Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Φυσιογνωμονεῖν δεῖ καὶ κατὰ μέρη καὶ μέλη ἕκαστα καὶ χροιὰν ἑκάστην καὶ κινήσεις καὶ πνεύματα καὶ φωνὰς καὶ ὅσα ἄλλα ἐστὶ μετὰ τούτων. χρὴ δὲ εἰδέναι, ὡς ἀφʼ ἑνὸς σημείου καθʼ αὐτὸ καὶ ἀπὸ δύο οὐ χρὴ βεβαίως δοκεῖν ἀποφαίνεσθαι, ἀλλʼ ἀπὸ πλειό- νων καὶ μειζόνων τῶν ἀλλήλοις ὁμολογούντων [πάν- των], πάντα δὲ τὰ ἄλλα σημεῖα πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἀνακρίνεσθαι. ταῦτα γὰρ ἐπικρατεῖ· εἰ γὰρ τὰ ἐκτὸς τούτοις ὁμολογοίη, ἀψευδὴς ἔσται ἡ φυσιο- γνωμονία. τῶν δὲ ἄλλων σημείων δυνατώτερα μὲν τὰ πλησίον τῶν ὀφθαλμῶν, οἷον μέτωπον, ῥίς, στόμα, παρειαί, κεφαλή· δεύτερα δὲ τὰ ἀμφὶ τράχηλον καὶ στέρνα, τρίτα δὲ τὰ ἀμφὶ ὤμους καὶ χεῖρας καὶ σκέλη καὶ πόδας, ὕστατα δὲ τὰ περὶ γαστέρα. μεγίστη δὲ εἰς ἐπίκρισιν ἡ παντὸς τοῦ ἀνθρώπου ἐπι- πρέπεια ἐπὶ πᾶσι τούτοις φανταζομένη, ἥν ἐπὶ πᾶσι [*](1. ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ om. S V 2. ΦΥΣΙΟ- ΓΝΩΜΟΝΙΚΩΝ Β ] φυσιογνωμονικῶν β ον M φυσιογνωμονία δευτέρα S V 3. dυσιογνωμονεῖν δεῖ ] Δεῖ φυσιογνωμονεῖν 7. ἀλλʼ] ἀλλὰ Pa 8. τῶν] τινῶν? πάντων delendum videtur 9. πάντα δὲ τὰ ἄλλα scripsi e V τὰ δὲ τὰ ἄλλα M τὰ δὲ ἄλλα S Pa 14. παρειαί ] παρειά S 15. δὲ inser. Pa 17. μεγίστη] μέγιστα Pa μέγιστον Ba 18. verba ἣν — 349, 1 ἐφορᾶν labem contraxerunt, quae καὶ voce ante πάντων inserta et ἐφορᾶν in ἔφορον εἶναι mutata nondum sanata videtur )

349
σφραγῖδα πάντων χρὴ ἐφορᾶν. τοῦτο δὲ λόγον μὲν οὐκ ἔχει ἐφʼ ἑαυτοῦ, ἀλλὰ τὰ καθʼ ἕκαστα σημεῖα, τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ ἄλλα ὁμοῦ συντίθησι τὸ πᾶν εἶδος τοῦ ἀνθρώπου. πάντων γὰρ ἀθροισθέντων ἤδη τὸ πιστὸν φαίνεται.

