Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Τὴν φυσιογνωμονικὴν μέθοδον ἀπό τε Ἀριστο- τέλους ἀναλεξάμενος καὶ ταύτην 〈ἐκ Πολέμωνος〉 ἐπὶ πλέον ἢ ἐξ ἄλλων ἐρανισάμενος αὐτοῖς τε τοῖς ἔργοις ἐπιτυγχάνων τῶν ἀνθρώπων ἐγγυμνασάμενος ἔγνων χρῆναι καθάπερ σηκοῖς ἱεροῖς ὡς ἄγαλμα σεμνὸν ἐνι- δρῦσαι τοῖς γράμμασι μέγα τοῖς μεθʼ ἡμᾶς ἐσόμενον ὄφελος· ἐπεὶ σιγώντων μέν ἐστιν ἀπόκρισις, λαλεῖ δὲ οἷον τοῖς σημείοις ἡ φύσις τοὺς τρόπους ἑκάστου κηρύττουσα. διὸ παραφράσαι μὲν τὰ Πολέμωνος εἱλό- μην τῷ κοινῷ τῆς λέξεως κέρδος κοινὸν τοῖς ἐντευξο- μένοις περιποιούμενος προσθεῖναί τε καὶ τὰ πρὸς ἡμῶν γνωσθέντα τῇ διδασκαλίᾳ, τῷ χρόνῳ δὲ ταῦτα γράψας ἐτήρουν τὴν ἔκδοσιν μετὰ τὸν ἡμέτερον βίον τοῖς φιλο- λόγοις χρήματα καλὰ παιδείας θησαυριζόμενος· οὔτε γὰρ τῶν ἄλλων τι τῶν ἐκπονηθέντων ἡμῖν προῃρούμην ἀγαγεῖν εἰς τὸ μέσον τὴν κατὰ τῶν ζώντων ἐπιβουλὴν ὑφορώμενος ἀπὸ φθόνου μὲν φυομένην, οὐχ ἥκιστα [*](2 ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΩΝ] Φυσιογνωμικά S Α] αον M om. S 3. φυσιογνωμονικὴν] Φυσιογνωμικήν S 4. 〈ἐκ Πο- λέμωνος〉 inserui ἐπὶ πλέον] ἐπιπλέον S 11. μὲν om. S 13. τε] δὲ H Ba 16. οὔτε] οὐδὲ? 17. ἐκπονηθέντων H Ba ἐκποιηθέντων Χ 18. κατά] ,,παρά seu ἀπὐ“ Sylburg 19. ἀπὸ] ὑπὸ H οὐχ ἥκιστα] οὐχήκιστα V)

298
δὲ κατὰ τῶν σπουδαίων ἀκολουθεῖν εἰθισμένην. ἐπεὶ δέ, φίλτατε Κωνστάντιε, παρασχεῖν σοι τοῦθʼ ἡμᾶς προεκαλέσω τὸ σύγγραμμα, τῷ πόθῳ σου παρακληθεὶς δέδωκα τὴν συγγραφὴν μὴ μελλήσας ἑκὼν ἀέκοντί γε θυμῷ κατὰ τὸν Ὅμηρὸν εἰπεῖν. τοσοῦτον ἄρα φιλικὴ χάρις οἶδε μεταθεῖναι κρίσιν βουλήσεως.

Θείων δὲ ἀνδρῶν εἴπερ ἄλλο τι καὶ τὸ φυσιογνω- μονεῖν εὕρημα πλεῖστα καὶ μέγιστα τοὺς μαθόντας δυνάμενον ὠφελεῖν· οὔτε γὰρ παρακαταθήκην δοίη τις ἂν οὔτε τι κειμήλιον, ἢ γαμετὴν ἢ παῖδας πιστεύσειεν, ἢ καὶ φιλίας ἀπλῶς ἡστινοσοῦν κοινωνήσειε τοῖς ἀπι- στίας ἢ ἀσελγείας ἢ τινος κακουργίας ἐπὶ τῆς μορφῆς σημεῖα προλάμποντα φέρουσι. πάντων γὰρ ὡς ἔπος εἰπεῖν ἀνθρώπων καθάπερ ἀπό τινος θεοπέμπτου καὶ [*](Αdam. 4. μελλήσας] μελήσας x corr. Sylburg 11. τοῖς C(η supra οι m pos.) Ro τῆς xx 14. καὶ om. inserui e V)

