Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Ὀφθαλμοὶ σκαρδαμύττοντες δειλίας κατήγοροι· εἰ δὲ καὶ ξηροὶ εἶεν, ἐπιβουλεύουσί τινι ἢ δόλον κρύ- [*](Adam. 2. μὲν ὄντες scripsi μένοντες x 5. δηλοῦσιν] δηλοῦσι V 6. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν σκαρδα- μυττόντων καὶ ἀσκαρδαμύκτων in X )

344
πτουσιν ἢ κακόν τι λαθραῖον ἀρτύουσιν. οἱ δὲ αὐτοὶ οὗτοι διάστροφοι ἢ ὕπωχροι ὄντες μωρίαν μαρτυροῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν δεδορκότες κακόν τι ἐοίκασι μηχανᾶσθαι. πρᾶοι δὲ ἑστῶτες ἢ καὶ νοτίδος ἐνούσης φροντιστάς, φιλομαθεῖς, ἥμερα ἤθη κεκτη- μένους, ἐρωτικοὺς δηλοῦσιν. εἰ δὲ ἀσκαρδάμυκτοι ὄντες χροὶ ἢ φοινικοῖ φαίνονται ἅμα ξηρότητι, ἄτην [*](Adam. 4. ἢ videtur delendum )
345
καὶ μνήμην κακῶν καὶ μῆνιν καὶ φθόνου προσβολὴν ἢ ἄλλην δή τινα δαιμονίαν κακότητα ἐμφαίνουσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν ἑαυτοῖς περιδινοῖντο, μανίᾳ κρατερᾷ συνέχονται.

Κύστις ὀφθαλμοῖς κάτωθεν προσκειμένη οἰνό- φλυγας, ἄνω δέ, ὑπνηλούς, ἄμφω δὲ οὖσαι καὶ ἀμ- φότερα σημαίνουσιν.

[*](Adam. 1. κακῶν scripsi σκαιῶν x σκαιὰν Ro μνησι- κακίαν Franz et Schneider, fortasse recte προσβολὴν] προβολὴν Pa 3. ἑαυτοῖς scrips e V αὑτοῖς S αὐτοῖς M μανίᾳ κρατερᾷ] μανία κρατερὰ M 5. ante Κύστις titulus περὶ τῶν ἐν ὀφθαλμοῖς κύστεων in x ὀφθαλμοῖς — προσ- κειμένη] ὀφθαλμῶν — προκειμένη? 6. ἄνω] ἄνωθεν? καὶ inserui e V )
346

Οἱ ὀξεῖς ὀφθαλμοὶ ταραχώδεις ἄρπαγες· οἱ δὲ ἰλλώπτοντες καὶ τὰ βλέφαρα ἐπιβάλλοντες ἀν- δρόγυνοι. οἱ δὲ τὸ ἕτερον τῶν βλεφάρων ἐπιβάλ- λοντες καὶ ἀνατρεπόμενοι ἄμα ὑγρότητι πράως τε καὶ μαλθακῶς βλέποντες ἁβρυνταί, καλλωπισταί, μοιχικοί. ἔνιοι δὲ τὰ μέσα τῶν βλεφάρων καθέλκουσι, τὰ δὲ [*](Adam. 1. ante Οἱ titulus περὶ ὀφθαλμῶν ὀξέων in x 2. 〈 δὲ〉 inserui ἰλλώπτοντες Pa ἰλλώττοντες xx καὶ τὰ βλέ- φαρα ἐπιβάλλοντες inserui e V 6. δὲ (alt.)] δʼ V )

347
ἑκατέρωθεν ἀνασπῶσι καὶ ἅμα ἰλλώπτουσιν· οὕς καὶ αὐτοὺς μοιχικοὺς λέγων οὐκ ἂν ἁμάρτοις· ὁμοίως καὶ τοὺς τὰ μέσα τῶν βλεφάρων ἀνασπῶντας, τὰ δὲ ἑκα- τέρωθεν συγκλείοντας.

[*](Adam. 1. ἰλλώπτουσιν Pa ἰλλώττουσιν x 2. ἁμάρτοις scripsi e V cum Henrych. ἁμάρτῃς y καὶ ] δὲ καὶ Pa μέσα] μέσα μὲν Pa )