Τὰ δὲ μέγιστα τῆς διακρίσεως τῆς ἐπιπρεπείας καὶ φανερώτατα τὸ τῷ ἄρρενι ἐοικὸς ἢ τῷ θήλει καὶ τῶν ζώων τῶν ἄλλων. ἕκαστα γὰρ ἤθη τῶν θηρίων ἑκάστου καταφανῆ ἐστι τοῖς εἴδεσιν ἤθεσι τοῖς ἐκείνοις † ἕκαστα ἐοικότα, οἷον λέοντος ἦθος θυμικὸν καὶ ἄλκι- μον καὶ τὸ εἶδος τοιοῦτον, παρδάλεως δὲ 〈ἦθος〉 ἁβρὸν καὶ ὀργίλον καὶ λοχητικὸν καὶ ἐπίβουλον, δειλὸν ἅμα καὶ θρασί, καὶ ἡ μορφὴ τούτοις ἔοικεν· ἄρκος δὲ ὠμόφρων, δολία, σκαιά. καὶ τοῖς ἄλλοις δὲ ζώοις κατὰ τὰ αὐτὰ ἐπιφαίνεται τὸ οἰκεῖον ἦθος· συὶ ἀγρίῳ ὀργὴ ἀπρονόητος, βοὶ σεμνότης, ἀκακία, ἵππῳ μεγαλαυχία, φιλοτιμία, ἀλώπεκι τὸ δολερὸν καὶ ἐπίβουλον, πιθήκῳ τὸ βωμολοχικὸν καὶ εἰρωνικόν, προβάτῳ τὸ εὔηθες, τράγῳ τὸ μάργον, ὑὶ τὸ μιαρὸν καὶ γαστρίμαργον, καὶ τῶν ἄλλων ὁμοίως ἑρπετῶν τε καὶ πετεινῶν τὰ εἴδη [*](1. σφραγῖδα — 2 ἑαυτοῦ, ἀλλὰ om. S 2. ἐφʼ] αὐτὸ ἐφʼ? καθʼ ἕκαστα] καθέκαστα M V 6. ante τῆς ἐπιπρεπείας fortasse excidit praepositio velut ἔξω, post φανερώτατα verbum quale παρέχεται 7. ἄρρενι] ἄρσενι V S τὸ ἄρρεν τῷ ἄρρενι ἐοικὸς καὶ τὸ θῆλυ τῷ θήλει καὶ ἐπὶ τῶν ζώων Ba ἢ om. Pa 8. post ἄλλων non solum dativus τινὶ, sed etiam plura excidisse videntur 9. verba ἤθεσι — 10 ἕκαστα labem con- traxerunt, quae cum Schneidero ἤθεσι et ἕκαστα vocibus de- letis et ἐκείνοις in ἐκείνων mutato nondum sanata videtur. fortasse verba omnia delenda sunt τοῖς ἐκείνοις] τοῖς ἐκεί- νων vel τοῖς οἰκείοις “Sylb. 10. θυμικὸν Ba et Ro” θυμία x 11. 〈ἦθος〉 inserui 13. ἄρκος scripsi e x, ut § 42 ἄρκτος Pa 15. ἦθος scripsi κέρδος x εἶδος Sylb. fortasse etiam οἷον ante συὶ excidit )

