Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

πολλὰ γοῦν μέχρι πόρρω τῶν νυκτῶν ἀλλήλοις διειλεγμένοι, καὶ ὅσα εἰκὸς τοὺς κατὰ τὴν νύκτα τὴν παροῦσαν

p.234
ἐντεύξεσθαι ἀλλήλοις ἀπεγνωκότας καὶ οἷον ἀλλήλων ἐφ̓ ὅσον ἔξεστι κορεννυμένους, τέλος καὶ περὶ τῆς κατὰ τὴν πυρκἁ??ʼὰν θαυματουργίας ἐνεσκοποῦντο. καὶ ὁ μὲν Θεαγένης εἰς θεῶν εὐμένειαν τὸ αἴτιον ἀνέφερε, στυγησάντων μὲν τὴν ἄδικον Ἀρσάκης συκοφαντίαν, κατελεησάντων δὲ τὴν ἀθῷον καὶ οὐδὲν αἰτίαν ἡ Χαρίκλεια δὲ ἀμφιβάλλειν ἐῴκει. τὸ μὲν γὰρ καινουργόν, ἔφη, τῆς σωτηρίας δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ: τὸ δὲ ἐν τοσούτοις ἐξετάζεσθαι δυστυχήμασιν ἀδιαστάτως, καὶ κολάσεσιν αἰκίζεσθαι ποικίλως τε καὶ ὑπερβαλλόντως, θεηλατουμένων εἶναι καὶ δυσμενείας κρείττονος πειρωμένων: πλὴν εἰ μὴ θαυματοποιία τίς ἐστι δαίμονος, εἰς τὰ ἔσχατα μὲν βάλλοντος, ἐκ δὲ τῶν ἀπόρων διασώζοντος.

καὶ ἔτι ταῦτα λέγουσα, τοῦ Θεαγένους εὐφημεῖν παρακαλοῦντος καὶ τοῦ εὐσεβεῖν πλέον ἢ τοῦ φρονεῖν ἀντέχεσθαι παραινοῦντος, ἱλήκοιτε θεοί ἀνεβόησεν: οἷον γάρ μοι νῦν ὄναρ ʽεἴτε καὶ ὕπαρ ἦν̓ ἐνθύμιον γέγονεν, ὃ τῆς προτεραίας ἰδοῦσα νυκτὸς τότε μὲν οὐκ οἶδ̓ ὅπως τῆς διανοίας ἀπέβαλον, νυνὶ δέ μου εἰς μνήμην παραγέγονε. τὸ δὲ ὄναρ ἔπος ἦν εἰς μέτρον ἡρμοσμένον. ἔλεγε δὲ τὸ ἔπος ὁ θειότατος Καλάσιρις, εἴτε καταδαρθεῖν λαθούσῃ φανείς, εἴτε καὶ ἐναργῶς ὀφθείς. εἶχε δὲ οἶμαι ὧδέ πως: παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν. ῥηιδίως μοίραις καὶ τἀδόκητα πέλει. καὶ ὁ Θεαγένης διεσείσθη τε ὥσπερ οἱ κάτοχοι, καὶ ἐφ̓ ὅσον ἐνεδίδου τὰ δεσμὰ ἀφήλατο, καὶ εὐμενεῖς εἴητε θεοί ἀνέκραγε: κἀγὼ γάρ τοι ποιητὴς ἐξ ὑπομνήσεως ἀναδείκνυμαι, καὶ χρησμὸς δή μοι παῤ ὁμοίου τοῦ μάντεως, εἴτε Καλάσιρις ἦν εἴτε θεὸς εἰς Καλάσιριν φαινόμενος, πεφοίτηκε. καὶ λέγειν ἐδόκει τοιάδε:

