περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

θύρα καὶ θυραία διαφέρει. θύρα μὲν γάρ ἐστιν ἡ ἐξ ἀρχῆς γενομένη· Μένανδρος (fr. 331 Koerte2) ἐν Παρακαταθήκῃ

  • ‘θύραν ἔξελε’.
  • θυραία δὲ τὸ μέλλον πρὸς ἐκκοπὴν θύρας μέγεθος.

    [*](72 va.)

    θύεσθαι καὶ σφάττεσθαι διαφέρει. θύεσθαι μὲν γάρ ἐστιν ἐπὶ τιμιῇ θεοῦ· καὶ τὸ μαντεύεσθαι {ἐπὶ τιμῇ} διὰ σπλάγχνων θύεσθαί φαμεν. σφάττεσθαι δὲ τὸ διʼ ἥντινα οὖν αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπʼ ἀλόγου, τὸ δὲ καὶ ἐπʼ ἀνθρώπου τάσσεται.

    θύουσι καὶ θύονται διαφέρει. θύουσι μὲν γὰρ οἱ σφάττοντες τὰ ἱερεῖα, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι.

    θύρα καὶ θύραι διαφέρουσιν. θύρα μὲν γάρ ἐστι τὸ ἐπίθεμα τὸ ἐκ τῶν σανίδων, θύραι δὲ τὸ ἄνοιγμα αὐτὸ καὶ τὰ χαλάσματα τῆς θύρας.

    θυμὸς μέν ἐστι πρόσκαιρος ὀργή, ὀργὴ δὲ ἡ πολυχρόνιος μνησικακία.

    ἱερεῦσαι καὶ καθιερεῦσαι λέγουσιν ἐπὶ τῶν θυομένων ἱερείων, ἱερῶσαι δὲ καὶ καθιερῶσαι ἐπὶ τῶν ἀνατιθεμένων.

    [*](73 Va.)