350
τοῖς ἤθεσιν ἔοικεν. εἰ τοίνυν ἄνθρωπος μέρος τι ἢ μέλος θηρίῳ ἢ ὄρνιθι ἐοικότα ἔχει, ἀπὸ τούτων χρὴ αὐτὸν φυσιογνωμονεῖσθαι. χαροποὺς καὶ κοίλους με- τρίως ὀφθαλμοὺς εἴπερ ἴδοις, λέοντος μέμνησο· εἰ πάνυ κοῖλοι, κακοήθεις εἰσί, καὶ πίθηκον ἐννόει· εἰ ἐπίπεδοί εἰσι, βοῶν ὀφθαλμοὺς τοιούτους λέγε· εἰ προπαλεῖς εἶεν ὀφθαλμοί, ἀνοήτου καὶ ὑβριστοῦ, ὥσπερ ὔνου. βελτίω δὲ τὰ ἄρρενα τῶν θηλειῶν· ὡς γὰρ ἐπιπλεῖστον τὸ μὲν ἄρρεν γενναῖον, ἄδολον, δίκαιον, θυμοειδές, φιλότιμον, ἄκακον· τὸ δὲ θῆλυ ἀγεννές, πικρόν, δο- λερόν, κουφόνουν, ἄδικον, φιλόνεικον, θρασύδειλον· τὸ θῆλυ ὡς ἐπὶ τὸ πολὺ ἔχει τοῦ ἄρρενος κεφαλὴν μικροτέραν, σῶμα ἔλαττον, τρίχας μαλακωτέρας μελαν- τέρας, πρόσωπον στενώτερον, ὀφθαλμοὺς στίλβοντας καὶ μαρμαρύσσοντας, τράχηλον λεπτότερον, στήθη ἀσθε- νέστερα, ἄπλευρον, ἰσχία καὶ μηροὺς περισαρκότερα, λεπτοκνημότερον, γονύκροτον, χειρῶν καὶ ποδῶν ἄκρα κομψότερα, τὴν πᾶσαν ὄψιν τοῦ σώματος μαλακωτέραν, ἁμαλωτέραν, ἁβροτέραν, σαρκὶ ὑγρᾷ κεχρημένην, ἀναρ- [*](2. ἐοικότα scripsi e V ἐοικός τι M ἐοικός S Pa ἔχει] ἔχειν M 6. προπαλεῖς] num προπαγεῖς, ut V praebet, vel προπετεῖς, ut Ba et Vulcan. (cf. p. 326, 3; 373, 5)? 8. θη- λειῶν scripsi e V θηλειῶν γ ἐπιπλεῖστον] ἐπὶ πλεῖστον M 9. ἄδολον Ba ἄδειλον x num ἀνδρεῖον? cf. Pseudarist. phγs. 5 p. 46, 3 et 48, 12 11. φιλόνεικον] φιλόνικον Pa θρασύδειλον] θρασύδειλον V 12. ἐπὶ τὸ πολὺ| ἐπιτοπολὺ V 13. μελαντέρας om. Pa 15. καὶ inser. Pa 16. ἄπλευρον scripsi e x ἄπλευρα Pa περισαρκότερα Sylb. σαρκότερα x σαρκοδέστερα Ba περισαρκότερον? 17. λεπτοκνημότερον scripsi e M V λεπτοκνημότερα S Pa γονύκροτον Sylb. γόνυ ἄκρον M γόνυ ἄκρον S γόνυ ἁβρὸν V γόνυ μακρὸν? Vulcan. 19. ἁμαλωτέραν scripsi ἀμαλεστέραν M ἀμελεστέραν S Pa ἀμαλεστέραν V ὀμαλεστέραν εὐμελεστέραν Sylb. )
351
θροτέραν τε καὶ λεπτονευροτέραν , φωνὴν ἰσχνοτέραν, τὸ βάδισμα μικρότερον καὶ πυκνότερον, τὰ μέλη καμ- πτόμενα μᾶλλον, ἡ κίνησις ὑγροτέρα. τὸ δὲ ἄρρεν τὰ ἐναντία τούτων φέρεται. τοίνυν τῶν θηρίων πάντων ὁ λέων ἐπιπλεῖστον τοῦ ἄρρενος εἴδους ἐστὶ μετέχων, ἡ δὲ πάρδαλις θηλυμορφότατον, τῶν δὲ ὀρνίθων ἀετὸς ἀρρενωπότατον, πέρδιξ δὲ θηλυμορφότατον, τῶν γε μὴν ἑρπετῶν ὁ μὲν δράκων ἀρρενικώτατον, ἡ δὲ ἔχιδνα θηλυμορφότατον.

Εὐνούχοις τοῖς ἐκ φύσεως κακίω σημεῖά ἐστιν ἢ τοῖς ἄλλοις ἀνθρώποις, καὶ ὡς τὸ πολύ εἰσιν ὡμό- [*](Adam 1. λεπτονευροτέραν Sylb. λεπτὸν εὐρυτέραν x λε- πτοτέραν C (in marg. γρ΄ λεπτὸν εὐρυτέραν) λεπτῶν εὐρυτέραν Pa 3. ἄρρεν] ἄρσεν S V 6. θηλυμορφότατον scripsi ex y θηλυμορφάώτατον V θηλυμορφοτάτη Pa ἀετὸς scripsi e V ἀετοὶ y 7 ἀρρενωπότατον scripsi ἀρρενωπόν x ἀρρενωποί Pa θηλυμορφότατον scripsi e S θηλύμορφον M V θηλύ- μορφος Pa 8. ἀρρενικώτατον scripsi ἀρρενικώτατος M ἀρ- σενικάώτερος S ἀρρενικώτερος V ἀρρενικότατος Pa 9. θηλυ- μορφότατον scripsi θηλύμορφον x θηλύμορφος Pa 10. ante Εὐνούχοις titulus περὶ τῶν ἐκ γενετῆς εὐνούχων in x cf. ad hoc caput Ras. phγs. c. LVII )

352
φρονες, δολεροί, κακοῦργοι, ἕτεροι δὲ ἑτέρων μᾶλλον. τῶν δὲ τομιῶν εὐνούχων ἔνια μεταβάλλει ἄμα τῇ τομῇ σημεῖα, 〈τὸ〉 δὲ πλεῖον τῆς συγγενοῦς φύσεως ἐμμένει.

