περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

παρθενία καὶ σωφροσύνη διαφέρει καὶ παρθένος σώφρονος, καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως, ἡ δὲ σώφρων οὐ πάντως παρθένος.

πάσχειν καὶ συμπάσχεῖν διαφέρει ὡς πάσχων συμπάσχοντος. ὁ μέν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ {συμ}πάσχοντος πάθει οὐ μέντοι συμπάσχων ἀλγεῖ | καθάπερ ὁ πάσχων. οἷον πυρέττει τις τῶν [*](111 Va.) φίλων σφόδρα, καὶ συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴν καὶ πυρέττομεν.

πάτρια πατρπατρῴων καὶ πατρικῶν διαφέρει. πατρῷα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δʼ ἢ φίλοι ἢ ξένοι πάτρια δὲ τὰ τῆς πόλεως ἔθη.

100

παιδίσκη καὶ παιδισκάριον διαφέρει. παιδίσκην μέν γὰρ λέγομεν τὴν ἐλευθέραν, παιδισκάριον δὲ τὸ δοῦλον.

παῖδα οὐ μόνον τὸν υἱὸν ἀλλὰ καὶ τὸν δοῦλον, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Πανταίνετον (or. 37, 50, cf. 23. 40).

πελαστὴς καὶ Πενέστης διαφέρει. πελαστὴς μὲν γὰρ ὁ πρόσφυξ, Πενέστης δὲ παρὰ Θεσσαλοῖς ὁ κατὰ πόλεμον δ??ουλω??θεὶς ὡς παρὰ Λάκωσιν οἱ Εἵλωτες.

πένης καὶ πτωχὸς διαφέρει. πένης μέν γὰρ ὁ ἀπὸ τοῦ ἑργάζεσθαι καὶ πονεῖν ποριζόμενος τὸν βίον πτωχὸς δέ ὁ [*](112 Va.) ἐπαίτης ὁ τοῦ ἔχειν ἐκπεπτωκώς, ἀπὸ τοῦ πτώσσειν, | ὡς Ὅμηρος (ρ 220)·

  • ‘πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα’,
  • καὶ ἐτυμολογῶν φησιν (cf. ρ 227 sq.) ‘ἀλλὰ πτώσσων βούλεται αἰτίζων κατὰ δῆμον βόσκειν ἣν γαστέῤ ἄναλτον’.

    περιμάξαι καὶ ἑκμὰξαι τὸ τοὺς οἰομένους πεφαρμάχθαι διʼ ἐπῳδῶν καὶ καθαρμῶν προσποιεῖσθαι ἀπολύειν.

    101

    πειραστὴς καὶ πειρατὴς διαφέρει. πειραστὴς μέν γὰρ ὁ πειράζων, πειρατὴς δέ ὁ θαλάσσιος λῃστής. καὶ νεῖλος τὰς διαλυθείσας σανίδας καταλιπόντες τοῖς πειραταῖς.

    πεῖρα καὶ πήρα διαφέρει. πεῖρα μέν γάρ ἐστιν ἡ ἐπιστήμη τε καὶ ἐμπειρία. πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον, καὶ δέρμα τι ἀρτοφόρον ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες.