περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, ὡς Ὅμηρος (ρ 153 τ 268)

  • ‘ἐμεῖο δὲ σύνθεο μῦθον’.
  • τὸ δʼ ἐμοῖο σύναρθρον· ‘τοῦ ἐμοῖο παιδός’. καὶ (Ω 486)
  • ‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ’,
  • ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρός’.

    ἐμπειρία πείρας διαφέρει. πεῖρα μὲν γὰρ ἐφʼ ἑνὸς ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ | πολλῶν [*](50 Va.)

    42
    κατάληψις βεβαία. πάλιν δὲ τέχνη ἐμπειρίας διαφέρει· ὅτι ἡ μέν ἐμπειρία ἐν τοῖς κανόσιν, ἡ γραμματικὴ δὲ τέχνη ἀδιάπτωτος ὡς καὶ ἡ ἐπιστήμη.

    ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι’ ἢ ‘ἔαω ἐστὶν ὁ παῖς’. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ ἐν Τραχινίαις (202 sq.)

  • ‘γυναῖκες αἵ τ᾿ ἔσω στέγης
  • αἵ τʼ ἐκτός’,
  • δέον εἰπεῖν ‘γυναῖκες αἵ τʼ ἔνδον’. καὶ Εὐριπίδης ἐν Ἡρακλείδῃ (Heraclidae 584)
  • ‘καὶ τὸν γέροντα τήν τ᾿ ἔσω γραῖαν δόμων’
  • ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις (III p. 224 M. = fr. 40 K.)
  • ‘ὅπως σπεύσεσθ᾿ ὅτι τις γέρων ἔσω’,
  • δέον εἰπεῖν ἔνδον.

    [*](51 Va.)

    ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν

    43
    ἐν τόπῳ καὶ τὴν εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. ἢ ὡς τὸ ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ ἐνταυθοῖ (σ 105)
  • ‘ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων’,
  • ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.)
  • ‘ἐνταῦθα πέμψειν, ἔνθα μήπσθ᾿ ἡλίου
  • φέγγος κα⌞τόψει⌟’
  • ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυφώ (ε 208)
  • ‘ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις’.
  • Ἕκτωρ φησί (Π 836)
  • ‘σὲ δέ ⌞τʼ⌟ ἐνθάδε γῦπες ἔδονται’.
  • ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δʼ εἰς τόπον [*](52 Va.) οὕτως
  • {τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· (Φ 114)}
  • ‘τοῦ δʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθύδʼ Ὀδυασεύς’
  • (ξ 161). ἀπὸ δὲ τοῦ ἔνθα ἐν τόπῳ (γ 109)
  • ‘ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δʼ Ἀχιλλεύς’,
  • εἰς τόπον (ι 142)
  • ‘ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν’,
  • ἀντὶ χρονικοῦ δʼ ἐπιρρήματος τοῦ τότε (Ε 1)
  • ‘ἔνθ᾿ αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη’.
  • 44

    ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει. ἐνθύμημα μὲν γάρ [*](53 Va.) ἐστι πτοιοῦ λόγου σχῆμα, τὸ δʼ ἐνθύμιον ἐτίθετο ἐπὶ τοῦ |προστροπαίου παῤ Ἀττικοῖς· ὁ γοῦν Ἀντιφῶν (cf. 2 γ 10 BI.) ἐν τοῖς Φο{ι}νικοῖς φησι ‘τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενήσεται’.

    ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ἔνδοξος μὲν γάρ ἐστιν ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος.

    ἕνεκα καὶ χάριν διαφέρει. ὁ μὲν γὰρ ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον ‘ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστράτευσε Μενέλαος· ὁ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον ‘χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσε’, τουτέστι Μενελάῳ χαριζόμενος.