p.235
Αἰθιόπων εἰς γαῖαν ἀφίξεαι ἄμμιγα κούρῃ, δεσμῶν Ἀρσακέων αὔριον ἐκπροφυγών. ἐμοὶ μὲν οὖν ὅποι τείνει τὸ χρήσμιον, ἔχω συμβάλλειν: γῆν μὲν γὰρ Αἰθιόπων τὴν τῶν καταχθονίων ἔοικε λέγειν, ἄμμιγα δὲ κούρῃ, τῇ Περσεφόνῃ με συνέσεσθαι, καὶ λύσιν δεσμῶν τὴν ἐνθένδε ἀπὸ τοῦ σώματος ἀπαλλαγήν. σοὶ δὲ ἄρα τί φράζει τὸ ἔπος, οὕτως ἐξ ἐναντίων πρὸς ἑαυτὸ συγκείμενον; τοὔνομα μὲν ἡ παντάρβη πάντα φοβουμένη δηλοῖ, τὸ παράγγελμα δὲ μὴ δεδοικέναι τὴν πυρὰν ἀξιοῖ. καὶ ἡ Χαρίκλεια, ὦ γλυκύτατε, ἔφη, Θεάγενες, ἡ συνήθειά σε τῶν δυστυχημάτων πάντα πρὸς τὸ φαυλότατον νοεῖν τε καὶ εἰκάζειν παρεσκεύασε: φιλεῖ γὰρ ἄνθρωπος πρὸς τὰ συμπίπτοντα τρέπειν τὴν γνώμην. χρηστότερα δὲ ἢ ὥς σοι παρίσταται μηνύειν μοι τὰ μαντευθέντα φαίνεται, καὶ ἡ κόρη τάχ̓ ἂν εἴην ἐγώ, μεθ̓ ἧς σε πατρίδος τῆς ἐμῆς Αἰθιοπίας ἐπιβήσεσθαι ἐπαγγέλλεται, Ἀρσάκην καὶ τὰ δεσμὰ Ἀρσάκης ἀποφυγόντα. τὸ δὲ ὅπως, ἡμῖν μὲν οὔτε δῆλα οὔτε ἄπιστα, θεοῖς δὲ καὶ δυνατὰ καὶ μελήσει τοῖς καὶ τὰ μαντεύματα φήνασιν. ἡ γοῦν εἰς ἐμὲ πρόρρησις ἤδη, ὡς οἶσθα, βουλήματι τῷ ἐκείνων τετέλεσται, καὶ ζῶ σοι τὸ παρὸν ἡ παντοίως ἀπελπισθεῖσα. καὶ σωτηρίαν ἐμαυτῆς ἐπαγομένη τότε μὲν ἠγνόουν, συνίημι δὲ τὸ παρόν, ὡς ἔοικε. τὰ γὰρ συνεκτεθέντα μοι γνωρίσματα καὶ παρὰ τοὺς ἔμπροσθεν ἀεὶ χρόνους ἐπιφέρεσθαι προνοουμένη, τότε καὶ πλέον, τῆς κρίσεώς μοι γενησομένης καὶ τῆς τελευταίας προσδοκωμένης, περὶ τῇ γαστρὶ ζωσαμένη κρύφα ἐτύγχανον, εἰ μὲν σωζοίμην, εὐπορίαν βίου καὶ τῶν ἀναγκαίων, εἰ δέ τι πάσχοιμι, καλλωπίσματα ἔσχατα καὶ ἐντάφια γενησόμενα. ἐν δὴ τούτοις, ὦ Θεάγενες, οὖσιν ὅρμοις πολυτελέσι καὶ λίθοις ἐριτίμοις Ἰνδικοῖς τε καὶ Αἰθιοπικοῖς, ἔστι δὴ καὶ δακτύλιος,
p.236
δῶρον μὲν παρὰ πατρὸς τοὐμοῦ τῇ μητρὶ παρὰ τὴν μνηστείαν δοθείς, λίθῳ δὲ τῇ καλουμένῃ παντάρβῃ τὴν σφενδόνην διάδετος, γράμμασι δὲ ἱεροῖς τισὶν ἀνάγραπτος, καὶ τελετῆς, ὡς ἔοικε, θειοτέρας ἀνάμεστος, παῤ ἧς εἰκάζω δύναμίν τινα ἥκειν τῇ λίθῳ πυρὸς φυγαδευτικήν, ἀπάθειαν τοῖς ἔχουσιν ἐν ταῖς φλογώσεσι δωρουμένην, ἣ κἀμὲ τυχὸν σὺν βουλήσει θεῶν περιέσωσε. ταῦτα δ̓ ἔχω καὶ συμβάλλειν καὶ γινώσκειν ἐξ ὧν ὁ θειότατός μοι Καλάσιρις ὑπετίθετο πολλάκις, ταῦτα καὶ φράζεσθαι καὶ ἐκδεδιδάχθαι πρὸς τῶν ἐνεστιγμένων τῇ συνεκτεθείσῃ μοι ταινίᾳ, νυνὶ δὲ κατὰ γαστέρα τὴν ἐμὴν ἐνειλημένῃ, διηγούμενος. ταῦτα μὲν εἰκότα καὶ ὄντα πλέον καὶ τοῖς ὑπηργμένοις συμβαίνοντα, ἔφη ὁ Θεαγένης: ἐκ δὲ τῶν εἰς αὔριον κινδύνων ποία τις ἄρα παντάρβη ἄλλη ἐξαιρήσεται; οὐ γάρ που καὶ ἀθανασίαν, ὡς ὄφελε, κατὰ τὴν πρὸς τὰς πυρκαϊὰς ἀντιπάθειαν ἐπαγγέλλεται, τῆς ἀλάστορος Ἀρσάκης, ὡς εἰκάζειν ἔνεστιν, ἕτερόν που καὶ καινότερον τιμωρίας τρόπον τὰ νῦν ἐπινοούσης. καὶ εἴθε γε ἅμα κατ̓ ἀμφοτέρων καὶ θάνατον ἕνα καὶ ἐν ὥρᾳ μιᾷ καταδικάσειεν, ὡς οὐδὲ τελευτὴν ἂν τοῦτο ἐθέμην, ἀλλὰ πάντων κακῶν ἀνάπαυλαν. καὶ ἡ Χαρίκλεια, θάρσει, ἔφη: παντάρβην ἑτέραν ἔχομεν τὰ μεμαντευμένα. καὶ θεοῖς ἐπανέχοντες σωζοίμεθά τε ἂν ἥδιον, καὶ εἰ δέοι, πάσχοιμεν ὁσιώτερον.

οὗτοι μὲν δὴ ταῦτα ἀναθεωροῦντες, καὶ νῦν μὲν θρηνοῦντες καὶ πλέον ἀνιᾶσθαι καὶ ἀγωνιᾶν ἅτερος ὑπὲρ θατέρου διεγγυώμενοι, νῦν δὲ τὰ τελευταῖα ἀλλήλοις ἐπισκήπτοντες, καὶ ὡς μέχρι θανάτου πιστοὶ τὰ ἐρωτικὰ πρὸς ἀλλήλους ἔσονται θεούς τε καὶ τὰς παρούσας τύχας ἐπομνύντες, οὕτω διῆγον: ὁ δὲ Βαγώας καὶ οἱ σὺν αὐτῷ πεντήκοντα ἱππεῖς νυκτὸς ἔτι βαθείας

p.237
ὕπνῳ τὰ πάντα ἐπεχούσης ἀφικνοῦνται εἰς τὴν Μέμφιν, καὶ τοὺς ἐπὶ τῶν πυλῶν ἡσυχῇ διαναστήσαντες καὶ οἵ τινες εἶεν εἰπόντες τε καὶ γνωρισθέντες ἐπὶ τὰ σατραπεῖα σὺν σπουδῇ καὶ ἀθορύβως εἰσέρχονται. καὶ τοὺς ἱππέας ὁ Βαγώας αὐτοῦ κατέλιπε, τοῖς σατραπείοις ἐν κύκλῳ περιστήσας, ὡς, εἴ τις καὶ γένοιτο ἀντίστασις, ηὐτρεπίσθαι πρὸς ἄμυναν. αὐτὸς δὲ κατά τινα παραπυλίδα τοῖς πολλοῖς ἀγνοουμένην ἀσθενεῖς τὰς θύρας ἐκμοχλεύσας, καὶ τῷ κατοικοῦντι φράσας τε ἑαυτὸν καὶ σιωπᾶν ἐπιστείλας, ὡς τὸν Εὐφράτην ἐμπειρίᾳ καὶ γνώσει τῶν τόπων ἔσπευδεν, ἅμα τι καὶ τῆς σεληναίας τότε μικρὸν ὑπαυγαζούσης. καὶ καταλαβὼν ἐπὶ τῆς εὐνῆς ἀφύπνισέ τε, καὶ θορυβούμενον καὶ τίς οὑτοσί βοῶντα κατέστελλε, Βαγώας ἐγώ, λέγων: ἀλλὰ φῶς ἥκειν πρόσταττε. προσκαλεσάμενος δή τι παιδάριον τῶν προσεδρευόντων, λύχνον ἅψασθαι, τοὺς ἄλλους ἐάσαντα καθεύδειν, προσέταττεν. ἐπειδὴ δὲ ἧκεν ὁ παῖς καὶ κατὰ τὸν λυχνοῦχον ἐπιθεὶς μετέστη, τί τοῦτο; ἔλεγεν Εὐφράτης: τί ἄρα καινὸν ἀγγέλλει πάθος ἡ αἰφνίδιός σου καὶ ἀπροσδόκητος ἄφιξις; ὃ δέ, οὐ πολλῶν, ἔφη, δεῖ λόγων: ἀλλὰ τουτὶ τὸ γράμμα ἀναγίνωσκε λαβών, καὶ πρό γε τούτου τῆς σφραγῖδος τοὐπίσημον ἀναγνώριζε, καὶ ὡς Ὀροονδάτης ἐστὶν ὁ κελεύων πίστευε, καὶ τὰ ἐπεσταλμένα πρᾶττε, νυκτὶ καὶ τάχει συμμάχοις εἰς τὸ λαθεῖν ἀποχρώμενος. εἰ δὲ καὶ τὰ πρὸς Ἀρσάκην ἐπεσταλμένα λυσιτελὲς ἀποδοῦναι, πρότερον αὐτὸς δοκίμαζε.

ὑποδεξάμενος οὖν ὁ Εὐφράτης τὰς ἐπιστολάς, καὶ ἀμφοτέρας ἐπελθών, Ἀρσάκη μέν, ἔφη, ἄλλως τε οἰμώξει, καὶ τὸ παρὸν ἐν ἐσχάτοις διάγει, πυρετοῦ τινὸς ὥσπερ θεηλάτου τῆς προτεραίας ἐνσκήψαντος, καὶ θέρμης ὀξείας ὑποδραμούσης καὶ εἰς δεῦρο κατεχούσης,

p.238
ὀλίγας τοῦ περιέσεσθαι τὰς ἐλπίδας ἐνδεικνυμένη. ἐγὼ δ̓ ἂν ταῦτα οὐδὲ ἐρρωμένῃ ἔδωκα, θᾶττον ἂν προαποθανούσῃ καὶ ἡμᾶς συναπολεσάσῃ ἢ ἑκούσῃ τοὺς νέους ἐκδούσῃ. σὺ δὲ εἰς καιρὸν ἥκων ἴσθι. καὶ ὑποδεξάμενος ἄγε τοὺς ξένους, καὶ τὴν εἰς δύναμιν ἐπικουρίαν σύσπευδε, καὶ κατελέει παντοίως ἀθλίους μὲν ὄντας καὶ κακοδαίμονας, καὶ μυρίας αἰκίας καὶ κολάσεις, οὔ τοι ἑκόντος ἐμοῦ, κελευομένου δὲ πρὸς Ἀρσάκης, ὑποστάντας, τἆλλα δέ, ὡς ἔοικεν, εὖ γεγονότας, καὶ ὡς ἡ πεῖρά μοι καὶ τὰ ἔργα παρέστησε, τὰ πάντα σώφρονας. καὶ ἅμα λέγων ἦγεν ἐπὶ τὸ δεσμωτήριον.

