περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ναὸς καὶ σηκὸς διαφέρει. ὁ μὲν γὰρ ναός ἐστι θεῶν, ὁ δὲ σηκὸς ἡρώων.

ναύκληροι καὶ ναύκραροι διαφέρουσιν. ναύκληροι γάρ εἰ|σιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασμὲν [*](97 Va.) σόμενοι τὰ δημόσια κτήματα. καὶ ναυκράρια οἱ τόποι ἐν οἷς ἀνέκειτο τὰ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ οἱ μισθωτοὶ τῶν συνοικιῶν.

ναυαγία καὶ ναυάγιον διαφέρει. ναυαγία μέν ἐστιν αὐτὴ ἡ τῆς νεὼς διαφθορά, ναυάγιον δὲ τὸ ἐξ αὐτῆς ἐκβρασθέν.

νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει. νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ κομισθὲν ὕδωρ· ἔγκειται γὰρ τῇ

86
λέξει τὸ ἀρύειν. πρόσφατον δὲ τὸ κρέας· ἔγκειται γὰρ ἀπὸ τοῦ φάσαι, ὅ ἐστι φονεῦσαι· ὅθεν καὶ τὸ φάσγανον. νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον.

Νηρεΐδες Νηρέως θυγατέρων διαφέρει. Δίδυμος (p. 300 Schmidt) ὁμοίως ἐν ὑπομνήματι Βακχυλίδου Ἐπινίκων (cf. 1, 8 et 13, 123 Snell8)· φησὶ γὰρ κατὰ λέξιν ‘εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως [*](98 Va.) θυγατέρων, καὶ τὰς μὲν ἐκ Δω|ρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὲν γνησίας καὶ τὸν ἀριθμόν, πλείους δὲ τὰς ἄλλας. ταῦτα φησὶ Μνασέων (FHG III p. 154 fr. 25b) ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον.’ εἶτα ἐκτίθεται διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας.

νῆες πλοίων διαφέρουσιν. Δίδυμος (p. 321 Schmidt) ἐν ἑνδεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως· ὅτι διαφέρουσιν

87
αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατι⌞ώ⌟τιδες. Ἀριστοτέλης δὲ (fr. 614 Rose) ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλε{μ}ων οὕτως· ‘Ἀλέξανδρος ὁ Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατι⌞ωτι⌟κοῖς’.

νοῦς μέν ἐστιν ἀπόκρυφος λογισμός, φρένες δὲ αἱ [*](99 Va.) ἀγαθαὶ διάνοιαι.

νῦν καὶ νυνὶ διαφέρει φησὶ κατά τινας Ἡρακλείδης (fr. 4 Cohn) ἐν πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν ἔσται· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος.

88

νωθέστερος μέν ἐστιν ὁ βλακώδης, νωχελέστερος δὲ ὁ ἀσθενέστερος.