περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέαθαι δὲ τὸ δοῦναι ὑποθήκην.

θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκουσίως τε καὶ εὐλόγως ὀρέγεταί τινος.

θερίζειν τό τε διατρίψειν τὴν τοῦ θέρους ὥραν, ὡς τὸ χειμάζειν, καὶ τὸ τοὺς Δημητριακοὺς καρποὺς συλλέξαι.

Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δίδυμος (p. 238 Schmidt) ἐν Ὑπομνήματι τῷ πρώτῳ τῶν παιάνων Πινδάρου (fr. 60 Snell) φησίν· ‘καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμήν⌞ι⌟ον

61
πρῶτον. τίς δʼ ἐστὶ διαφορὰ Θηβαγενῶν πρὸς Θηβαίους, Ἔφορος (FGHist 70 F 21) ἐν τῇ δευτέρᾳ φησίν· ‘οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν. τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγάγοντο πολλοῖς ἔτεσιν ὕστερον {δὲ}, οἳ σύμμικτοι μὲν ἦσαν πολλαχό|θεν, [*](71 Va.) ἐνέμοντο δὲ τὴν ὑπὸ τῶν Κιθαιρῶν χώραν καὶ τὴν ἀπομάντιον τῆς Εὐβοίας· ἐκαλοῦντο δὲ Θηβαγενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων᾿.’

θής, λάτρις, ἀμφίπολος καὶ ἄτμενος διαφέρουσιν. θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων·

  • ‘θῆτές τε δμῶές τέ’ (δ 644).
  • λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ ἐπὶ δουλείαν προσαχθείς. ἀμφίπολος δὲ κοινὸν ἄρρενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος.

    θράσος καὶ θάρσος διαφέρει. θράσος μὲν γάρ ἐστιν ἄλογος ὁρμή, θάρσος δὲ ἔλλογος ὁρμή.

    62