περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἐννοεῖν καὶ ἐννοεῖσθαι διαφέρει. ἐννοεῖ μὲν γὰρ ἄφνω, μὴ ἐπιστῆς· ἐννοεῖται δὲ ὁ ἀπὸ μακρὰν διαλογιζόμενος.

ἐξόσου καὶ ἐξ οὕτινος· διαφέρει. ἐξόσου μὲν γὰρ χρόνου, ἐξότου δὲ τοῦ ἐξ οὕτινος.

45

ἐξανέψιοι καὶ {ἐξ}ἀνεψιοὶ διαφέρει. καὶ ⌞ὅτι⌟ βαρυτόνως [*](54 Va.) ⌞Ἀττικοὶ⌟ προφέρονται τοὔνομα φησὶ {γὰρ} Τρύφων (fr. 8 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· ‘ἐξανέψιοι ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοὶ ὀνόματος ὀξυνομένου.’ εἰσὶ δὲ οἱ μὲν ἀνεψιοὶ τῶν ἀδελφῶν παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα· ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.

ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχόμενα⌞εἰκότα⌟, τὰ δʼ ἐμφερῆ ἐοικότα.

ἐπικήδιον καὶ θρῆνος διαφέρουσιν. ἐπίκήδιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν ⌞οἱ⌟ῳδή⌞ποτε χρόνῳ⌟· οὕτω φησὶ Τρύφων (fr. 114 Vels.). ριστοκλῆς δὲ ὁ Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς τοὔμπαλιν· φησὶ γὰρ ‘θρῆνος δʼ ἐστὶν ᾠδὴ τῆς συμφορᾶς οἰκεῖον ὄνομα ἔχουσα· ὀδυρμὸν γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοινῶς πάντα εἶπον θρήνους, οἱ δὲ διαφέρειν θρῆνόν τε καὶ ἐπικήδιον τὸ | τὸν θρῆνον ᾄδεσθαι παῤ αὐτῇ τῇ συμφορᾷ πρὸ [*](55 Va.) τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενο†ς† ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς, τὸ δʼ ἐπικήδιον ἔπαινόν τινα τοῦ τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦʼ.

46

ἐπιστραφὴς καὶ εὐστραφὴς διαφέρει. ἐπιστραφὴς ὁ προστακτικὸς καὶ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς.

ἐτίκουροι καὶ σύμμαχοι διαφέρουσιν. ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες καὶ συλλαμβανόμενοι, σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Ὅμηρος διʼ ὅλης ἐφύλαξε τῆς ποιήσεως τὴν διαφοράν· οὐκ ἔστιν οὖν παῤ αὐτῷ ἐπικούρους Ἑλλήνων λεγομένους ⌞εὑρεῖν⌟, ἀλλὰ Τρώων.