περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

μέμψασθαι, ἐγκαλεῖν καὶ ψέγειν διαφέρει. μέμψις μέν ἐστιν ἀμελοῦντος κατηγορία ---, ψόγος δὲ ἐπονειδίστου.

μινυρίζειν καὶ μινύρεσθαι διαφέρει. μινυρίζειν μὲν γάρ ἐστι ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν· τὸ δʼ αὐτὸ καὶ κινύρεσιαί φασιν.

μισητὴ καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων (fr. 10 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν σημαίνει τὴν ἀξίαν μίσους, καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα, ἐὰν δὲ βαρυτονήσωμεν τὴν | καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ διαφορὰν [*](95 Va.) τῶν σημαινομένων καὶ παρὰ Δωριεῦσί φασι φυλάττεσθαι καὶ παῤ Ἴωσιν.

μισθὸς μισθώματος διαφέρει. μισθὸς μέν ἐστιν ὁ δίκαιος μισθός, μίσθωμα δὲ τὸ ἐπονείδιστον.

84

μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γὰρ μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· ὁ μὲν γὰρ μιμνησκόμενος οὐ πάντως καὶ μέμνηται, ὁ δὲ μεμνημένος πάντως καὶ μιμνήσκεται. καὶ ἄλλως μνήμη ἐστὶν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότος τινὸς ὑπόμνησις, ὥστε ὁ τούτοις ἐναλλὰξ χρώμενος ἁμαρτήσεται.

μνημεῖα καὶ μνήματα διαφέρει. μνημεῖα μὲν γὰρ ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους. {μνήμη μὲν γίνεται νεκροῦ, μνεία δὲ ζῶντος.}

μοχθηρός, μοχθῆ ρος καὶ πόνηρος διαφέρουσι. μοχθηρὸς μὲν γὰρ ὀξυτόνως ὁ τὰ ἤθη πονηρός· λέγουσι δὲ [*](96 Va.) | ἁπλῶς τὰ φαῦλα καὶ μοχθηρὰ πονηρά, ὡς Θουκυδίδης (cf. 7, 48, 1; 8, 24, 5)· ‘πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων’, ἀντὶ τοῦ φαῦλα. μοχθῆρος δὲ ὁ ἐπίπονος, ὡς καὶ πόνηρος.

μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί.

85

μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγονότα πράγματα περιέχει, ὁ δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. ὁ γοῦν λέγων ‘εὖ πεποίηται ἡ περὶ τὸν Κύκλωπα ἱστορία’ ἢ ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ· μᾶλλον γὰρ ἁρμόζει λέγειν ‘εὖ πεποίηται ὁ περὶ τὸν Κύκλωπα μῦθος’.