Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

πόσοις γε μὴν γυναικεῖον εἶδος ἐπιπρέπει ἔν τε τοῖς ὀφθαλμοῖς καὶ τοῖς ἄλλοις, τὰ μὲν εἰς ἡδυπά- θειαν καὶ ἀφροδίτην εἰσὶ γυναικεῖοι, τολμηροὶ δὲ καὶ ἀναιδεῖς καὶ πανουργίαις καὶ ἀπάταις καὶ ἀπιστίαις χαίροντες· καὶ γὰρ ταῦτα γυναικεῖα. ὅσοι δὲ νέοι ὄντες εἶδος ἔχουσι γηραιόν, οὗτοι δειλοὶ καὶ δύσκολοι καὶ ὕποπτοι καὶ φειδωλοὶ καὶ εὐλαβεῖς καὶ εὔβουλοι καὶ

ὅσα ἄλλα ἀγαθὰ ἢ κακὰ τῷ γήρᾳ πρόσεστιν, ἔχουσιν. ὅσοι δὲ αὖ εἰς γῆρας εἴδη διαφυλάττουσι παιδικά, οὗτοί εἰσι φιλοπαῖκται φιλογέλωτες κακῶν ἀπαθεῖς ἁπλοῖ καὶ συνελόντα εἰπεῖν κατὰ τὸ εἶδος ὅ τι κέκτηνται. γίνεται δὲ ἐν ἀνθρώποις 〈καὶ〉 εἴδη ὀρνιθοειδῆ τε καὶ θηριοειδῆ, οὐ παντελῶς, ἀλλὰ τρόποις ἐξεικασμένα τοῦ [*](Adam. 1. ἐπιπρέπει correxi e Po ἐπιτρέχει x 7, ὕπ- οπτοι] ,,rectius ὑπόπται· Sylb. at cf. II § 42 ὕποπτον 8. γήρᾳ Sylb. e S γήρα M V γήρατι F 10. ἀπαθεῖς scripsi ἀμα- θεῖς x 11. ὅ τι scripsi οὗ x 12. 〈καὶ〉 inserui ὀρνι- θοειδῆ τε καὶ θηριοειδῆ] ,,forsan rectius ὀρνιθώδη τε καὶ θη- ριώδη- Sylb. at cf. p. 305, 1 θηριοειδοῦς et θυμοειδεῖς frequens )

305
μὲν πλέον, τοῦ δὲ ἔλασσον τοῦ θηριοειδοῦς ἔχοντος. εἰς ὅ τι οὖν τοῦ θηρίου ἡ μορφὴ τοῦ ἀνθρώπου φέρει καὶ εἰς ὅσον, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν αὐτόν. καὶ εἰ πολλῶν δὲ θηρίων συντρέχοιεν εἰς τὸν αὐτὸν ἄνθρωπον τύποι, ἀπὸ πάντων τούτων χρὴ φυσιογνω- μονεῖν αὐτόν· ὅσα γὰρ εἴδη οἱ ἄνθρωποι, τοσαῦτα καὶ ἤθη κέκτηνται. σημεῖά τέ ἐστι παντὶ τῷ τοῦ ἀνθρώ- που σώματι, καὶ φωνὴ δὲ καὶ πνεῦμα καὶ χρόα εἰς τὸ φυσιογνωμονεῖν συντελεῖ· τὰ δὲ πολλὰ τῶν σημείων καὶ τὰ σύνολα τοῖς ὀφθαλμοῖς ἐνίδρυται, καὶ ὥσπερ διὰ πυλῶν, τούτων ἡ ψυχὴ διαφαίνεται. δεῖ δὲ ἀκρι- βῶς τε καὶ λεπτῶς ὁρᾶν τε καὶ καταμετρεῖν τὰ ὄντα ἐν αὐτοῖς σημεῖα· μικρὰ γὰρ ὄντα μεγάλας ἔχει τὰς διαφοράς. χρὴ μέντοι μὴ προλέγειν τοῦτον ὃν μέλλεις φυσιογνωμονεῖν, ἵνα μὴ κατασκευάσῃ ἑαυτὸν μετα- σχηματίζων καὶ ταράξῃ τὰ σημεῖα.

Ὀφθαλμοὶ ὑγροὶ λάμποντες ὡς λιβάδες ἤθη χρηστὰ φαίνουσι· παίδων 〈γὰρ〉 ὀφθαλμοὶ τοιοῦτοι. [*](Adam. 1. ἔλασσον] ἔλαττον Μ 2. ὅ τι οὖν] ὁτιοῦν S τοῦ θηρίου] τῶν θηρίων? 3. καὶ om. Μ ὅσον| ὅσοι V τέ] δέ Schneider, recte ut videtur τοῦ om. M 12. καὶ om. V ὁρᾶν] φωρᾶν? 14. μέντοι] δὲ M μὴ om. S 15. φυσιογνωμονεῖν] φυσιογνομονεῖν V ἑαυτὸν scripsi cum Struvio opusc. II, 185 τοῦτον Χ, quod Schneider delet 16. ταράξῃ] καταράξη S V 17. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν in x Ὀφθαλμοὶ — 18 φαίνουσι] cf. anonym. cod. Bodl. Clark. 11 fol. 77 ὀφθαλμοὶ γάρ, φησιν ὁ Πολέμων, ὑγροὶ λάμποντες ὡς λιβάδες ἤθη χρηστὰ ἐκφαίνουσιν (Cramer Anecd. 0x. IV, 255. cf. de Pol. phys. p. 1 et Prolegomena) 18. 〈γὰρ〉 inserui )