ὁ μὲν δὴ Βαγώας ἰδὼν τοὺς νέους δεσμώτας, καὶ ἤδη ταῦτα καὶ πρὸς τῶν βασάνων τετρυχωμένους, ἐκπέπληκτο τοῦ μεγέθους ἅμα καὶ κάλλους. οἳ δὲ τοῦτο ἐκεῖνο εἶναι νομίσαντες, καὶ ἀωρὶ τοὺς περὶ τὸν Βαγώαν ἥκειν τὴν ἐπὶ θανάτῳ καὶ τὴν τελευταίαν ἀπάξοντας, εἰς βραχὺ μὲν διεταράχθησαν, εἶτα ἀνενεγκόντες ἱλαρῷ καὶ διακεχυμένῳ τῷ βλέμματι, ὅτι ἀφροντιστοῦσι καὶ πλείονα χαίρουσιν, ἐπίδηλοι τοῖς παροῦσιν εγίνοντο. ἤδη γοῦν τῶν περὶ τὸν Εὐφράτην πλησιαζόντων καὶ ἐπιδραττομένων καὶ ἀπὸ τῶν ξύλων πρὸς οἷς τὰ δεσμὰ κατακέκλειστο ὑπεκλυόντων, ὁ Θεαγένης, εὖ γε ἡ ἀλάστωρ Ἀρσάκη, ἀνεβόησεν, ὅτι νυκτὶ καὶ ζόφῳ τὰς ἑαυτῆς ἀθεμίτους πράξεις ἐπικρύπτειν οἴεται. δεινὸς δὲ ὁ τῆς δίκης ὀφθαλμὸς ἐλέγχειν τὰ κρύφια καὶ τὰ ἀθέμιτα φωτίζειν. ἀλλ̓ ὑμεῖς τὰ προστεταγμένα πράττετε, καὶ εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ξίφος ὥρισται καθ̓ ἡμῶν, τὸν αὐτὸν ἅμα καὶ ἕνα θάνατον χαρίσασθε ἀμφοτέροις. συμπαρεκάλει δὲ τὰ αὐτὰ καὶ ἡ Χαρίκλεια. ἐπιδακρύσαντες οὖν καὶ οἱ εὐνοῦχοι ʽσυνίεσαν γὰρ ἠρέμα τῶν λεγομένων̓ αὐτοῖς δεσμοῖς ὑπεξῆγον.

p.239

κἀπειδὴ τῶν σατραπείων ἐκτὸς γεγόνεισαν, ὁ μὲν Εὐφράτης κατὰ χώραν ἔμενεν, ὁ δὲ Βαγώας καὶ οἱ ἱππεῖς τῶν πολλῶν δεσμῶν ἐπικουφίσαντες τοὺς νέους, καὶ ὅσα φυλάττειν οὐ κολάζειν ἔμελλον ἐγκαταλιπόντες, ἐφ̓ ἵππου τε ἑκάτερον ἀναθέμενοι καὶ μέσους εἰς κύκλον περιστοιχισάμενοι, τάχους οὐδὲν ἀνιέντες ἐπὶ τὰς Θήβας ἤλαυνον. τὸ δὴ λειπόμενον τῆς νυκτὸς ἀδιαστάτως ὁδοιπορήσαντες καὶ κατὰ τὴν ἑξῆς ἡμέραν εἰς ὥραν που τρίτην οὐδαμοῦ γόνυ κάμψαντες, τῆς τε ἡλιακῆς ἀκτῖνος τὸν φλογμὸν οἷα δὴ θέρους ὥρᾳ καὶ κατ̓ Αἴγυπτον οὐκέτ̓ ἀνεχόμενοι, πιεζόμενοί τε ὑπὸ ἀγρυπνίας, καὶ πλέον τὴν Χαρίκλειαν πρὸς τῆς συνεχοῦς ἱππηλασίας ἀπειρηκυῖαν ὁρῶντες, ἔγνωσαν αὐτοῦ που κατασκήψαντες πνεῦσαι μὲν αὐτοί, ἀπαπνεῦσαι δὲ καὶ τὴν ἵππον, ἀναψῦξαι δὲ καὶ τὴν κόρην. καὶ ἦν γάρ τις ὄχθη καὶ ἄκρα τοῦ Νείλου, καθ̓ ἣν τῆς ἐπ̓ εὐθὺ στάθμης τὸ ὕδωρ ἀνακοπὲν καὶ πρὸς ἑλιγμὸν ἡμίκυκλον ἐκτραπέν, πρός τε τὸ ἀντίθετον τῆς ἐκτροπῆς ἐπιστρέψαν, οἷον ἠπειρωτικόν τινα κόλπον ἀπετέλει τὸ περιγραφόμενον, πολλοῦ μὲν λειμῶνος οἷα δὴ διαρρεομένου τοῦ παντὸς ἀνάπλεων, πολλὴν δὲ πόαν καὶ χιλὸν ἄφθονον ἐνδαψιλεύσασθαι κτήνεσι νομὴν ἀπαυτοματίζοντα, δένδρεσί τε περσέαις καὶ συκομόροις καὶ ἄλλοις τοῖς Νείλου συννόμοις τε καὶ φίλοις ἐπηρεφῆ τε καὶ κατάσκιον. ἐνταῦθα ὁ Βαγώας ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἐνηυλίσατο, σκηνὴν τὰ δένδρα ποιησάμενος: καὶ αὐτός τε σίτου μετέλαβε καὶ τοῖς περὶ τὸν Θεαγένην μετέδωκε, διωθουμένους τὰ πρῶτα ἐπαναγκάσας. καὶ ὡς περιττὸν εἴη σιτεῖσθαι τοὺς αὐτίκα τεθνηξομένους φάσκοντας μετέπειθεν, ὡς οὐδὲν ἔσται τοιοῦτο διεγγυώμενος, καὶ ὡς οὐκ ἐπὶ θάνατον, ἄγοιντο δὲ πρὸς Ὀροονδάτην ἐκδιδάσκων.