299
ἀπλανοῦς μαντείας ἦθος καὶ πρόθεσιν βίων ὁ φυσιο- γνώμων ἐπίσταται, ὡς τὰς μὲν τῶν χρηστῶν φιλίας μόνων αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας πρὸ πείρας φυλάττεσθαι. διόπερ τοῖς σώφροσι προσήκει πάσῃ σπουδῇ ταύτης τῆς τέχνης ἐκπονεῖν τὴν σημείωσιν. φυσιο- γνωμονεῖν δὲ 〈EδεῖU+003 μάλιστα σκοποῦντα τὸ ἐξηλλαγμέ- νον παρά τε τὴν ἡλικίαν καὶ τὸ χωρίον εἶδος. πολλοῖς γὰρ ἀπᾴδοντα τῆς τε ἡλικίας καὶ τοῦ ἔθνους σημεῖα πρόσεστιν, ἅτινα πρόδηλον ἔχει τὴν τοῦ εἴδους κατά- ληψιν, προδηλοτέραν δὲ τὰ κατὰ πόλιν καὶ ἔθνη προσ- [*](Adam. 3. μόνων scripsi e VV μόνον γ 6. 〈δεῖ〉 inserui 7 χωρίον restitui e x χωρίου Pa)
300
όντα σημεῖα. ῥᾴδιον γὰρ ὅλου γένους κατὰ φῦλα τῶν ἀνθρώπων ἐπιγνῶναι τοὺς τρόπους, αὐτῶν δὲ τῶν ἐθνῶν τὰ μὲν ἐπίκοινα σημεῖα πάνυ ὀλίγα, κατ’ ἄνδρα δὲ μάλα διαφέρει τὰ σημεῖα. Αἰγυπτίοις μὲν γὰρ τοῖς πᾶσιν ἔπεστι κοινὰ σημεῖα, ἐξ ὦν τὸ γένος ἅπαν φυσιογνωμονεῖται, καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύ. θαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένος, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ διάφορα τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατʼ [*](Adam. 1. φῦλα] φῦλλα V 2. δὲ] δὲ γὰρ Ba)
301
ἄνδρα, ὠςς ἰδίᾳ διαφέρουσιν, ἢ κατὰ ἔθνη. οὕτω τὸ κατʼ ἄνδρα φυσιογνωμονεῖν ἀτρεκέστατόν ἐστι.

Τῶν δὲ σημείων αἱροῦ τὰ μέγιστα καὶ δοκιμώ- τατα καὶ ἄλλοις ἄλλων μᾶλλον πείθου· ἄλλα γὰρ ἄλλων δυνάμει προέχει. μέγιστον δὲ αἱ μίξεις τῶν σημείων τὸ διάφορον ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ ἤθη καὶ βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων κατανοεῖται. συμβαίνει δὲ 〈καὶ〉 ἐκστά- σεις τινὰς γίνεσθαι τοῦ εἴδους παρὰ τὸ καθεστηκὸς [*](Adam. 2. ἀτρεκέστατόν ] ἐντρεχέστατον x correxi e Po 4. πείθου Sylo. πειρῶ x 5. δὲ inserui cum Ba δʼ V om. γ 8. 〈καὶ〉 inserui e Po ἐκστάσεις Schneider ἐνστάσεις x)

302
χαρέντων ἢ λυπουμένων ἢ θυμωθέντων ἢ φοβουμένων ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἢ τινι ἐπιθυμίᾳ ἢ σκεπτομένων ἢ ὁρώντων ἢ ἀκουόντων. καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλʼ ἔστιν ἃ καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι μεταστήσεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐννοεῖν, ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοι- αῦτα εἴ τις ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, [*](Adam. 1. χαρέντων restitui e V χαρὰν ἐσχηκότων y, quod e χαραν 〈έσχηκό〉των ortum puto λυπουμένων restitui e VS et Po λυπηθέντων M λυπηθέντων ἢ λυπουμένων Sylb. φο- βουμένων correxi e Po θυμουμένων x 2. ἤ τινι scripsi e Po τινι ἢ x, sed fortasse τινι delendum, ut in H abest 6. πᾶσι] ἐν πᾶσι? 9. ἔχει] ἔχοι M αὐτῷ V et S in marg. αὐτὸ γ)
303
ὅπερ ὑπὸ τῶν σημείων δηλοῦται. οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου ἐστί, φροντιστικὸν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖά τινα τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἄν μὴ παρʼ ὃν καιρὸν αὐτὸν ὁρᾶς δόλον τότε ἀρτύῃ τινά, τοῦτον ἀπο- φαίνου δολερόν. τὸν αὐτὸν τρόπον κἂν 〈εἰ〉 θυμου- μένου τις ἔχων σημεῖα [κἄν] μηδεμιᾷ τότε συνέχοιτο ὀργῇ, ὀργίλον αὐτὸν ἐρεῖς. καὶ ἐπὶ τῶν ἄλλων παθῶν παραφυλάξεις ὁμοίως.