοικὸς καὶ τὸ θῆλυ τῷ θήλει καὶ ἐπὶ τῶν ζώων Ba ἢ om. Pa 8. post ἄλλων non solum dativus τινὶ, sed etiam plura excidisse videntur 9. verba ἤθεσι — 10 ἕκαστα labem con- traxerunt, quae cum Schneidero ἤθεσι et ἕκαστα vocibus de- letis et ἐκείνοις in ἐκείνων mutato nondum sanata videtur. fortasse verba omnia delenda sunt τοῖς ἐκείνοις] τοῖς ἐκεί- νων vel τοῖς οἰκείοις “Sylb. 10. θυμικὸν Ba et Ro” θυμία x 11. 〈ἦθος〉 inserui 13. ἄρκος scripsi e x, ut § 42 ἄρκτος Pa 15. ἦθος scripsi κέρδος x εἶδος Sylb. fortasse etiam οἷον ante συὶ excidit )

350
τοῖς ἤθεσιν ἔοικεν. εἰ τοίνυν ἄνθρωπος μέρος τι ἢ μέλος θηρίῳ ἢ ὄρνιθι ἐοικότα ἔχει, ἀπὸ τούτων χρὴ αὐτὸν φυσιογνωμονεῖσθαι. χαροποὺς καὶ κοίλους με- τρίως ὀφθαλμοὺς εἴπερ ἴδοις, λέοντος μέμνησο· εἰ πάνυ κοῖλοι, κακοήθεις εἰσί, καὶ πίθηκον ἐννόει· εἰ ἐπίπεδοί εἰσι, βοῶν ὀφθαλμοὺς τοιούτους λέγε· εἰ προπαλεῖς εἶεν ὀφθαλμοί, ἀνοήτου καὶ ὑβριστοῦ, ὥσπερ ὔνου. βελτίω δὲ τὰ ἄρρενα τῶν θηλειῶν· ὡς γὰρ ἐπιπλεῖστον τὸ μὲν ἄρρεν γενναῖον, ἄδολον, δίκαιον, θυμοειδές, φιλότιμον, ἄκακον· τὸ δὲ θῆλυ ἀγεννές, πικρόν, δο- λερόν, κουφόνουν, ἄδικον, φιλόνεικον, θρασύδειλον· τὸ θῆλυ ὡς ἐπὶ τὸ πολὺ ἔχει τοῦ ἄρρενος κεφαλὴν μικροτέραν, σῶμα ἔλαττον, τρίχας μαλακωτέρας μελαν- τέρας, πρόσωπον στενώτερον, ὀφθαλμοὺς στίλβοντας καὶ μαρμαρύσσοντας, τράχηλον λεπτότερον, στήθη ἀσθε- νέστερα, ἄπλευρον, ἰσχία καὶ μηροὺς περισαρκότερα, λεπτοκνημότερον, γονύκροτον, χειρῶν καὶ ποδῶν ἄκρα κομψότερα, τὴν πᾶσαν ὄψιν τοῦ σώματος μαλακωτέραν, ἁμαλωτέραν, ἁβροτέραν, σαρκὶ ὑγρᾷ κεχρημένην, ἀναρ- [*](2. ἐοικότα scripsi e V ἐοικός τι M ἐοικός S Pa ἔχει] ἔχειν M 6. προπαλεῖς] num προπαγεῖς, ut V praebet, vel προπετεῖς, ut Ba et Vulcan. (cf. p. 326, 3; 373, 5)? 8. θη- λειῶν scripsi e V θηλειῶν γ ἐπιπλεῖστον] ἐπὶ πλεῖστον M 9. ἄδολον Ba ἄδειλον x num ἀνδρεῖον? cf. Pseudarist. phγs. 5 p. 46, 3 et 48, 12 11. φιλόνεικον] φιλόνικον Pa θρασύδειλον] θρασύδειλον V 12. ἐπὶ τὸ πολὺ| ἐπιτοπολὺ V 13. μελαντέρας om. Pa 15. καὶ inser. Pa 16. ἄπλευρον scripsi e x ἄπλευρα Pa περισαρκότερα Sylb. σαρκότερα x σαρκοδέστερα Ba περισαρκότερον? 17. λεπτοκνημότερον scripsi e M V λεπτοκνημότερα S Pa γονύκροτον Sylb. γόνυ ἄκρον M γόνυ ἄκρον S γόνυ ἁβρὸν V γόνυ μακρὸν? Vulcan. 19. ἁμαλωτέραν scripsi ἀμαλεστέραν M ἀμελεστέραν S Pa ἀμαλεστέραν V ὀμαλεστέραν εὐμελεστέραν Sylb. )
351
θροτέραν τε καὶ λεπτονευροτέραν , φωνὴν ἰσχνοτέραν, τὸ βάδισμα μικρότερον καὶ πυκνότερον, τὰ μέλη καμ- πτόμενα μᾶλλον, ἡ κίνησις ὑγροτέρα. τὸ δὲ ἄρρεν τὰ ἐναντία τούτων φέρεται. τοίνυν τῶν θηρίων πάντων ὁ λέων ἐπιπλεῖστον τοῦ ἄρρενος εἴδους ἐστὶ μετέχων, ἡ δὲ πάρδαλις θηλυμορφότατον, τῶν δὲ ὀρνίθων ἀετὸς ἀρρενωπότατον, πέρδιξ δὲ θηλυμορφότατον, τῶν γε μὴν ἑρπετῶν ὁ μὲν δράκων ἀρρενικώτατον, ἡ δὲ ἔχιδνα θηλυμορφότατον.

Εὐνούχοις τοῖς ἐκ φύσεως κακίω σημεῖά ἐστιν ἢ τοῖς ἄλλοις ἀνθρώποις, καὶ ὡς τὸ πολύ εἰσιν ὡμό- [*](Adam 1. λεπτονευροτέραν Sylb. λεπτὸν εὐρυτέραν x λε- πτοτέραν C (in marg. γρ΄ λεπτὸν εὐρυτέραν) λεπτῶν εὐρυτέραν Pa 3. ἄρρεν] ἄρσεν S V 6. θηλυμορφότατον scripsi ex y θηλυμορφάώτατον V θηλυμορφοτάτη Pa ἀετὸς scripsi e V ἀετοὶ y 7 ἀρρενωπότατον scripsi ἀρρενωπόν x ἀρρενωποί Pa θηλυμορφότατον scripsi e S θηλύμορφον M V θηλύ- μορφος Pa 8. ἀρρενικώτατον scripsi ἀρρενικώτατος M ἀρ- σενικάώτερος S ἀρρενικώτερος V ἀρρενικότατος Pa 9. θηλυ- μορφότατον scripsi θηλύμορφον x θηλύμορφος Pa 10. ante Εὐνούχοις titulus περὶ τῶν ἐκ γενετῆς εὐνούχων in x cf. ad hoc caput Ras. phγs. c. LVII )

352
φρονες, δολεροί, κακοῦργοι, ἕτεροι δὲ ἑτέρων μᾶλλον. τῶν δὲ τομιῶν εὐνούχων ἔνια μεταβάλλει ἄμα τῇ τομῇ σημεῖα, 〈τὸ〉 δὲ πλεῖον τῆς συγγενοῦς φύσεως ἐμμένει.