περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἱερεῖον καὶ χρηστήριον διαφέρει. ἱερεῖον μὲν γάρ ἐστι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον

63
δὲ τὸ ἱερὸν ᾧ χρῶνται χρηστηριαζόμενοι. Ἡρόδοτος καθάπερ ἔτι καὶ νῦν, ὅταν χρηστήρια θύωσιν ἐν τῷ ἱερῷ.

ἱερὰ τούς τε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης (fr. 49 Bl.) ἐν τῷ Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος (FGHist 115 F 159) ἐν εἰκοστῇ ἕκτῃ.

ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης (fr. 5 Cohn). ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν (Ν 645)

  • ‘οὐδ᾿  αὖτις ἀφίκετο πατρίδα γαῖαν᾿
  • καὶ (η 80)
  • ‘ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην’.
  • Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτολεμαῖος (FGHist 199 F 1) ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ ⌞Ἰδου|μαῖοι⌟ ἀλλὰ Φοίνικες [*](74 Va.)

    64
    καὶ Σύροι, κρατηθέντες δὲ ὑπʼ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖαθαι ἐκλήθησαν Ἰδουμαῖοι.

    ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν. ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων· Ὅμηρος (φ 395)

  • ‘μὴ κέρας ἶπες ἔδοιεν’.
  • θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· καὶ θριπήδεστα{τα} τὰ ὑπὸ τῶν θριπῶν διαβεβρωμένα ξύλα οἷς καὶ ἀντὶ σφραγίδων ἐχρῶντο, ὅτι ἦν δυσπαράπιστα. κίες δὲ τὰ ἐν τοῖς πυροῖς καὶ ἐν ταῖς κριθαῖς θηρίδια. ἴκες δὲ τὰ διεσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· Ἀλκμάν (P.M.G. 93 Page = fr. 54 D.)
  • ‘καὶ ποικίλον ἴκα, τὸν ὀφθαλμῶν
  • ἀμπέλων ὀλετῆρα’.
  • ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν ὁ τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος.