περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἐπτιατεῖλαι καὶ ἐπισκῆψαι διαφέρει. ἐπιστεῖλαι μὲν διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων.

[*](56 Va.)

ἐπαγγέλλει καὶ ἐπαγγέλλεται διαφέρει. ἐπαγγέλλει μὲν τὸ προστάσσει, ἐπαγγέλλεται δὲ τὸ ὑπισχνεῖται. ὑπισχνεῖται δὲ ὁ τῷ αἰτήσαντι δώσειν ὁμολογήσας, ἐπαγγέλλεται δὲ ὁ ἀφʼ ἑαυτοῦ δώσειν ὁμολογήσας.

ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει. ἐπιτίμιον μὲν γὰρ ἡ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον. ὥστε οὐ δεῖ λέγειν ‘ἐξέτισε τὸ ἐπίτιμον’, ἀλλʼ ‘ἐξέτισε τὸ ἐπιτίμιον’.

47

ἐπικηρύξαι καὶ ἐπικηρυκεύαασθαι διαφέρει. ἐπικηρύξαι μὲν γὰρ ἔλεγον τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀν αγ άγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων· οἱ Ἀθηναῖοι ἐπεκήρυξαν, εἰ μέν τις ζῶντα ἀνάγοιτο Διαγόραν τὸν Μήλιον, δώσειν τάλαντον, εἰ δʼ ἀνέλοι, τὸ ἥμισυ. ἐπικηρυκεύσασθαι δὲ ἔλεγον τὸ περὶ συμβιβάσεως καὶ σπονδῶν τὰς πόλεις κήρυκας πρὸς ἀλλήλας διαπέμπεσθαι.

ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. ἐπίτιμος μὲν γὰρ ὁ ἔντιμος, ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος· ἀφʼ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ ‘ἐπιτίμησον αὐτῷ’ ἀντὶ τοῦ ἐπίπληξον.

ἐπιχαίρειν καὶ συγχαίρειν διαφέρει. ἐπιχαίρειν μὲν [*](57 Va.) γάρ ἔστι τὸ συνεπιγελᾶν τοῖς ἀλλοτρίοις κακοῖς, συγχαίρειν δὲ τὸ συνήδεσθαί τινος ἀγαθοῖς.

ἐπιδοτικὸς μέν ἐστιν ὁ δεομένοις ἐπιδιδούς, μεταδοτικὸς δὲ ὁ φίλοις.