περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

πηδάλιον καὶ πλήθριον διαφέρει. πηδάλιον μέν γὰρ νεώς, πλήθριον δέ σχεδίας.

πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μέν γὰρ πῆ καὶ ποῖ εἰς | τόπον, οἷον [*](113 Va.)

  • ‘πῆ ἔβη Ἀνδρομάχη΄’ (Z 377).
  • τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον·
  • ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;’ (K 406).
  • ὥσθ᾿ ἁμαρτάνουσιν οἱ λέγοντες ‘ ποῦ ἀπέρχῃ;’ δέον ‘πῆ ἀπέρχῃ;’.

    πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖ διαφέρει. πλεῖν μὲν γάρ ἐστι τὸ κατ᾿ εὐθὺ πλέειν ἀποπλεῖν

    102
    δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν· παραπλεῖν δέ τὸ τόπον τινὰ πλοίου διέρχεσθαι· περιπλεῖν δέ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι περὶ τὸν αὐτὸν τόπον.

    πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μέν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπʼ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων — [*](114 Va.) ἔνος γὰρ ὁ ἐνιαυτός ὄλβιος δʼ ὁ τε | λείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος εὐτυχὴς δʼ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

    πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μέν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δέ αἱ τῶν τροχῶν σύριγγες.

    πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μέν γάρ ἐστι σύστημά τινων, ὄχλος δέ κυρίως ἡ ὄχλησις.

    πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μέν γὰρ πλούσιοι οὐ πάντως εὐποροῦνται, ἀλλ᾿  ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί

    103
    ποτε χρημάτων ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινές δὲ εὐπορίαν μὲν τὸν μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δέ τὴν μεγάλην εὐπορίαν.

    πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μέν γάρ ἐστιν ὁ ἐμπείρως πολεμῶν, αἰχμητὴς δέ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.

    πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· | ἐν δὲ [*](115 Va.) συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν.

    πομπή καὶ πομπεία διαφέρουσιν. πομπὴ μέν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης (or. 18, 11) ‘ τῆς δέ πομπείας ταύτης ὕστερον’.