36
εὐρύτης κορῶν ἠλίθιον , μικρότης δὲ κακομηχανίαν κατηγορεῖ, ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζώοις ὄφεις μὲν καὶ ἰχνεύμονες πίθηκοί 〈τε〉 καὶ ἀλώπεκες καὶ ὅσα ἄλλα κακομήχανα λεπτὸν δέδορκε, πρόβατα δὲ καὶ βόες καὶ ὅσα εὐήθη πλατὺ δέδορκεν. ὅσα δὲ φρενῶν εὖ ἔχει, τούτων αἱ κόραι κατὰ λόγον τῶν ὀφθαλμῶν εἰσιν. ὅσοι δὲ ἀνίσους τοὺς τροχοὺς τῶν κορῶν ἔχουσιν, ἀθέμιτοι, οἱ δὲ ἴσους ἔχοντες φίλοι δίκης. καὶ οἱ περιδεδινημένους ταῖς κόραις τοὺς κύκλους ἔχοντες [*](Adam. 1. ἠλίθιον aut in ἠλιθιότητα mutandum aut δηλοῖ inserendum est μικρότης| μακρότης Schneider 3. 〈τε〉 inserui e Po 4. δέδορκε scripsi εκδέδορκε x)
307
καθάπερ ἐλαυνομένους ἀθέμιτοι. εἰ δὲ 〈πρὸς〉 τὸ ση- μεῖον τοῦτο ἐφίζοιτο αὐτῶν τῷ μετώπῳ οἷον νέφη χλωρὰ ἢ κυανᾶ ἢ ἑτερόχροα ἢ ἀχλυώδη ὑπὲρ τῶν ὐφρύων φανταζόμενα, τούτων εἰς τὰ οἰκεῖα δαίμων κατασκήψας παντοίαις ἄταις αὐτοὺς ἐλαύνει. εἰ δὲ τὰ μὲν νέφη μὴ ἐφίζοιτο ταῖς ὀφρύσιν, οἱ δὲ κύκλοι τὰς κόρας περιθέοιεν, δεῖ ἐπισκέψασθαι, εἰ κατὰ τὸ αὐτὸ ἀεὶ περιθέουσιν, ὅπερ ἐστὶ δεῖγμα τοῦ ἀθέμιτα αὐτοὺς ἐργάζεσθαι, ἤ τινας φόνους συγγενῶν ἢ μίξεις ἢ βρώ- [*](Adam. 1. 〈πρὸς〉 inserui cum Ba cf. I § 19 p. 340, 1 πρὸς τὸ συγκλείεσθαι et II § 61 πρὸς ἄλλο πρὸς τῷ σημείῳ τούτῳ Schneider 2. αὐτῶν Pa αὐτοῦ x νέφη Pa νεφέλη x 4. φανταζόμενα] φαντασόμενα M τούτων Ba τοῦτον M V τοῦτο Pa δαίμων] δαίμονα M V 7. κόρας] κοραίας M κεραίας V 8. αὐτοὺς Pa αὐτὸν x )
308
σεις ἀθεμίτους καὶ Θυεστείους . . εἰ δὲ ἐν τῇ κινήσει οἱ κύκλοι ἀναστρέφονται καὶ μεταξὺ στάσιν τινὰ ἢ κίνησιν λαμβάνουσι, τούτοις δέδραται μὲν οὐδέν, καταθύμια δέ ἐστιν αὐτοῖς ἔργα ἀθέμιτα, καί ποτε μὲν ὀρέγονται τοῦ ποιῆσαι, ἄλλοτε δὲ ὑπὸ φόβου ἢ ὄκνου κωλύονται.

Πεπηγότες ὀφθαλμοὶ πάντες ἄτοποι· οἱ μὲν γὰρ ὑγρότεροι δειλούς, οἱ δὲ ξηρότεροι μάργους, οἱ δὲ ὠχρότεροι ἐμβροντήτους σημαίνουσιν. ὅσοι δὲ καὶ τὰς ὀφρῦς ἐπαίρουσι καὶ τὸ πνεῦμα ἀνασπῶσι, δύσβουλοι, [*](Adam. 1. laeunam indicavi 3. λαμβάνουσι] λαμβάνει V δέδραται scripsi δρᾶται x 5. ὑπὸ scripsi ἀπὸ x 7. ante Πεπηγότες titulus περὶ ὀφθαλμῶν ἑστηκότων in M V, περὶ ὀφθαλμῶν πεπηγότων in S 10. ἐπαίρουσι scripsi ἐγείρουσι x )

309
ὠμόφρονες, κακοφραδέες, [κενεόφρονες,] παλίγκοτοι. ὀφθαλμοὶ ἑστηκότες ὑπέρυθροι μεγάλοι γαστριμαργίας καὶ λαγνείας μάρτυρες. ἐὰν δὲ τῶν τοιούτων καὶ τὰ κάτω τῶν ὀφθαλμῶν ἀποσχίζοιτο, ταῦτά τε κατηγορεῖ καὶ ἀναίδειαν, ἀδικίαν, ἀπληστίαν, ἀμηχανίαν. ὀφθαλ- μοὶ μικροὶ ἑστῶτες φαίνουσι φιλοχρήματον καὶ πάν- τοθεν κέρδη περινοοῦντα. εἰ δὲ καὶ τὸ μέτωπον ἅμα ταῖς ὀφρύσι σπῴη εἰς τὸ μέσον, κερδαλεώτερός ἐστιν ὁ ἀνήρ. εἰ δὲ καὶ τὸ πᾶν σῶμα ἄμα τοῖς σημείοις τούτοις καθέλκοιτο, πρόσεστι καὶ τὸ ὀργίλον αὐτὸν [*](Adam. 1. κενεόφρονες, ut lectio varia antecedentis κακο- φραδέες, delendum videtur 3. δὲ] δὲ καὶ y 4. ἀποσχίζοιτο scripsi ἀποσχίζοιντο x ἀποσχίζωνται Henrych. ταῦτά] τὰ αὐτά? τε inserui e M V cf. phys. lat. § 22 cum libidine iniquitatem 7. περινοοῦντα scripsi e V περιπονοῦντα περι- ποιοῦντα SPa 10. πρόσεστι] προσέσται? cf. p. 343, 3 )
310
εἶναι καὶ βοητήν. γλαυκοὺς ὀφθαλμοὺς πεπηγότας ἀλαμπεῖς ἔχοντι μήποτε φιλίαν συνάψῃς μηδὲ γείτονα σχεῖν ἢ συνοδίτην εὔξῃ· δολερὸς γὰρ οὗτος καὶ εἰς τὰ δεινὰ ἀγρυπνῶν ἐπὶ συμφοραῖς ἑταίρων. ὀφθαλμοὶ ἑστῶτες μικροὶ ὑγροί, μέτωπον ἀνειμένον, βλέφαρα κινούμενα δεικνύουσιν ἄνδρα φροντιστήν, φιλολόγον, φιλομαθῆ. τοῦτο μόνον πεπηγότων ὀφθαλμῶν σχῆμα βέλτιστον.

Ὀφθαλμοὶ κινούμενοι ταχέως ταραχώδη, ὑπο- νοητήν, ἄπιστον, μελλητὴν μᾶλλον ἢ δραστήριον δη- λοῦσι. καὶ οἱ μὲν μετὰ τῶν ὀφθαλμῶν κινοῦντες τὰ βλέφαρα ἐπιπλεῖστον 〈δειλοὶ〉 καὶ ἀνάλκιδές εἰσι τὴν [*](Adam. 1. βοητήν] βίαιον Henrych. 2. μηδὲ] μὴ δὲ 4. ἑταίρων scripsi e M V ἑταιρων P ἑτέρων H APa 9. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν κινουμένων in x ταχέως ταραχώδη] ταχύ, ὡς ταραχώδεις Henrvch. 10 μελλητὴν Sylb. μελητὴν x 12. ἐπιπλεῖστον| ἐπὶ πλεῖστον 〈δειλοὶ〉 in- serui cf. phys. lat. § 23 timidi ac sine virtute sunt et p. 313, 6 )

311
ψυχήν, οἱ δὲ τοὺς μὲν ὀφθαλμοὺς ταχὺ κινοῦντες, τὰ δὲ βλέφαρα οὐχ ὁμοίως θαρσαλέοι οὗτοί εἰσι καὶ τολ- μητίαι ἐν τοῖς δεινοῖς. οἱ δὲ βραδυκίνητοι νωθεῖς, ἀργοί , δυσαίσθητοι , χαλεπῶς ἀρχόμενοι , δυσκατά- παυστοι. τὸ δὲ μέσον τῆς κινήσεως μέσα πάντων ὧν εἶπον σημαίνει. ὀφθαλμοὶ πάντη περιθέοντες ἀχλυώ- δεις μαργοσύνης κατήγοροι. ὀφθαλμοῖς μεγάλοις τρέ- μουσιν ἀποπληξίαν καὶ μαργοσύνην καὶ γαστριμαργίαν καὶ οἰνοφλυγίαν καὶ λαγνείαν τεκμαίρου. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι γλαυκοὶ ἀναιδεῖς, ἄπιστοι, ἄδικοι, τὰ ἀλλότρια πράσσοντες κακά , ζῶντες ἀπὸ συμφορῶν. [*](Adam. 2. οὗτοί εἰσι καὶ scripsi οὔτοι· εἰσὶ δὲ x 3. οἱ Ba et Ro εἰ x 5. πάντων] πάντως V 7. ὀφθαλμοῖς με- γάλοις τρέμουσιν - 9 τεκμαίρου scripsi e ὀφθαλμοὶ μεγάλοι εἰ τρέμουσι - τεκμαίρονται Pa 9. λαγνείαν scripsi ἀργίαν x 11. συμφορῶν| συμφορῶν ἑτέρων ? cf. phys. lat. § 23 aluntur autem malis alienis )
312
ὀφθαλμοὶ μικροὶ ὑπότρομοι χαροποὶ ἢ μέλανες τὰ αὐτὰ σημαίνουσι, παρόσον οἱ μὲν χαροποὶ ἐμπληκτότεροι καὶ ἀβουλότεροι, οἱ δὲ μέλανες δυσοργητότεροι καὶ ἀν- αίσχυντοι. ὀφθαλμοὶ κλυζόμενοι κυμαίνοντες ἐν αὐτοῖς εἰς ἀφροδίσια καὶ εὐπάθειαν ἐπτόηνται, οὔτε δὲ ἄδικοι οὔτε κακοῦργοι οὕτε φύσεως φαύλης οὔτε ἄμουσοι.

Ὁπότε γλαυκοὶ ὔντες μικρὰς τὰς κόρας ἔχουσιν οἱ ὀφθαλμοί, ἀνελεύθεροι καὶ πανοῦργοι καὶ φιλοχρή- ματοι μᾶλλον ἢ ἄλλοι εὑρίσκονται. γλαυκοὶ ὀφθαλμοὶ ξηρότεροι ἄγρια καὶ ἄνομα ἤθη τίκτουσι· χολῇ γὰρ [*](Adam. 1. χαροποὶ| χαροποιοὶ M 2. χαροποὶ] χαροποιοὶ M 4. αὑτοῖς] αὐτοῖς M 7. ante Ὁπότε titulus περὶ ὀφθαλμῶν γλαυκῶν in x μικρὰς τάς scripsi μικροτάτας x 10. ἄνομα Ro ἀνώμαλα x τίκτουσι scripsi e x κατηγοροῦσι Ro )

313
βεβαμμένοι εἰσίν, ἀλλʼ οὐ κυανῇ. οἱ δὲ κυανοῖ ἐπί- παν ὑγρότεροί εἰσι, καί εἰσιν οὗτοι πολὺ κρείσσονες τῶν ἑτέρων. ὅσοι δὲ ὑγροὶ ὄντες εὐσταθεῖς εἰσι καὶ εὐλαμπεῖς καὶ μεγάλοι, ἤθη ἄριστα ὀφθαλμῶν παρ- έχονται, θυμοειδεῖς δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ τὰ γλαυκὰ ἔχοντες ὑπολευκότεροί εἰσιν, ἀνάλκιδες καὶ δειλοὶ πάντων μάλιστά εἰσιν ὧν εἶπον. τὰ δὲ ἄλλα ὡς τοῖς ἄλλοις σημείοις χρῶ καὶ ἐπὶ τούτων. ὀφθαλμοὶ αἰόλοι μᾶλλον γίνονται ἐν τοῖς χαροποῖς ἢ ἐν τοῖς γλαυκοῖς. τέως δὲ περὶ τῶν γλαυκῶν αἰόλων λέγω. ψεκάδες εἰσὶ κυαναῖ περὶ τὰς κόρας κατὰ μέγεθος [*](Adam. 1. ἀλλʼ οὐ κυανῷ del. Schneider κυανῇ scripsi κυανῷ x κυανοῖ ] κυανοὶ M 2. κρείσσονες scripsi e M V κρείττονες Pa 4. εὐλαμπεῖς scripsi e M V ἀλαμπεῖς Pa ἤθη] εἴδη? cf. phys.lat. § 24 optima species glaucorum ὀφθαλμῶν| τῶν ἀνδρῶν? Schneider, at cf. p. 314, 3 sq. 6. τὰ γλαυκὰ] τὴν γλαυκότητα? 9. χαροποῖς| χαροποιοῖς M 11. ψεκάδες scripsi ψηφίδες x ψηφῖδες Henrych. )
314
κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἴσαι ταῖς ἄλλαις· τούτων ἐν στοίχῳ οὐσῶν παραλλήλων ὡς ὅρμος περιθέει τὴν κόρην. οἱ τοιοῦτοι τοίνυν ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα μάλιστα ὀφθαλμῶν κέκτηνται, ἀγχινοίας δὲ καὶ συνέσεως ἱκανῶς αὐτοῖς μέτεστιν, ἄτολμοι δέ εἰσιν. οἷς δὲ αἰόλοι ὀφθαλμοὶ καὶ μικροί εἰσιν, οὗτοι κερδαλεώ- τεροι καὶ δουλοπρεπεῖς καὶ θῶπες τῶν ἐν δυνάμει καὶ φιλοχρήματοι καὶ πράττοντές τι κρύφα χαίρουσι κἂν εἰ μηδὲν εἴη τὸ διάφορον κρύφα ἢ ἐκ τοῦ φανεροῦ εἰπεῖν ἢ ποιῆσαι, κακά τε πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγονται, [*](Adam. 2. στοίχῳ| στίχω V περιθέει H( et Sylb ) παρα- θέει x 5. ἄτολμοι δέ εἰσιν in marg. V οἷς scripsi οἱ x 6. εἰσιν, οὗτοι scripsi οὗτοι εἷεν x 8. καὶ πράττοντές τι κρύφα] ἕτερα λέγοντες καὶ ἕτερα πράττοντες καὶ ἐν τούτοις κρυφῇ Ro καὶ 〈λέγοντές τε〉 καὶ πράττοντες? κἂν scripsi coll. 303, 6 καὶ x 10. κακά τε scripsi καὶ τὰ τε M V καὶ τὰ Pa ἐπὶ κέρδει Sylb. ἐπικερδῆ x ἐπὶ κέρδεῖ Pa )
315
πλὴν ὅσα ὑπὸ δειλίας κωλύονται· ἀνάλκιδες γάρ εἰσι κατὰ τοὺς λαγωούς, οἷς τὸ εἶδός ἐστι τῶν ὀφθαλμῶν ὅμοιον.