p.240

ἤδη δὲ τῆς ἄγαν μεσημβρίας χαλώσης, οὐκέτι τὴν κορυφὴν ἡλίου, πλάγια δὲ καὶ ἀπὸ τῶν δυσμικωτέρων βάλλοντος, τῶν τε περὶ τὸν Βαγώαν εἰς τὴν πορείαν διασκευαζομένων, ἐφίσταταί τις ἱππεὺς ὑπὸ συντόνου τῆς ἐλασίας, ὡς ἐδόκει, πνευστιῶν μὲν αὐτός, ἱδρῶτι δὲ καταρρεόμενον τὸν ἵππον χαλεπῶς ἀνέχων. καὶ πρὸς τὸν Βαγώαν ἰδίᾳ τι φράσας ἡσύχαζεν. ὃ δὲ εἰς βραχὺ κατηφήσας, καὶ ἐν συννοίᾳ τῶν ἀπαγγελθέντων γεγονέναι δόξας, ὦ ξένοι, ἔφη, θαρσεῖτε: δίκην ὑμῖν ὑπέσχεν ἡ πολεμία. τέθνηκεν Ἀρσάκη, βρόχον ἀγχόνης ἁψαμένη, ἐπειδὴ τὴν ὑμετέραν σὺν ἡμῖν ἔξοδον ἐπύθετο, καὶ τὸν ἐξ ἀνάγκης θάνατον αὐθαιρέτως προύλαβεν, οὐκ ἂν διαδράσασα τὴν ἐξ Ὀροονδάτου καὶ βασιλέως τιμωρίαν, ἀλλ̓ ἢ σφαγεῖσα ἢ τῷ λειπομένῳ τοῦ βίου πάντως ἐνασχημονοῦσα. ταυτὶ γὰρ φράζει καὶ ἐπιστέλλει διὰ τοῦ νῦν ἥκοντος Εὐφράτης. ὥστε θαρσεῖτε πλέον, καὶ θυμὸν ἔχετε ἀγαθόν, αὐτοὶ μὲν οὐδὲν ἠδικηκότες, ὡς ἀκριβῶς ἔγνων, τὴν δὲ ἀδικήσασαν ἐκποδὼν ἔχοντες. ταῦτα ἔλεγεν ὁ Βαγώας παραστησάμενος, ἀλλὰ καὶ ψελλιζόμενος τὴν Ἑλλάδα φωνήν, καὶ παράσημα τὰ πολλὰ ἐπισύρων. ἔλεγε δὲ ἅμα μὲν καὶ αὐτὸς χαίρων, τὸ ἀκόλαστον τῆς Ἀρσάκης καὶ τυραννικὸν ζώσης βαρυνόμενος, ἅμα δὲ τοὺς νέους ἐπιρρωννύς τε καὶ παρηγορούμενος, ἐλπίζων, ὅπερ ἦν, ἐπὶ μέγα παρὰ τῷ Ὀροονδάτῃ καὶ λαμπρῶς εὐδοκιμήσειν, εἰ περισώσειεν αὐτῷ νεανίαν τε πᾶσαν τὴν ἄλλην τοῦ σατράπου διακονίαν ἐπισκιάσοντα, καὶ κόρην ἀπρόσμαχόν τε τὸ κάλλος καὶ εἰς γυναῖκα, μετὰ Ἀρσάκην ἀπελθοῦσαν, ἐσομένην. ἔχαιρον δὲ καὶ οἱ περὶ τὸν Θεαγένην τῇ ἀκοῇ, θεούς τε μεγάλους καὶ δίκην ἀνακαλοῦντες οὐδὲν ἔτι πήσεσθαι δεινὸν ὑπετίθεντο, κἂν εἰ τὰ χαλεπώτατα διαδέχοιτο, τῆς ἐχθίστης κειμένης. οὕτως ἄρα ἡδύ τι καὶ

p.241
τὸ ἀπόλλυσθαι, ὅταν συμβαίνῃ τοῖς ἐχθροῖς ἐπαπόλλυσθαι.