Ὄνυχες πλατέες λευκοὶ ὑπόξανθοι εὐφυοῦς ἀν- δρός, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτου [*](Adam. 1. δὲ] δʼ V 2. τομιῶν] τομεῶν M V ἅμα τῇ τομῇ σημεῖα, 〈 τὸ〉 δὲ πλεῖον τῆς scripsi ἅμα τῇ τομῇ. σημεῖα δὲ τῷ πλείονι τῆς x 5. ante Ὄνυχες titulus περὶ ὀνύχων in x )

353
καὶ θηριώδους, οἱ δὲ σκολιοὶ σφόδρα ἀναιδοῦς, ἅρ- παγος, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπιπλεῖον ἀναισθήτου καὶ θηριώδους. μικροὶ πάνυ ὄνυχες πανουργίας ση- μεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς. εἰ δὲ στρογγύλοι πάνυ εἶεν, λάγνων τὸ σημεῖον. ὡς προείρηται μέντοι, οὐδὲ τῶν ἄλλων σημείων τὰ πολλὰ [*](Adam. 1. σκολιοὶ σφόδρα] σκολιοὶ, σφόδρα S ἀναιδοῦς, ἅρπαγος scripsi cum u ἀναιδεῖς, ἅρπαγες x 2. ἐπιπλεῖον] ἐπὶ πλεῖον Ro 5. σημεῖον. ὡς] σημεῖον, ὡς M V )
354
ἀξιόλογα, εἰ μόνον τι καθʼ ἕκαστον ἐφʼ ἑαυτοῦ σκο- ποῖτο, ἥκιστα δὲ ὄνυχες.

Ὁπόσοι δακτύλους ἔχουσι συμφυεῖς, ὑώδεις καὶ μιαροί εἰσιν· εἰ δὲ συνεστραμμένους ἔχοιεν, πανοῦργοι, κακοήθεις, φιλοχρήματοι. μικροὶ δὲ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους δηλοῦσι. δάκτυλοι κολοβοὶ καὶ [*](Adam. 1. τι] τις x ἕκαστον Schneider ἑαυτὸν x ,,τι καθʼ ἑαυτὸ vel τις καθʼ ἕκαστον“ Sylb. quorum prius Henry ch. commendavit 3. ante Ὁπόσοι titulus περὶ δακτύλων in x )

355
παχεῖς τολμητήν, ἀπρονόητον, θηριώδη, καὶ οἱ πάνυ μακροὶ καὶ λεπτοὶ ἀνοητότερον, 〈 ὑποχαυνότερον καὶ φλυαρότερον,〉, οἱ δὲ εὖ μεγέθους καὶ συμμετρίας ἔχοντες ἄριστοι.

Πέδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη 〈καὶ〉 ἀνδρεῖα, ἀπαλοὶ δὲ καὶ σαρκωδέστεροι μαλακώτερα καὶ... [*](Adam. 1. ἀπρονόητον scripsi ἀπρόιτον x ἀπροιδῆ Pa 2. 〈ὑποχαυνότερον καὶ φλυαρότερον〉 inserui coll. p. 370, 3 3. εὖ μεγέθους Pa εὐμεγέθεις x 5. ante Πόδες titulus περὶ ποδῶν in x 〈 καὶ〉 inserui 6. post καὶ (alt.) vox γυναικεῖα (cf. pbys. lat. § 72 molle ingenium et femininum) vel similis excidit )

356
τὰ ἤθη παρέχονται. πόδες κολοβοὶ καὶ παχεῖς θηριώ- δους φύσεως σημεῖον , οἱ δὲ μακροὶ πάνυ πολυ- πράγμονος, κακομηχάνου, οἱ δὲ μικροὶ 〈καὶ λεπτοὶ〉 πανούργου. πόδες κυρτοὶ κάτωθεν κοῖλοι κακοί· ὁμοίως καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανοῦργοι.