Ὀρθὴ στάσις ὀφθαλμῶν ἀρίστη. ὀφθαλμοὶ ἄνω ἐσταλμένοι μαργοσύνης καὶ ἀποπληξίας σημεῖον ἢ νό- σου τῆς ἱερᾶς καλουμένης λαγνείας τε καὶ γαστριμαρ- γίας καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ πρὸς τούτοις τρόμος ἐνείη, οὐ πόρρω ἥκουσιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμόφρονες, φιλόφονοι, μιαιφόνοι, ὑπέρυθροι δὲ μᾶλλον ὄντες καὶ μεγάλοι φιλοπόται, φιλόκυβοι, φιλογύναιοι, [*](Adam. 1. ὅσα] ὅσον Ro et Henrych. 2. λαγωούς, οἷς] λαγωοὺς οἱ τοιοῦτοι ἄνδρες. οἷς δὲ Ro 3. Ὀρθὴ] καὶ ὀρθὴ Ro ὀφθαλμῶν ἀρίστη] ὀφθαλμῶν, ἄριστοι Ro 4. μαργο- σύνης] ματαιοσύνης Ro (et Struvius) 8. φιλόφονοι] φιλό- φρονοι V ἀπάνθρωποι καὶ δειλόφθονοι καὶ Ro μιαιφόνοι] μητροφόνοι? 9. φιλοπόται scripsi γίνονται x γίνονται φιλο- πόται Ro φιλογύναιοι] φιλογύναιοι, φιλόκυνοι Ro )

316
ἄκοσμα φθεγγόμενοι, κεκράκται, μάργοι δὲ μάλιστα. ὸφθαλμοὶ κάτω ἐστραμμένοι 〈ὡς〉 δυόμενοι τὰ αὐτὰ τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περιττότερον δέ, ὅτι ἔγκοτοί εἰσι καὶ μῆνιν ἀγρίαν καὶ ἀμείλικτον ἔχουσιν. ἐὰν δὲ ὁ μὲν τῶν ὀφθαλμῶν ἄνω χωρῇ, ὁ δὲ κάτω καθέλκηται καὶ τρόμος ἐν αὐτοῖς ἐνῇ αἵ τε ὀφρύες σπῶνται καὶ 〈τὸ〉 ἆσθμα τραχὺ καὶ πυκνὸν ἀναφέρηται, οὗτος εἰς τέλος ἐλήλακεν ἐπιληψίας.

Ὀφθαλμοὶ παρατετραμμένοι εἰ μὲν εἰς τὰ δεξιὰ χωροῖεν, μωρίαν, εἰ δὲ εἰς τὰ ἀριστερά, μαχλοσύνην [*](Adam. 1. κεκράκται Sylb. καὶ κράκται V καὶ κράτοι S ἀκράται M ἀκρατεῖς Schneider cf. II § 24 2. 〈ὡς〉 in- serui cf. phys. lat. § 29 tanquam occidentes ὥσπερ Schnei- der δυόμενοι om. S ἢ δεόμενοι Ro 6. ἐνῇ Sylb. εἴη x 7. 〈τὸ〉 inserui 8. εἰς τέλος om. S 9. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν παρατετραμμένων in )

317
κατηγοροῦσιν· εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα νεύοιεν, χάρισι καὶ ἀφροδίτῃ καὶ ἔρωσίν εἰσι φίλοι. ἐὰν δὲ ξηρότεροι ὦσι καὶ ἀναπεπτα- μένοι μὴ ἐνόντος τρόμου, κακοὶ καὶ πονηροί, οὐ μέντοι κεχαρισμένοι χάρισιν ἢ ἔρωσιν, αἰδὼς δὲ σφᾶς προλέ- λοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἐνείη, κακοῦργοι καὶ πάντολμοι.

Οἱ χαροποὶ ὀφθαλμοὶ ἀπὸ τῶν μελάνων χωρί- ζονται τῷ αἰόλῳ· πολλὰ γὰρ αὐτῶν τὰ εἴδη. καὶ οἱ μὲν μέλανες ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ φιλοκερδῆ καὶ [*](Adam. 3. ἔρωσιν| ἔρωτι Pa 5. προλέλοιπε scripsi περι- λέλοιπε x προείληφε Ro 8. ante Οἱ titulus περὶ αἰόλων ὀφθαλμῶν in x μελάνων| μελαίνων M )