δείλης οὖν ὀψίας ἤδη πρὸς τὸ εὐπνούστερον ἀναχεομένης καὶ πρὸς τὸ βάσιμον τὴν ὁδοιπορίαν ἐπιψυχούσης, ἄραντες ἤλαυνον αὐτήν τε τὴν ἑσπέραν καὶ τὴν συνεχῆ νύκτα καὶ τῆς συναπτομένης ἡμέρας τὰ ὄρθρια, σπουδὴν ποιούμενοι κατὰ τὰς Θήβας τὸν Ὀροονδάτην, εἰ δύναιντο, καταλαβεῖν. οὐ μὴν προυχώρει γε αὐτοῖς, ἀλλά τινος τῶν ἀπὸ τῆς στρατιᾶς καθ̓ ὁδὸν ἐντυχόντος, καὶ ὡς ἐξωρμήκοι μὲν τῶν Θηβῶν ὁ σατράπης ἀπαγγείλαντος, αὐτὸς δὲ ἀποσταλείη πάντα τινὰ στρατιώτην ἔνοπλον, κἂν εἰ πρὸς φρουραῖς εἴη καταλελειμμένος, ἐπισπεῦσαι πρὸς τὴν Συήνην κατεπείξων ʽἐμπεπλῆσθαι γὰρ ἅπαντα θορύβου, καὶ δέος εἶναι τὴν πόλιν ἡλωκέναι, τοῦ μὲν σατράπου καθυστεροῦντος, τοῦ δὲ Αἰθιοπικοῦ στρατοῦ θᾶττον ἀκοῆς ἐπιβρίσαντοσ̓, ἐκτραπεὶς τῶν Θηβῶν ὁ Βαγώας ἐπὶ τὴν Συήνην ἤλαυνεν.

ἤδη δὲ πλησιάζων Αἰθιοπικῷ περιπίπτει λόχῳ καὶ πλήθει νεολαίας εὐοπλούσης, οἳ προαπεστάλησαν μὲν ὀπτῆρές τε ἐσόμενοι καὶ τὸ ἀσφαλὲς τῆς ὁδοιπορίας τῇ παρὰ σφῶν ἀποπείρᾳ πρὸς τὴν ὅλην στρατιὰν βεβαιώσοντες, τότε δὲ ὑπὸ νυκτός τε καὶ τόπων ἀπειρίας πορρωτέρω τῶν φιλίων ἢ προσῆκον ἦν φθάνειν ἀποσφαλέντες, κατά τινα τοῦ ποταμοῦ λόχμην ἐγκαταδύντες, αὑτοῖς τε ἅμα εἰς φρουρὰν καὶ τοῖς ἐναντίοις εἰς ἐνέδραν ἄυπνοι τὴν λόχμην ἐπετείχιζον. ἄρτι δὲ ἡμέρας ὑποφαινούσης τὸν Βαγώαν καὶ τὴν σὺν αὐτῷ ἵππον αἰσθόμενοι παριόντας, καὶ τὸ πλῆθος ὡς ὀλίγοι διοπτεύσαντες, μικρόν τε παραδραμεῖν ἐνδόντες, καὶ ὅτι ἄλλοι μηδένες ἐφέποιντο ἀκριβώσαντες, ἀθρόον τοῦ ἕλους μετὰ βοῆς ἐκδύντες μετέθεον. ὁ δὲ Βαγώας καὶ τὸ ἄλλο ἱππικὸν ὑπό τε τῆς ἀπροσδοκήτου βοῆς πτοίας ἐμπέπληστο,