[*](Adam. 2. φύσεως] ψυχῆς? 3. 〈καὶ λεπτοὶ〉 inserui 4. κάτωθεν] καὶ κάτωθεν? cf. pbys. lat. l. l. curui pedes et qui plantam longe cauam habent )
357

Σφυρὰ διηκριβωμένα 〈στερεὰ〉 γενναίου ἀνδρός, τὰ δὲ μαλακὰ καὶ λεῖα ἀνανδροτέρου, λεπτὰ δὲ πάνυ δειλοῦ καὶ ἀκολάστου. παχέα δὲ σφυρὰ καὶ πτέρνας παχείας καὶ πόδας σαρκώδεις καὶ κολοβοὺς δακτύλους καὶ κνήμας παχείας ὅσοι φοροῦσιν, ὡς ἐπὶ τὸ πλεῖστον μωραίνουσιν ἢ μεμήνασι.

[*](Adam. 1. ante Σφυρὰ titulus περὶ σφυρῶν in x 〈 στε- ρεά〉 inserui 3. παχέα] παχεῖα M 4. παχείας Sylb. τρα- χείας x 5. κνήμας παχείας] κνήμας πλατ S ἐπὶ τὸ πλεῖστον] ἐπιπλεῖστον V 6. μωραίνουσιν ἢ μεμήνασι scripsi e VS με- μήνασιν ἢ μωραίνουσι M Pa )
358

Κνῆμαι εὖ μεγέθους ἔχουσαι διηρθρωμέναι στε- ρεαὶ γενναίου ἀνδρὸς καὶ εὐφυοῦς, ἁπαλαὶ δὲ καὶ ἄναρθροι δειλοτέρου καὶ ἀνανδροτέρου· αἱ δὲ λεπταὶ πάνυ δειλοῦ καὶ κακοήθους, αἱ δὲ πρὸς τούτῳ νευ- ρώδεις καὶ ἀκολασίας πολλῆς μετέχοντος. ὅσαι δὲ τῶν κνημῶν κατὰ τὸ μέσον πλήρεις εἰσὶν ὡς κύουσαι, βδε- λυροὺς καὶ ἀκολάστους καὶ ἀναιδεῖς δηλοῦσιν· ὡς τὸ [*](Adam. 1. ante Κνῆμαι titulus περὶ κνημῶν καὶ μηρῶν in M V, περὶ κνημῶν S διηρθρωμέναι Schneider ἠρθρωμέναι x 4. τούτῳ scripsi e VS τούτων M τούτοις Pa 6. βδελυ- ροὺς] βδελυροὺς Ma )

359
πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπές, ἀμαθές. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ τῶν μηρῶν λέγε.

Οἱ τὰ γόνατα ἔσω νεύοντες ὥστε συγκρούειν, γυναικεῖοι καὶ θηλυδρίαι. Ισχία παχέα γυναικεῖα, ὁστώδη δὲ ἀνδρεῖα, λεπτὰ [*](Adam. 2. τῶν Pa om. x 4. ante Οἱ titulus περὶ γονάτων καὶ ἰσχίων (ἰσχύων M) in M V, περὶ γονάτων iu S ὥστε Sylb. ὥσπερ x περ ὥστε Η συγκρούειν] cf. Hesych. s. v. γονύκροτοι et Eustath. ad Il. N 281 (Syll. loc. pbvsiogn. 5) 6. Ἰσχία παχέα] ἰσχεῖα παχεῖα M )

360
δὲ ὀλιγόσαρκα ῥικνά, ὥσπερ ἐκτετηκότα, πανούργου πρὸς ἀνδρός. τοιαῦτα γὰρ καὶ τὰ πιθήκων.

Ὀσφὺς ὀστώδης 〈καὶ〉 καρτερὰ ἀνδρεία, σαρ- κώδης δὲ καὶ μαλακὴ γυναικεία· ἡ δὲ εἰς ὀξὺ ἀπηγμένη ἀκολασίαν καὶ δειλίαν κατηγορεῖ.

Νῶτον πλατὺ στερεὸν ἄνδρα γενναῖον, θυ- μοειδῆ ποιεῖ, τὸ δὲ ἐναντίον τὰ ἐναντία λέγει.

Κυφὸς ἀνὴρ οὐκ ἀγαθός, εἰ μὴ ὑγρομέλεια αὐτῷ καὶ τὰ ἄλλα σημεῖα ἀστεῖα προσείη, τὸν δὲ εὔ- ζωνον φιλόθηρον νόει.

