περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

παρέχειν καὶ παρέχεσθαι διαφέρει. παρέχειν μὲν γὰρ λέγεται τὰ διὰ χειρὸς διδόμενα, οἷον ἐαθήματα ἢ ἐκπόματα τὸ δὲ παρέχεσθαι λέγεται ἐπὶ τῶν τῆς ψυχῆς διαθέσεων, οἷον ἐπιθυμίαν, εὔνοιαν. Θουκυδίδης (4, 85, 4 ) ‘καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοιʼ. Δημοσθένης ἐν Φιλιππικοῖς (Olynth. 18)· ‘τὴν αὐτὴν παρειχόμεθα προθυμίανʼ.

παρειαὶ καὶ παρεῖαι διαφέρουσιν. παρειαὶ μὲν γὰρ ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερισπωμένως ὄφεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες·

  • ‘ὡς παρείας ὢν ὄφιςʼ (Ariatoph. PIut. 690).
  • [*](109 Va.)

    πάσασθαι βραχέος μὲν ὄντος τοῦ α τὸ γεύσασθαι δηλοῖ, ἐν ἐκτάσει δὲ τούτου τὸ κτήσασθαι.

    παραβολὴ καὶ παράδειγμα διαφέρει. παραβολὴ μὲν γάρ ἐστιν ἡ οἵα τε γενέσθαι ἐπὶ πράγματος, οἷον

    98
  • ‘ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδών᾿ (Γ 33).
  • παράδειγμα δέ γεγονότος πράγματος ἀντιπαράθεσις·
  • ‘οἶνος καὶ Κένταυρον ἀπώλεσεν’ (cf. e. g. Anthol.
  • Palat. 11, 1, 3)
  • πάλτον καὶ πέλτη διαφέρει. πάλτον μέν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπὶς ἴτυν οὐκ ἔχουσα.

    παρακέκρουσται καὶ παρακέκρουται διαφέρει. τὸ μὲν γὰρ σὺν τῷ σ ἐνεργητικόν ἐστι καὶ σημαίνει τὸ ‘ἑξηπάτηκε’, τὸ δέ χωρὶς τοῦ σ παθητικὸν καὶ σημαίνει τὸ ‘ἐξηπάτηται’.

    παῖς καὶ ἀντίπαις διαφέρει. παῖς μέν γάρ ἐστιν ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ, ἀντίπαις δέ ὁ ἐκβεβηκὼς τοῦ παιδὸς τὴν ἡλικίαν καὶ ἤδη πρόσηβος. βούπαις δέ ὁ μέγας παῖς.

    παιδίσκη καὶ θεράπαινα διαφέρει. παιδίσκη μὲν γάρ ἐστι πᾶσα ἡ τὴν παιδικὴν ἔχουσα ἡλικίαν, ὡς καὶ παιδίσκος· θεράπαινα δὲ ἡ δούλη.

    [*](110 Va.)

    παίδευσις καὶ παιδεία διαφέρει, ὥς φησι Πλάτων ἐν Ὅροις (def. 416 a 27—28). παιδεία μὲν γάρ ἐστι δύναμις θεραπευτικὴ ψυχῆς· παίδευσις δέ παιδείας καὶ ἀρετῆς παράδοσις, καὶ ἐκ παιδὸς ??ἀγωγὴ?? ἐπʼ ἀρετὴ ??ν?? ὁδηγοῦσα.

    99

    παιδίσκη καὶ παῖς διαφέρει. παιδίσκη μὲν γὰρ ἡ ἐλευθέρα παρʼ Ἀττικοῖς, παῖς δὲ ἡ δούλη. Μένανδρος (fr. Koerte2) ἐν Δακτυλίῳ ἐπὶ τοῦ δάου·

  • ‘τίς οὑτοσὶ κακοδαίμων ἔφυ,
  • ὃς οὐκ ἂν ἐκδοίη θυγατέραας μένος
  • καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχωνν;’.