318
ἄπιστα δηλοῦσιν, οἱ δὲ χαροποὶ τοιοίδε εἰσίν. ἡ μὲν χροιὰ ἐπιπρέπει αὐτοῖς μέλαινα ὡς ἀπλῶς ἰδεῖν, ἐσα- θροῦντι δὲ κέγχροι ἔνεισιν 〈αἱ μὲν〉 πυρραὶ οὐ σφό- δρα, αἱ δὲ λευκαὶ καὶ ἐπιλευκότεραι, ἄλλαι δὲ ὠχραὶ καὶ ἄλλαι 〈κυαναῖ〉 τοῦ ὠχροῦ τῷ πυρρῷ μεμιγμένου ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱματώδεις κέγχροι ἐν τοῖς μέλασιν. ἄλλοι δὲ κεγχρωτὰ μὲν οὐ φέρουσι τὰ εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν ἔξω ἴτυν μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. [*](Adam. 1. ἡ scripsi secundum HA cum Henrych. εἰ x 2. ἐπιπρέπει] ἐπιτρέπει M fortasse scrib. ἐπιπρεπὴς ἰδεῖν| εἰπεῖν Sylb. et Henrycb. 3. ἔνεισιν αἱ μὲν scripsi ἔνεισι x 4. ἐπιλευκότεραι scripsi ἔτι λευκότεραι 5. 〈κυαναῖ〉 inserui μεμιγμένου scripsi e M V μεμιγμέναι Pa 9. μέλαιναν] μέλαινα M τὴν| καὶ τὴν Ba ταύτῃ Ro ταύτης x πυρράν| πυρράνἔχουσιν? )
319
ἕτεροι δὲ ὑπολευκότερα ἔχουσι τὰ πυρρά. ἐν τοῖς μέλασι τὰ μὴ πάνυ πυρρά, ὁπόσοις πόρρωθεν τὸ μέλαν μόνον ἐπιπρέπει, γενναῖα τὰ ἤθη, συνετά, δίκαια, εὐφυῆ, μεγαλόνοα σημαίνει. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα πάνυ πυρρά, τετράγωνα καὶ μὴ κεγχρωτὰ ἔνι καὶ ὑπολάμπει ἔσω ὥσπερ πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ἴτυες δὲ [*](Adam. 1. πυρρά. ἐν scripsi cum Κ ἐν] καὶ ἐν Ba 2. τὰ] καὶ? Schneider πυρρά, ὁπόσοις scripsi auctore Hoffmanno p. 126 πυρρά. ὁπόσοις x τὸ μέλαν μόνον| μόνον τὸ μέλαν V 3. ἐπιπρέπει] ἐπιτρέπει M 4. μεγαλόνοα scripsi coll. 322, 5 μεγάλα x 5. ἔνι] ἐστι? ἐνίοτε phys. lat. § 27 interdum 6. ὠχροὶ] ὠχροὶ M V ταῖς scripsi τοῖς xx 7. πυρώδεσι scripsi πυρρώδεσι x )
320
αἱματώδεις ἢ κυαναῖ περιθέουσι τὰς κόρας, [ οὗτοι κάκιστοι· ] μεγάλοι δὲ ὀφθαλμοὶ καὶ στίλβοντες κινού- μενοι δεδορκότες, οἷον θυμούμενοι δεδόρκασιν ἄνθρω- ποι, καὶ τὰ βλέφαρα σφέων ἀναπέπταται, πάντων οὗτοι χείριστοι· λύκων γὰρ καὶ ὑῶν ἀγρίων τοιαῦτα εἴδη, οἱ δὲ καὶ τούτων ὠμότεροι, ἀγριώτεροι, ἁρπακτικώτεροι. [*](Adam. 1. οὗτοι κάκιστοι cancellis inclusi 4. σφέων scripsi e V σφῶν γ 5. γάρ] δὲ S )
321
ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον ἂν αἱ κέγχροι 〈πυρρότεραι〉 ὦσιν, ἀγριώτερα τὰ ἤθη, δυσοργητότερα καὶ ὑβριστικώτερα καὶ μοιχιδιώτερα ἀποτελοῦσι· μείζους δὲ οὖσαι ἢ ἐλάσσους ἠπιώτερα σημαίνουσιν. αἱ δὲ αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακεῖς ἀν- θρώπους μηνύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμάκων ἐπιστήμονας. οἱ μὲν οὖν ὠχροὶ δολερώτεροι, οἱ δὲ αἱματώδεις ἀβουλότεροι καὶ θερμότεροι. ὅσοις [*](Adam. 1. ὅσον scripsi e x ἴσαι Pa 2. 〈πυρρότεραι〉 in- serui coll. Pol. arab. p 134, 1 sq. 3. ἀποτελοῦσι] ἀποδηλοῦσι? 4. σημαίνουσιν] σημαίνει M V αἱ | οἱ S 5. φαρμακεῖς scripsi φαρμακώδεις x 6. μαγγανείας] μαγκανίας M 7. οἱ | aἱ V δολερώτεροι scripsi δειλότεροι x 8. οἱ | αἱ V δὲ| δʼ V καὶ inser. Ro )
322
δὲ οὐ κέγχροι εἰσὶ χαροποῖς, ἀλλʼ ἴτυς ἔνεστι πεποι- κιλμένη, τῆς ἴτυος τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέ- πτου. ἴτυς μέλαινα στενή, ἑτέρα δὲ ἐπὶ ταύτῃ πυρρὰ ἐν ὑγροῖς ὀφθαλμοῖς, εἰ γε μηδὲν ἄλλο ἄτοπον φαί- νοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, συνετόν, δίκαιον, εὐφυῆ, παιδεραστὴν 〈δὲ〉 πέρα τοῦ μετρίου, ἡ δὲ χλωρὰ ἴτυς ἐπὶ τῇ μελαίνῃ δολερόν, ἄδικον, κλῶπα [*](Adam. 1. χαροποῖς scripsi χαροποὶ x post πεποικιλ- μένη x δολερώτεροι, οἱ δὲ (δʼ S) αἱματώδεις, quae delevi, ut e p. 321, 7 sq. repetita, in δολερώτεροι· εἰ δὲ αἱματώδης, mutavit Henrvch. 3. ἴτυς] εἰ ἴτυς? ταύτῃ Schneider ταύτης x 6. 〈δὲ〉 inserui ἡ| εἰ? )
323
ἀργυρίου, γυναιξὶν αἰσχρῶς ὁμιλοῦντα. ἴτυες αἰόλαι τὴν χροιὰν ταῖς ἴρισιν ἐμφερεῖς ἐν μὲν ξηροτέροις 〈τοῖς〉 ὀφθαλμοῖς μαργοσύνην δηλοῦσιν, ἐν δὲ ὑγροῖς μεγα- λόνοιαν καὶ εὐθυέπειαν καὶ ἀνδρίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ εἰς τὰ ἀφροδίσια ἔργα πάντα ἐπτοημένοι.

[*](Adam. 1. αἰόλαι scripsi αἰόλοι x αἴόλαι Pa 2. 〈τοῖς〉 inserui e M V 4. εὐθυέπειαν| εὐέπειαν Pa ἀνδρίαν scripsi e S V ἀνδρείαν M 5. ταχύτεροι Franz τραχύτεροι x 6. πάντα om. Pa )
324

Κοῖλοι πάνυ ὀφθαλμοὶ οὐκ ἐπαινετοί· ὁπόσοι δὲ κοῖλοι ὄντες ὥσπερ ὕδωρ ἐν ἀγγείῳ 〈ἡμιδεεῖ〉 ὑπο- κινοῦνται, εἰ καὶ μεγάλοι εἶεν, οὐ πονηροί, εἰ μή τι ἄλλο σημεῖον κατηγοροίη· τὴν γὰρ κοιλότητα ἥ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθοῦνται· κοίλων γὰρ καὶ μι- κρῶν ἤθη δόλια, ἐπίβουλα ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ [*](Adam. 1. ante Κοῖλοι titulus περὶ ὀφθαλμῶν κοίλων in x 2. ἡμιδεεῖ inserui coll. p. 136, 5 et phys.lat § 31 semipleno 5. μικρῶν scripsi, qua forma Adam. constanter usus est σμικρῶν Χ )

325
τετηκότα, ξηρότεροι δὲ ὄντες πρὸς τοῖς εἰρημένοις κακοῖς ἀπιστίαν, προδοσίαν, 〈ἱεροσυλίαν〉 σημαίνουσιν . . . . . . . . . . . . . . . . . . . . οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ μέντοι ἅμα ὑγρότητι ὑπορρέοιεν, μωρότερα.

Τῶν ἐξεχόντων ὀφθαλμῶν, οἳ οὔκ εἰσιν ἐπαι- νετοί, τοῖς μὲν οἴδημα περίκειται κύκλῳ, τοῖς δὲ ὡς [*](Adam. 2. προδοσίαν] καὶ προδοσίαν Pa ἱεροσυλίαν inserui post σημαίνουσιν sententia (1. 8. 14 sq.) excidit nullo in x lacunae signo 4. ὑγρότητι] cave scribas ἀμαυρότητι collata phys. lat. § 31 qui in obscuritate diffluunt cf. p. 337, 1 et 5 ἅμα ὑγρότητι 5. ante Τῶν titulus περὶ ἐξεχόντων ὀφθαλμῶν in MV περὶ ὀφθαλμῶν ἐξεχόντων Sylb. οἳ del. Schneider sequentibus τοῖς in οἷς mutatis )

326
τάφρος βαθεῖα καὶ στενὴ περιθέει· δολεροὶ τὸ ἦθος· οἱ δὲ 〈πάντη〉 ἀνεστηκότες μαργοσύνην κατηγοροῦσι. προπετεῖς ὀφθαλμοὶ αἱματώδεις οἰνοφλύγων καὶ γαστρι- μάργων. εἰ δὲ γλαυκοὶ οὗτοι εἶεν, ἀδίκους μέν, ἀσυνέ- τους δὲ ἴσθι. εἰ δὲ καὶ τὰ βλέφαρα αὐτοὺς βαρύνει, πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντες εἶεν ξηροί, πατρο- [*](Adam. 1. δολεροὶ| οὗτοι δολεροὶ ? 2. 〈πάντη〉 inserui 6. ξηροί scripsi μικροὶ x πατροφόνται καὶ μητροφόνται] πατροκτόνοι καὶ μητροκτόνοι Ro )
327
φόνιαι καὶ μητροφόνται παιδοκτόνοι τε καὶ φαρμακεῖς. εἰ δὲ ὑψηλοὶ ὄντες ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς εἶεν καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σω- κράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροὶ πάνυ καὶ πυρροὶ οὐ φρενήρη, ἀλλὰ παρειμένον καὶ τὸ σῶμα καὶ τὴν γλῶτταν εἶναί φασιν.

328

Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ μάργους ἐλέγχουσιν. ὅσοι δὲ ὥσπερ ἐκθρώσκοντες πάλλονται, κακοὶ οὗτοι, ἐὰν μὴ μεγέθους εὖ ἔχωσι καὶ ὑγρὸν καὶ λαμπρὸν βλέ- πωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοήματα ἁδρά, ὑψηλά, δραστήρια ἔργων μεγάλων παρέχονται, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντες, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγάλαυχοι, κουφόνους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν ὀρέγονται μεῖζον ἢ κατʼ ἀνθρώπους, ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες φθαλ- μοὶ ἀστεργεῖς, ὠμόφρονες , γαστρίμαργοι, λάγνοι, κι- [*](Adam. 1. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν παλλο- μένων in x 5. νοήματα om. M ἤθη Ba 6. δραστήρια] καὶ δραστήρια Pa 8. κουφόνους scripsi e S V κουφόνοι M cf. κρυψίνους p. 333, 1 cf. Bekker Anecd. p. 1196, 23 sq. Et. M. p. 606, 25. Iacobs ad Auth. Pal. I, 106, 13. 9. δὲ| δ᾿ V )

329
θάρας καὶ αὐλοῦ καὶ μουσικῆς ἥττους. τὰ δὲ ἄλλα ἐκ τῶν ἄλλων σημείων τεκμαίρου. ὀφθαλμοὶ περι- πελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ὁμολογοίη, ἄπιστοι, ἄδικοι, πάντολμοι.

Ὀφθαλμοῖς σκοτίοις ἄτη ἐνοικεῖ, ξηρότεροι δὲ ὄντες ἀπιστότεροι· εἰ δὲ καὶ μικροὶ εἶεν, δολεροί, ἐπί- βουλοι, κακότεχνοι, παλίμβουλοι. ὀφθαλμοὶ σκότιοι [*](Adam. 2. περιπελιδνοί scripsi πελιδνοὶ x cf. phys. lat. § 33 livore circumdati 4. πάντολμοι scripsi auctore Schneidero coll. p. 317, 7 et 343, 5 παντολμίαι x 5. ante Ὀφθαλμοῖς ti- tulus περὶ ὀφθαλμῶν σκοτίων in x Ὀφθαλμοῖς σκοτίοις] σκο- τίοις ὀφθαλμοῖς V 7. παλίμβουλοι] παλίμβολοι sed cf. II § 24 et § 55 )

330
ὑγροὶ 〈κοῖλοι〉 αὐτάρκως μεγέθους ἔχοντες εὐσταθεῖς φροντιστήν, πολυθεάμονα, εὐμαθῆ, εὐλαβῆ, δειλὸν καὶ ἐγγὺς φειδωλίας δηλοῦσιν, οἱ δὲ ἀχλυώδεις αὐτῶν δολεροί, ἄπιστοι, ἀκόλαστοι.

Οἱ δὲ ἐναντίοι τούτοις εὐφεγγεῖς ἄριστοι ὀφθαλ- μῶν, εἰ μή τι ἄλλο ἀντιλέγει σημεῖον· πάντα γὰρ ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ.

[*](Adam. 1. 〈κοῖλοι〉 inserui cf. phys. lat. § 34 cavus et Pol. Arab. p. 146, 17 εὐσταθεῖς scripsi εὐσταθῆ x 5. ante Οἱ titulus περὶ εὐφεγγῶν ὀφθαλμῶν in x 6. ἀντιλέγει] ἀντιλέγοι M)
331

Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ κἂν φῶς ἐν αὐτοῖς ᾖ, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς εἴη, θερμουργίαν καὶ παν- τολμίαν δηλοῖ, ὡς ἐγγὺς μανίας ἥκειν, εἰ δὲ ἐν χαρο- 5 ποῖς εἴη, δειλίαν· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πτώσσουσι καὶ πάντα ὑπονοοῦσι· μέλανες δὲ ὀφθαλ- μοὶ μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ καὶ κακο- [*](Adam. 1. ante Ἐὰν titulus περὶ μαρμαρυσσόντων (μαρμα- ρισσόντων V) ὀφθαλμῶν in x οἱ om. Pa 6. πτώσσουσι M, sed σ primum erasum πτώσουσι V )

332
μήχανοι σφόδρα. εἰ δὲ οἱ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελῷεν, εἰς ἀκρότητα 〈πάσης〉 κακίας ἥκουσιν. ὀφθαλμοὶ γοργὸν βλέποντες δεινοί· οἱ μὲν γὰρ ὑγρὸν βλέποντες θυμοειδεῖς, ἄλκιμοι, ἀρειμανέες, εὐθυεπεῖς, ταχύεργοι, ἀπρονόητοι, ἄκομψοι, ἄκακοι, οἱ δὲ ξηρὸν κάκιστοι, ἀθέμιστοι. εἰ δὲ καὶ μικρότεροι εἶεν καὶ [*](Adam. 2. ἀκρότητα in marg. V ἀκρότατα ,,possis etiam legere εἰς ἀκρότητα Sylb. 〈πάσης〉 inserui 3. γὰρ inserui e V εἰ μὲν ὑγροὶ deleto βλέποντες Schneider οἱ μὲν ὑγροὶ deleto βλέποντες Henrych. fortasse scrib. γὰρ γοργὸν βλέ- ποντες ὑγροὶ 4. ἀρειμανέες] ἀριμανέες Pa 5. οἱ scripsi e V εἰ γ ξηρὸν] ξηροὶ S, fortasse recte )
333
κοῖλοι, χείρους , ὠμόφρονες, ἐπίβουλοι, κρυψίνους, παντορέκται. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον βαρὺ νεύει καὶ ὀφρύες εἰσὶ τραχυνόμεναι βλέφαρά τε ὀρθά, 〈θυμὸν〉 σημαίνει καὶ ἀλκὴν μετʼ ἀβουλίας... [*](Adam. 1. κρυψίνους scripsi e x (corr. in κρυψίνοι M) κρυ- ψίνοι Pa 3. νεύει scripsi θέει x 4. 〈θυμὸν〉 inserui μετʼ ἀβουλίας scrpsi e x μετὰ εὐβουλίας Pa post ἀβουλίας lacunam indicavi: exciderunt καὶ ἀκακίαν καὶ εὐτολμίαν )
334
ὅσοι δὲ τὸ μὲν ἐπισκύνιον καὶ τὰς ὀφρῦς τά τε βλέφαρα μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα τραχὺ καὶ πικρόν, χείριστοί εἰσιν οὗτοι πάντων.