[*](Adam. 3. ante Ὀσφὺς titulus περὶ ὀσφύος καὶ νώτου in M V, περὶ ὀσφύος in S 〈 καὶ〉 inserui 4. ἀπηγμένη scripsi ἀφιγμένη x post ἀπηγμένη videtur ὀσφὺς λαγνείαν excidisse 6. ante Νῶτον titulus περὶ νώτου in S, περὶ νώτων in M 8. ante Κυφὸς titulus περὶ κυφότητος in x ὑγρομέλεια] ὑγρο- μελεία M 9. τὸν] τὸ V 10. φιλόθηρον Struv. φιλόθηρα x νόει scripsi ἐννόει x )
361

Πλευραὶ λεπταὶ καὶ ἀσθενεῖς ἀνανδρίαν, δει- λίαν, αἱ δὲ πάνυ σκληραὶ καὶ σαρκώδεις ἀμαθίαν, αἱ δὲ περιφερεῖς καὶ πλήρεις, ὡς οἰδοῦσαι, φλυαρίαν καὶ κακοήθειαν δημαίνουσιν.

Γαστέρες λαγαραὶ εὐρωστίαν ψυχῆς καὶ μεγαλο- φροσύνην σημαίνουσιν, αἱ δὲ ἰσχναὶ πάνυ καὶ κεναὶ δειλίαν καὶ κακοήθειαν καὶ γαστριμαργίαν σημαίνουσι. γαστέρες μεγάλαι σαρκώδεις, εἰ μὲν μαλθακαὶ εἶεν καὶ ἐκκρεμεῖς, ἀναισθησίαν, οἰνοφλυγίαν, ἀκολασίαν, εἰ δὲ [*](Adam. 1. ante Πλευραὶ titulus περὶ πλευρῶν καὶ γαστρός in x δειλίαν] δηλοῦσιν Sylb., fοrtnsse recte. cf. phys. lat. § 65 timiditatis arguunt 3. καὶ (alt.) Pa om. x 4. κακο- ήθειαν] κακοηθίαν S 5. Γαστέρες — μεγαλοφροσύνην σημαί- νουσιν ante 6 αἱ δὲ ἰσχναὶ — γαστριμαργίαν σημαίνουσι posui e VS )

362
σκληραῖς σαρξὶ συμπεπηγυῖαι, γαστριμαργίαν καὶ παν- ουργίαν ἐμφαίνουσιν.

Ὁπόσοις τὸ ἀπὸ τοῦ ὀμφαλοῦ χωρίον ἄχρις ἄκρου στήθους καταμετρούμενον μεῖζον εὑρίσκεται ἢ τὸ ἐντεῦθεν ἄχρις ἐκφύσεως τοῦ τραχήλου, βοροὶ καὶ γαστρίμαργοι γίνονται. στήθη μεγάλα ἀρθρώδη ἐπαίνει, λεπτὰ δὲ καὶ ἀσθενῆ μικροψυχίαν καὶ ἀνανδρίαν δηλοῖ, πολύσαρκα δὲ ἀμαθίαν καὶ σκαιότητα. ὅσοις δὲ οἴ [*](Alam. 1. σκληραῖς Schneider σκληραὶ x 3. ante Οπό- σοις titulus περὶ στηθῶν καὶ μαστῶν καὶ μεταφρένου (φρένων Pa μεταφρένων Bh) in xx 8. ἀμαθίαν scripsi ἀσυμπά- θειαν x ἀμάθειαν Schneider )

363
μαστοὶ ἐκκρεμεῖς εἰσι καὶ τὸ πᾶν στέρνον 〈μέγα καὶ〉 ἀμφιλαφὲς σαρκὶ λαγαρᾷ, λάγνοι καὶ οἰνόφλυγες.

Μετάφρενον κρατερὸν ἄριστον· τὸ δὲ ἀσθενὲς καὶ λεπτὸν δειλίᾳ καὶ μικροψυχίᾳ πρέπει· σὰρξ δὲ ἐπί- πεφυκυῖα μεταφρένοις ἀμφιλαφὴς ἀναισθησίαν κατη- γορεῖ, καὶ ἡ στενότης μωρίαν. μετάφρενον εὐρὺ μεγα- λονοίας, τὸ δὲ πράως στρογγύλον ἀγχινοίας καὶ χαρίτων σημεῖον. κυρτὸν ὁ φέρων μετάφρενον καὶ ὤμους εἰς τὸ στῆθος ἐπικεκλασμένους κακοήθης ἐστὶ καὶ βάσκα- [*](Adam. 1. 〈μέγα καὶ〉 inserui e Po et Arab. p, 212, 9 sq, 6. ἡ στενότης scrpsi e x στενὴ Pa )

364
νος· εἰ δὲ καὶ τὸ σῶμα ἐπικεκλασμένον, φειδωλὸς καὶ φιλάργυρος.