p.242
καὶ ἀπὸ τῆς χροιᾶς Αἰθίοπας εἶναι τοὺς φανέντας γνωρίσαντες, καὶ τὸ πλῆθος ὡς ἀπρόσμαχον ἰδόντες ʽχίλιοι γὰρ εἰς τὴν κατασκοπὴν ὡπλισμένοι κούφως ἐστάλησαν̓, οὐδὲ ἀκριβῶς τὴν θέαν ἀνασχόμενοι πρὸς φυγὴν ὥρμησαν, σχολαίτερον τὰ πρῶτα ἢ ὅσον ἠδύναντο, καὶ ὥστε μὴ προῦπτον δρασμὸν ἐμφαίνειν, ἀπιόντες. οἳ δὲ ἐπεδίωκον, τοὺς ὅσοι Τρωγλοδύται σφῶν ʽἦσαν δὲ εἰς διακοσίουσ̓ προτέρους ἐπαφέντες. Τρωγλοδύται δὲ μοῖρα μέν ἐστιν Αἰθιοπική, νομαδικὴ δὲ καὶ Ἀράβων ὅμορος, δρόμου τε ὀξύτητα φύσει τε εὐτυχοῦντες καὶ ἐκ παίδων ἀσκοῦντες τὴν μὲν βαρεῖαν ὅπλισιν οὐδὲ ἀρχὴν ἐδιδάχθησαν, ἀπὸ σφενδόνης δὲ κατὰ τὰς μάχας ἀκροβολιζόμενοι ἢ δρῶσί τι πρὸς ὀξὺ τοὺς ἀνθισταμένους, ἢ καθυπερτέρους αἰσθόμενοι διαδιδράσκουσιν: οἳ δὲ ἀπογινώσκουσιν αὐτίκα τὴν ἐπιδίωξιν, ἐπτερωμένους τῇ ποδωκίᾳ συνειδότες, καὶ εἰς ὀπάς τινας βραχυστόμους καὶ χηραμοὺς κρυφίους πετρῶν καταδυομένους. οὗτοι δ̓ οὖν τότε πεζοὶ τοὺς ἱππέας ἔφθανον, καί τινας καὶ τραυματίας γενέσθαι σφενδονῶντες ἴσχυσαν. οὐ μὴν ἐδέξαντό γε ἀντεφορμήσαντας, ἀλλὰ προτροπάδην εἰς τοὺς ἀπολειφθέντας τῶν φιλίων πολὺ καθυστεροῦντας ἀπεδίδρασκον. ὃ δὴ καὶ σκοπήσαντες οἱ Πέρσαι, καὶ τῆς ὀλιγότητος ὑπεριδόντες, τὴν ἀντεφόρμησιν ἐθάρρησαν: ἀποσκευασάμενοί τε εἰς βραχὺ τοὺς ἐγκειμένους τὸν δρασμὸν αὖθις ἐπέσπευδον, τοῖς τε μύωψι τοὺς ἵππους ἐρεθίζοντες, καὶ δυνάμεως ὅσον ἦν καὶ τάχους, ἀνέτοις τοῖς χαλινοῖς ἐφιέντες. οἱ μὲν οὖν ἄλλοι διαδιδράσκουσιν, ἑλιγμόν τινα τοῦ Νείλου καθάπερ ἄκραν ὑποδραμόντες, καὶ τῷ προβόλῳ τῆς ὄχθης τὴν θέαν τῶν ἐναντίων ἀποκρύψαντες: ὁ δὲ Βαγώας ἁλίσκεται προσπταίσαντι τῷ ἵππῳ συγκατενεχθεὶς καὶ θάτερον τοῖν σκελοῖν εἰς τὸ ἀκίνητον
p.243
πηρωθείς. ἁλίσκονται δὲ Θεαγένης καὶ Χαρίκλεια, τὸ μέν τι τὸν Βαγώαν ἐγκαταλιπεῖν οὐκ ἐνεγκόντες, ἄνδρα φιλάνθρωπον περὶ αὐτοὺς καὶ ὀφθέντα καὶ ἐλπισθέντα. παρειστήκεσαν γοῦν ἀποβάντες τῶν ἵππων, ἴσως ἂν καὶ διαφυγόντες, πλέον δὲ ἑκόντες ὑποκατακλινόμενοι, τοῦ Θεαγένους πρὸς τὴν Χαρίκλειαν τοῦτ̓ ἐκεῖνο εἶναι τὸ ὄναρ εἰπόντος, καὶ τοὺς Αἰθίοπας τούτους ὧν εἰς τὴν γῆν ἀφικέσθαι πεπρωμένον εἶναι ἡμῖν αἰχμαλώτους ἁλόντας. καλὸν οὖν ἐγχειρίζειν ἑαυτοὺς καὶ ἐπιτρέπειν ἀδηλοτέρᾳ τύχῃ τοῦ προδήλου παρὰ Ὀροονδάτῃ κινδύνου.

καὶ ἡ Χαρίκλεια συνίει μὲν λοιπὸν ὑπὸ τῶν εἱμαρμένων χειραγωγουμένη, καὶ εὔελπις ἦν τῶν βελτιόνων, φιλίους μᾶλλον ἢ πολεμίους τοὺς ἐπιόντας ὑποτιθεμένη: φράζουσα δὲ οὐδὲν τῷ Θεαγένει τῶν νοουμένων, ὑπὸ μόνης πείθεσθαι τῆς συμβουλῆς ἐνεδείκνυτο. πλησιάσαντες οὖν οἱ Αἰθίοπες, καὶ τὸν μὲν Βαγώαν εὐνοῦχον καὶ ἀπόλεμον ἀπὸ τῆς ὄψεως γνωρίσαντες, τοὺς δὲ ἀόπλους μὲν καὶ δεσμώτας κάλλει δὲ καὶ εὐγενείᾳ διαπρέποντας, ἠρώτων οἵ τινες εἶεν, Αἰγύπτιόν τε ἀπὸ σφῶν ἕνα τὸν καὶ περσίζοντα τὴν φωνὴν εἰς τὴν πεῦσιν καθέντες, ὡς ἢ ἀμφοτέρων ἢ θατέρου πάντως συνήσοντας: οἱ γὰρ ὀπτῆρές τε καὶ σκοποὶ λεγομένων τε καὶ πραττομένων ἀποσταλέντες ὁμογλώσσους τε καὶ ὁμοφώνους τοῖς τε ἐγχωρίοις καὶ πολεμίοις ἐπάγεσθαι ὑπὸ τῆς χρείας ἐδιδάχθησαν. ὡς οὖν ὁ Θεαγένης ὑπό τε συνδιαιτήσεως ἤδη μακρᾶς τῆς Αἰγυπτίας καὶ βραχείας τῆς πεύσεως τὸν μὲν τὰ πρῶτα εἶναι τοῦ σατράπου Περσῶν ἀπεκρίνατο, ἑαυτὸν δὲ καὶ τὴν Χαρίκλειαν Ἕλληνας γένος, Περσαῖς μὲν πρότερον αἰχμαλώτους ἀγομένους, τὸ παρὸν δὲ Αἰθίοψιν ὑπὸ χρηστοτέρας ἴσως τύχης ἐγχειριζομένους, ἔγνωσαν φείδεσθαι καὶ ζωγρείᾳ λαβόντες ἄγειν, καὶ πρώτην ὥσπερ