Ὀφθαλμοὶ οἷς ἡδονὴ καὶ γέλως ἐνοικεῖ οὐ πάντες ἐπαινετοί· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροί, κρυψίνοοι, κακομήχανοι, κακοῦργοι. ὁπόσοι δὲ ἅμα [*](Adam. 1. τά τε scripsi cum Schneidero τὰ δὲ x 2. μὴ del. Schneider et Henrych. 4. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν γελών;των in x 5. πάντες ἐπαινετοί scripsi πάντη ἀναίτιοι x cf. phys. lat. § 37 non omnes laudabiles 6. κρυ- ψίνοοι scripsi e VS cum Ba κρυψίνοι M )

335
τῷ γελῶντι ὑποβλέπουσι καὶ ξηροί εἰσι, κάκιστοι ὀφθαλμῶν. καὶ οἱ κοῖλοι δὲ ὀφθαλμοὶ γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι τυρεύουσι. καὶ εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινοῖτο, οἷον μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χείλη, κακὸς γέλως οὗτος. βουλὴν γὰρ ἐπί τινι πονηρὰν ἢ πρᾶξιν ἄδικον σημαίνει. κἂν μὲν πρὸς τῷ σεσηρότι μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βου- [*](Adam. 1. γελῶντι scripsi e VM cf. lin. 7 πρὸς τῷ σεση- ρότι γέλωτι Pa 3. τυρεύουσι H Pa τυρσεύουσι x ἐκτὸς] ἐντὸς S 6. ἐπί τινι scripsi cf. p. 343, 7 ἐπιβουλεύουσί τινι et p. 324, 6 ἐπίβουλα ἀνθρώποις ἐπιτείνει x 7. τε scripsi cum Henrych. γε x καὶ] ἢ? Vulcan. )
336
λεύονται ἔργα ἄδικα, εἰ δὲ ἀναπεπταμένους καὶ σεση- ρότας ἔχοιεν, πέπρακται αὐτοῖς ἀθέμιτα ἔργα. τοὺς δὲ καὶ μάλα γελῶντας ἐπιβουλοτέρους καὶ κακουργο- τέρους μαντεύου, εἰ ξηροὶ εἴησαν· εἰ δὲ ὑγροί εἰσιν, ἄκακα μὲν ἤθη, μάταια δὲ παρέχονται, κακῶν ἀπαθῆ, ἀνόητα, ἄστοργα, ἀκόλαστα. ὀφθαλμοὶ μειδιῶντες ἅμα [*](Adam. 1. καὶ] ἢ? Vulcan. 3. μάλα] μεγάλα Pa 4. μαντεύου scripsi μαντεύουσιν x εἰσιν scripsi cum Henrych. ὦσιν X )
337
ὑγρότητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, 〈εὐμαθῆ,〉 ἔρωτος πλέα.

Ὀφθαλμοὶ σκυθρωπάζοντες ἅμα ὑγρότητι φρον- τίζουσιν 〈ἢ〉 φιλοτεχνοῦσιν· ἐὰν δὲ συμμύωσι 〈καὶ〉 [*](Adam. 1. ἀνειμένα] ἐνειμένα S μαλακόν] μαιακὸν V μα- κρὸν et in marg. γρ. μαλακὸν M 2. βλέφαρα om. Pa inser. Sylb. ὦτα Ba 4. 〈εὐμαθῆ〉 inserui 5. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν σκυθρωπῶν in x φροντίζουσιν 〈ἢ〉 scripsi φροντίζουσι x φροντίζουσι καὶ Pa 6. συμμύωσι 〈καὶ〉 αἱ ὀφρύες ὦσι scripsi συμμύωσιν (συννεύωσι S) αἱ ὀφρύες ὡς x )

338
αἱ ὀφρύες ὦσι χαλαραὶ καὶ τὸ μέτωπον χαλαρὸν ἅμα τῇ σκυθρωπότητι, πιστὰ τούτων ἤθη, βέβαια, χρηστά, εὔβουλα, πινυτά. ξηροὶ δὲ ὀφθαλμοὶ λυπηρὸν βλέ- ποντες ἄτης εἰσὶ πλήρεις· εἰ δὲ καὶ μέτωπον εἴη τραχὺ καὶ βλέμμα ἀτενὲς βλέφαρά 〈τε〉 ὀρθά, ἄγρια βουλεύ- [*](Adam. 1. χαλαρὸν| μαλακὸν in litura V 3. εὔβουλα, πινυτά] πινυτὰ εὔβουλα V 5 βλέφαρά 〈τε〉 scripsi coll. p. 333, 3 βλέφαρα x καὶ βλέφαρα Pa )
339
ματα τούτοις πᾶν τε ἔργον οὗτοι ποιήσειαν ἄν, καὶ οὐδὲν κακὸν ἀτέλεστον αὐτοῖς.

Ὁπόσο[ι δὲ ὀφθαλμοὶ πυκνὰ συγκλείονται καὶ αὖθις ὑπανοίγονται, ἐπίβουλοι οὗτοι καὶ ἐπίκλοποι· εἰ μέντοι ὑγροὶ εἶεν, φροντισταὶ καὶ φιλότεχνοι. εἰ δὲ τρόμος αὐτοῖς ἐνείη καὶ ἅμα χρόιης, μαργοσύνην ἢ ἐπιληψίαν δηλοῖ. ὁπόσοις δὲ ἡ αὐτὴ στάσις ἀεί ἐστιν, [*](Adam. 1. τε om. S ποιήσειαν scri psi e x ποιήσαιεν in marg. M ποιήσοιεν Pa 3. ante Ὀπόσοι titulus περὶ ὀφθαλ- μῶν συγκλειόντων καὶ μυόντων in X (συγκλειόντων καὶ μυόντων in marg. V καὶ μυόντων om. Pa et Ba quae habet συγκλειομένων) 6. μαργοσύνην ἢ ἐπιληψίαν| μαργοσύνη ἢ ἐπιληψία V 7. δηλοῖ scripsi ex γ δηλοῦται V, in marg. γρ. δειλοί δηλοῦσι Pa cf. σημαίνει p. 333, 4 )

340
εἰ μὲν πρὸς τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῖεν, μαχλοσύνην καὶ μαργοσύνην κατηγο- ροῦσιν. εἰ δὲ ὀρθοὶ ὄντες συγκλείοιντο, εἰ μὲν ὑγροὶ εἶεν μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ μετώπου λείου, εὐλαβεῖς, εὔβουλοι, φιλομαθεῖς καὶ γλυκύθυμοι καὶ ἐρωτικοί, εἰ δὲ ξηροὶ εἶεν, θρασεῖς, κακομήχανοι, [*](Adam. 1. τὸ] cf. ad p. 307, 1 τῷ Schneider ὑπορρέοιεν Schneider cf. p. 325, 3 et 4 ἀπορρέοιεν x εἰς scripsi, ut constanter dixit Adamantius ἐς x 2. καὶ μαργοσύνην om. S 3. δὲ scripsi δʼ x συγκλείοιντο] συγκλείνοιντο S )
341
ἄδικοι. ὁ δὲ πρὸς τούτῳ μέτωπον ἔχων τραχύ, ὀφρῦς συνεστραμμένας, βλέφαρα σκληρὰ πεπηγότα, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι [τοῖς] ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις. ὅσοι δὲ οὐχ οἷοί τέ εἰσι τὰ βλέφαρα ἔχειν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑποκινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.