Κλεῖδες συμπεφραγμέναι οὐκ εὐαίσθητον οὐδὲ ἐνεργὸν σημαίνουσιν, αἱ δὲ διεστηκυῖαι ἄνανδρον, τὸ δὲ σύμμετρον τῆς ἀνοίξεως αὐτῶν συνετὸν καὶ ἀνδρεῖον.

Ὦμοι παχεῖς οὐκ ἐπαινετοί, οἱ δὲ καρτεροὶ ἀν- δρείων ἠθῶν εἰσι, λαγαροὶ δὲ ἀνάνδρων καὶ δειλῶν, οἱ δὲ λεπτοὶ καὶ ὀξεῖς τὰς κορυφὰς κακοηθῶν, εἰ δὲ παντελῶς ἄναρθροι εἶεν, μωρῶν.

[*](Adam. 1. καὶ (pr.) om. Pa ἐπικεκλασαένον Ρa ἐπικεκλα- σμένος x 3. ante Κλεῖδες titulus περὶ κλειδῶν καὶ ὤμων in x Κλεῖδες] Κλεῖς δὴ Pa 4. ἐνεργὸν] εὕεργον Schneider 5. ἀνοίξεως] num scribendum est ἀνέσεως secundum Pseudarist. phys § 41 p. 50, 8 τὰ περὶ τὰς κλεῖδας εὐλυτώτερα μᾶλλον ἢ συμπεφραγμένα 7. καὶ] τε καὶ Pa 8. κακοηθῶν Sylb. κακοηθῶν M V )
365

Ἐὰν ἐπιμήκεις ὦσιν αἱ ὠλέναι, ὡς κατακρε- μασθείσας τὰς χεῖρας ἄχρι τῶν γονάτων ἐξικνεῖσθαι, εὐπραξίας καὶ ἰσχύος τὸ σημεῖον· κολοβοὶ δὲ οὖσαι, ὡς μὴ ἀφικνεῖσθαι εἰς γόνατα καὶ ἐν τῷ ἐσθίειν συν- αντᾶν ταῖς χερσὶ τὴν κεφαλὴν ἀναγκάζεσθαι, κακοθελεῖς καὶ ἐπιχαιρεκάκους καὶ φθονεροὺς δηλοῦσι. καρτερὰς εἶναι ὠλένας καὶ πήχεις ἀγκῶνάς τε ἀρθρώδεις ἄριστον· τὰ γὰρ ἐξίτηλα ἄνανδρα, τὰ δὲ πάνυ σαρκώδη ἀμαθῆ καὶ ἀναίσθητα.

[*](Adam. 1. ante Ἐᾶν titulus περὶ ὠλενῶν καὶ πήχεων καὶ χειρῶν καὶ (om. M) ἄκρων in x 3. εὐπραξίας] ἀπραξίας Pa ἀταραξίας Struv. 4. εἰς] ἐς ,,malim εἰς τὰ“ Sylb. 8. δὲ scripsi τε x 9. καὶ inser. Pa )
366

Χεῖρες ἁπαλαὶ καὶ μαλθακαὶ εὐφυοῦς πρὸς ἀνδρός· αἰ δὲ σκληραὶ ἅμα μεγέθει ἀνδρεῖον μέν, δυσααθῆ δὲ εἶναι δηλοῦσι. χεῖρες πάνυ κολοβοὶ μω- ρίας σημεῖον, εἰ δὲ εἶεν παχεῖαι, καὶ μιαρίας· στεναὶ δὲ καὶ λεπταὶ ἁρπακτικώταται. παχεῖαι χεῖρες κοντοὺς ἔχουσαι τοὺς δακτύλους κλεπτίσταται. μικραὶ δὲ πάνυ χεῖρες πανουργίας καὶ κλεπτοσύνης σημεῖον. λεπταῖς δὲ καὶ σκολιαῖς χερσὶ φλυαρίαν καὶ γαστριμαργίαν τεκμαίρου.