περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει. μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδημούντων, ὡς διασαφεῖ Δείναρχος (fr. LX 2 B. — S.) ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων· ‘πολλὰ κἀγαθά, ὦ ἄνδρες δικασταί, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι | ἐξεῖναι τῶν ἀποδημούντων [*](92 Va.) ἐκμαρτυρίας παρέχεσθαι’.

μάγον τόν τε φαρμακόν, ὡς Αἰσχίνης (3, 137) ἐν τῷ Κατὰ Κτησιφῶντος, καὶ τὸν περὶ τοὺς θεοὺς ἱερουργόν, ὡς Ἡρόδοτος (passim).

μανία μέν ἐστιν ἔκστασις λογισμοῦ, λύσσα δʼ ἐπιτεταμένη μανία, οἶστρος δὲ μανιώδης ἐπιθυμία.

μαντικὴ μέν ἐστιν ἡ τέχνη, μαντεία δὲ ὁ χρησμός.

μέτοικος καὶ ἰσοτελὴς διαφέρει. μέτοικος μὲν γάρ ἐστιν ὁ ὑπόφορος, ἰσοτελὴς δὲ ὁ μὴ τελῶν τι ἢ ἄρχων.

μεταβάλλεσθαι καὶ μεταμορφοῦσθαι καὶ ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβάλλεσθαι μὲν γάρ ἐστι πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνονται ⌞μεταβολαὶ⌟ καὶ πράξεων καὶ ἀφροδισίων. ὁ γοῦν Εὐριπίδης ἐν Ὀρέατῃ (234) παριστῶν τὴν δύναμιν τῆς λέξεώς φησι

  • ‘μεταβολὴ πάντων γλυκύ’.
  • [*](93 Va.)
    82
    μεταμορφοῦσθαι δὲ μεταχαρακτηρισμὸς καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα. ἀλλοίωσις δὲ οὐ μόνον μετασχηματισμὸς χαρακτήρων, ὡς τὸ
  • ‘ἀλλοῖός μοι, ξεῖν’, ἐφάνης νέον ἠὲ πάροιθεν’ (π 181),
  • ἀλλὰ καὶ τῆς προτέρας ὑπολήψεως ποίησις ἑτέρα. ἑτεροίωσις δʼ ὅταν ἀφʼ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλῃ οἷον Νιόβη εἰς λίθον.

    μεῖραξ καὶ μειράκιον καὶ μειρακίσκος διαφέρει. μειράκιον γὰρ καὶ μειρακίσκος ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια.

    μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει. μετρεῖσθαι μὲν γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν τι τοιοῦτον ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος (opp. 349) [*](94 Va.) ‘εὖ μὲν μετρεῖαθαι’, ‘εὖ δʼ ἀποδοῦναι’, οὐχὶ ἀργύριον ἢ χρυσόν, οὐδέπω γὰρ ἦν νομίσματα. ἵστασθαι δὲ ὡς Ὅμηρος (Ν 745 sq.)

    83
  • ‘δείδω μὴ τὸ χθιζὸν ὑποστήσονται Ἀχαιοὶ
  • χρεῖος’,
  • οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ τοῦ χρεολυτήσωσι καὶ ἀντιστήσονται ὡσπερεὶ ὀφειλόμενον δάνος. χρήσασθαι δʼ ἔλεγον ἱμάτιον ἢ σκεῦος.

    μεταβολὴ καὶ ἀλλοίωσις διαφέρει. μεταβολὴ μὲν γὰρ ἡ ἀπὸ τοῦ κακοῦ πρὸς τὸ κρεῖττον μεταβολή, ἀλλοίωσις δὲ ἀπὸ τοῦ καλοῦ πρὸς τὸ χεῖρον ἀλλοίωσις.