[*](Adam. 4. τοῖς cancellis inclusi δὲ scripsi secundum C, qui in marg. m habet ἄλλ: μέντοι μέντοι x quod falso repe titum videtur )
342

Ὀφθαλμοὶ πυκνὰ ἀνοιγόμενοι ἐπὶ μέγα καὶ ἅμα ἱστάμενοι ἤ τι νοοῦντες ἢ μετανοοῦντες, τὴν γὰρ ἔν- νοιαν αὐτῶν ὁποία ἐστὶ σημαίνει καὶ ἀναγορεύει σοι τὸ ξηρόν, τὸ ὑγρόν, τὸ σκότιον, τὸ λαμπρόν, τὸ μικρόν, τὸ μέγα, κοῖλον, ὑψηλόν, μαλθακόν, ἀτενές, τἄλλα ἐπὶ τούτοις ἃ πολλάκις εἴρηται. ταῦτα μνημονεύων δυ- νήσῃ καὶ περὶ ὧν μὴ εἴρηται ἐξ αὐτοῦ κρίνων φυσιο- [*](Adam. 1. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν ἀνα- πεπταμένων in x 2. ἢ τι] εἰσί τι? νοοῦντες| νοσοῦντες M 3. σημαίνει] σημαίνουσιν Henrych. καὶ ἀναγορεύει σοι scripsi ἀπαγορευτέοι x, fortasse tamen futura σημανεῖ et ἀνα- γορεύσει praeferenda sunt 5. κοῖλον| τὸ κοῖλον Pa fortasse recte τἄλλα] καὶ τἄλλο Pa 7. ἐξ αὐτοῦ scripsi e V ἐξ αὐτοῦ y ἐκ σαυτοῦ Ro κρίνων| νοῶν Pa )

343
γνωμονεῖν. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκό- τιοι μὲν ὄντες καὶ ὑγροί, φροντισταί· εἰ δὲ πρὸς τῷδε ἤπιον βλέποιεν, προσέσται καὶ χρηστοῖς εἶναι. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξήροὶ μαρμαρύσσοντες ἱλαρὸν καὶ λαμ- πρὸν δεδορκότες ἀναισχύντους καὶ παντόλμους δηλοῦσιν.

Ὀφθαλμοὶ σκαρδαμύττοντες δειλίας κατήγοροι· εἰ δὲ καὶ ξηροὶ εἶεν, ἐπιβουλεύουσί τινι ἢ δόλον κρύ- [*](Adam. 2. μὲν ὄντες scripsi μένοντες x 5. δηλοῦσιν] δηλοῦσι V 6. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν σκαρδα- μυττόντων καὶ ἀσκαρδαμύκτων in X )

344
πτουσιν ἢ κακόν τι λαθραῖον ἀρτύουσιν. οἱ δὲ αὐτοὶ οὗτοι διάστροφοι ἢ ὕπωχροι ὄντες μωρίαν μαρτυροῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν δεδορκότες κακόν τι ἐοίκασι μηχανᾶσθαι. πρᾶοι δὲ ἑστῶτες ἢ καὶ νοτίδος ἐνούσης φροντιστάς, φιλομαθεῖς, ἥμερα ἤθη κεκτη- μένους, ἐρωτικοὺς δηλοῦσιν. εἰ δὲ ἀσκαρδάμυκτοι ὄντες χροὶ ἢ φοινικοῖ φαίνονται ἅμα ξηρότητι, ἄτην [*](Adam. 4. ἢ videtur delendum )
345
καὶ μνήμην κακῶν καὶ μῆνιν καὶ φθόνου προσβολὴν ἢ ἄλλην δή τινα δαιμονίαν κακότητα ἐμφαίνουσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν ἑαυτοῖς περιδινοῖντο, μανίᾳ κρατερᾷ συνέχονται.

Κύστις ὀφθαλμοῖς κάτωθεν προσκειμένη οἰνό- φλυγας, ἄνω δέ, ὑπνηλούς, ἄμφω δὲ οὖσαι καὶ ἀμ- φότερα σημαίνουσιν.

[*](Adam. 1. κακῶν scripsi σκαιῶν x σκαιὰν Ro μνησι- κακίαν Franz et Schneider, fortasse recte προσβολὴν] προβολὴν Pa 3. ἑαυτοῖς scrips e V αὑτοῖς S αὐτοῖς M μανίᾳ κρατερᾷ] μανία κρατερὰ M 5. ante Κύστις titulus περὶ τῶν ἐν ὀφθαλμοῖς κύστεων in x ὀφθαλμοῖς — προσ- κειμένη] ὀφθαλμῶν — προκειμένη? 6. ἄνω] ἄνωθεν? καὶ inserui e V )
346

Οἱ ὀξεῖς ὀφθαλμοὶ ταραχώδεις ἄρπαγες· οἱ δὲ ἰλλώπτοντες καὶ τὰ βλέφαρα ἐπιβάλλοντες ἀν- δρόγυνοι. οἱ δὲ τὸ ἕτερον τῶν βλεφάρων ἐπιβάλ- λοντες καὶ ἀνατρεπόμενοι ἄμα ὑγρότητι πράως τε καὶ μαλθακῶς βλέποντες ἁβρυνταί, καλλωπισταί, μοιχικοί. ἔνιοι δὲ τὰ μέσα τῶν βλεφάρων καθέλκουσι, τὰ δὲ [*](Adam. 1. ante Οἱ titulus περὶ ὀφθαλμῶν ὀξέων in x 2. 〈 δὲ〉 inserui ἰλλώπτοντες Pa ἰλλώττοντες xx καὶ τὰ βλέ- φαρα ἐπιβάλλοντες inserui e V 6. δὲ (alt.)] δʼ V )

347
ἑκατέρωθεν ἀνασπῶσι καὶ ἅμα ἰλλώπτουσιν· οὕς καὶ αὐτοὺς μοιχικοὺς λέγων οὐκ ἂν ἁμάρτοις· ὁμοίως καὶ τοὺς τὰ μέσα τῶν βλεφάρων ἀνασπῶντας, τὰ δὲ ἑκα- τέρωθεν συγκλείοντας.

[*](Adam. 1. ἰλλώπτουσιν Pa ἰλλώττουσιν x 2. ἁμάρτοις scripsi e V cum Henrych. ἁμάρτῃς y καὶ ] δὲ καὶ Pa μέσα] μέσα μὲν Pa )