p.244
ἄγραν καὶ μεγίστην βασιλεῖ τῷ σφῶν προσάγειν, τὸν μὲν κτῆμα τῶν τοῦ σατράπου τὸ τιμιώτατον ʽΠερσῶν γὰρ βασιλείοις αὐλαῖς ὀφθαλμοὶ καὶ ἀκοαὶ τὸ εὐνούχων γένος, οὐ παίδων, οὐ συγγενείας τὸ πιστὸν τῆς εὐνοίας μετασπώσης, ἀλλὰ μόνου τοῦ πιστεύσαντος ἀναρτώσησ̓, τοὺς δὲ νέους δῶρον τὸ κάλλιστον διακονίᾳ καὶ αὐλῇ τῇ τοῦ βασιλέως ἐσομένους. ἦγον οὖν αὐτίκα τῶν ἵππων ἐπιβιβάσαντες, τὸν μὲν ὡς τραυματίαν, τοὺς δὲ ὡς ὑπὸ τῶν δεσμῶν εἰς τὸ ἐπισπεῦδον τῆς πορείας ἰσοταχεῖν ἀδυνατοῦντας. καὶ ἦν ὥσπερ ἐν δράματι προαναφώνησις καὶ προεισόδιον τὸ γινόμενον: ξένοι καὶ δεσμῶται τὴν σφαγὴν ὀλίγῳ πρόσθεν τὴν αὑτῶν ἐν ὀφθαλμοῖς ταλαντεύσαντες οὐκ ἤγοντο πλέον ἢ προεπέμποντο, ἐν αἰχμαλώτῳ τύχῃ πρὸς τῶν ὀλίγον ὕστερον ὑπηκόων δορυφορούμενοι.

καὶ οἳ μὲν ἐν τούτοις ἦσαν, ἡ δὲ Συήνη πολιορκίᾳ λαμπρῶς ἤδη περιεστοίχιστο καὶ ὥσπερ ἄρκυσιν ἐναπείληπτο τοῖς Αἰθίοψιν. ὁ μὲν γὰρ Ὀροονδάτης ὅσον οὔπω πλησιάζειν τοὺς Αἰθίοπας αἰσθόμενος, καὶ τοὺς Καταρράκτας ὑπερθεμένους ἐπὶ τὴν Συήνην ἐλαύνειν, ὀλίγον ἔφθη προεισελάσας εἰς τὸ ἄστυ, καὶ τάς τε πύλας ἐπικλεισάμενος καὶ τὰ τείχη βέλεσι καὶ ὅπλοις καὶ μηχανήμασι φραξάμενος ἐκαραδόκει τὸ μέλλον: ὁ δὲ δὴ τῶν Αἰθιόπων βασιλεὺς Ὑδάσπης, ἐπειδὴ πόρρωθεν εἰσελαύνειν μέλλοντας εἰς τὴν Συήνην τοὺς Πέρσας προκατοπτεύσας, εἶτα ἐπιδιώξας ὥστε προφθῆναι συμβαλών, καθυστέρησεν, ἐπαφῆκε τῇ πόλει τὸν στρατόν, καὶ εἰς κύκλον τῷ τείχει περιχέας ἀπρόσμαχον καὶ μόνῃ τῇ θέᾳ προσεκάθητο, μυριάσιν ἀπείροις ἀνδρῶν ὁμοῦ καὶ ὅπλων καὶ ζώων τὰ Συηναίων πεδία στενοχωρῶν. ἔνθα καὶ καταλαβόντες αὐτὸν οἱ κατάσκοποι τοὺς ἁλόντας προσῆγον. ὃ δὲ ἥδετο μὲν καὶ τῇ ὄψει τῶν νέων,

p.245
εὐμενὴς αὐτόθεν πρὸς τὰ ἴδια, καὶ οὐκ εἰδώς, ὑπὸ τοῦ μαντευτικοῦ τῆς ψυχῆς γινόμενος: ἐγάννυτο δὲ ἐπὶ πλέον τῷ συμβόλῳ δεσμίων προσαγομένων. καὶ εὖ γε ἀνεβόησε, δεσμίους ἡμῖν οἱ θεοὶ τοὺς πολεμίους ἐκ τῶν πρωτολείων παραδιδόασι. καὶ οὗτοι μέν, ἔφη, πρῶτοι ληφθέντες εἰς ἀπαρχὴν τοῦ πολέμου σωζέσθωσαν κατὰ τὰς ἐπινικίους θυσίας, ὡς ὁ πάτριος τῶν Αἰθιόπων βούλεται νόμος, θεοῖς τοῖς ἐγχωρίοις εἰς ἱερουργίαν φυλαχθησόμενοι: τοὺς δὲ κατασκόπους δώροις ἀμειψάμενος, τούτους τε καὶ τοὺς αἰχμαλώτους εἰς τοὺς σκευοφόρους ἀπέπεμπε, μοῖραν αὐτάρκη τῶν ὁμογλώσσων εἰς τὴν φρουρὰν ἀποκληρώσας, τά τε ἄλλα σὺν ἐπιμελείᾳ τῇ πάσῃ διάγειν, καὶ δίαιταν ἄφθονον παρέχειν, καὶ παντὸς ἄγους καθαρεύοντας φυλάττειν οἷον ἱερεῖά τινα ἤδη τρεφομένους ἐπιστείλας, καὶ τὰ δεσμά τε ἀμείβειν καὶ χρυσᾶ ἐπιβάλλειν: ὅσα γὰρ σίδηρος παῤ ἄλλοις εἰς τὰς χρείας, ταῦτα παῤ Αἰθίοψιν ὁ χρυσὸς νομίζεται.