Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ὁ γὰρ δὴ βασιλεὺς Αἰθιόπων ἀπάτῃ περιεληλυθὼς τὸν Ὀροονδάτην, καὶ θατέρου τῶν ἐπάθλων τοῦ πολέμου γεγονὼς ἐγκρατής, καὶ τὴν πόλιν ἐπίμαχον τὰς Φίλας ἀεὶ τυγχάνουσαν ἐκ προλήψεως ὑφ̓ αὑτῷ πεποιημένος, εἰς πᾶσαν ἀμηχανίαν, ὥστε καὶ κατηπειγμένως ποιεῖσθαι τὴν ἐκστράτειαν καὶ αὐτοσχέδιον τὰ πολλά, κατηνάγκαζεν. ἡ γὰρ πόλις αἱ Φίλαι κεῖται μὲν ἐπὶ τῷ Νείλῳ, τῶν ἐλαττόνων καταρρακτῶν ἀνωτέρω μικρόν, Συήνης δὲ καὶ Ἐλεφαντίνης ἑκατόν που τοῖς μεταξὺ σταδίοις διείργεται. ταύτην ποτὲ φυγάδες Αἰγύπτιοι καταλαβόντες καὶ ἐνοικήσαντες ἀμφίβολον Αἰθίοψί τε καὶ Αἰγυπτίοις κατέστησαν, τῶν μὲν τοῖς καταρράκταις τὴν Αἰθιοπίαν ὁριζομένων, Αἰγυπτίων δὲ καὶ τὰς Φίλας, κατὰ τὴν προενοίκησιν τῶν παῤ ἑαυτοῖς φυγάδων, ὡς ἂν δορυαλώτους ἑαυτοῖς προσνέμειν ἀξιούντων.

p.218
συνεχῶς δὴ μεταπιπτούσης τῆς πόλεως, καὶ τῶν ἀεὶ προλαβόντων καὶ ἐπικρατούντων γινομένης, τότε δὲ ὑπὸ φρουρᾶς Αἰγυπτίων τε καὶ Περσῶν κατεχομένης, ὁ τῶν Αἰθιόπων βασιλεὺς πρεσβείαν ὡς τὸν Ὀροονδάτην στείλας ἐξῄτει μὲν καὶ τὰς Φίλας, ἐξῄτει δὲ καὶ τὰ σμαράγδεια μέταλλα, καὶ πάλαι περὶ τούτων, ὡς εἴρηται, διακηρυκευσάμενος καὶ οὐ τυχών. ὀλίγαις τε προφθῆναι τοὺς πρεσβευτὰς ἡμέραις ἐπιτρέψας ἐφείπετο, πάλαι προπαρασκευασάμενος δῆθεν ὡς ἐπ̓ ἄλλον τινὰ πόλεμον, καὶ οὐδενὶ τὴν ὁρμὴν τῆς στρατείας φράσας. κἀπειδὴ τὰς Φίλας ὑπερβεβηκέναι τοὺς πρεσβευτὰς εἴκαζεν, ὀλιγωρίαν τοῖς τε ἐνοικοῦσι καὶ φρουροῖς ἐμποιήσαντας, καὶ ὡς ὑπὲρ εἰρήνης ἢ καὶ φιλίας πρεσβεύοιεν ἀπαγγείλαντας, αὐτὸς αἰφνίδιον ἐπιστὰς τήν τε φρουρὰν ἐξήλασε, δύο μέν που καὶ τριῶν ἡμερῶν ἀντισχοῦσαν, πλήθει δὲ τῶν ἐναντίων καὶ μηχαναῖς τειχομάχοις ἐνδοῦσαν, καὶ τὴν πόλιν κατέσχεν, οὐδενὶ τῶν ἐνοικούντων λυμηνάμενος.

διὰ ταῦτα δὴ τεταραγμένον καταλαβὼν τὸν Ὀροονδάτην ὁ Ἀχαιμένης, καὶ ἅπαντα πεπυσμένον παρὰ τῶν διαδράντων, ἔτι πλέον ἐξετάραξεν ἀπροσδόκητός τε καὶ ἀπρόσκλητος ὀφθείς. καὶ μή τι δεινὸν περὶ τὴν Ἀρσάκην ἢ τὸν ἄλλον οἶκον γεγόνοι πυνθανομένῳ, γεγονέναι μὲν ὁ Ἀχαιμένης, ἰδίᾳ δὲ φράζειν βούλεσθαι ἀπεκρίνατο. κἀπειδὴ τῶν ἄλλων ἐχωρίσθησαν, ἅπαντα κατεμήνυεν, ὡς ὑπὸ Μιτράνου ληφθεὶς αἰχμάλωτος ὁ Θεαγένης ἀπέσταλτο πρὸς Ὀροονδάτην, δῶρον, εἰ δόξειεν, ὡς βασιλέα τὸν μέγαν ἀναπεμφθησόμενος ʽκαὶ γὰρ εἶναι τὸ χρῆμα τοῦ νεανίου τῆς βασιλέως αὐλῆς καὶ τραπέζης ἐπάξιον̓, ὡς ὑπὸ Βησσαέων ἀφαιρεθείη, προσανελόντων καὶ τὸν Μιτράνην, ὡς ἀφίκοιτο μετὰ ταῦτα εἰς τὴν Μέμφιν, παρενείρων ἅμα καὶ τὰ κατὰ τὸν

p.219
Θύαμιν, καὶ τέλος τὸν ἐπὶ τῷ Θεαγένει τῆς Ἀρσάκης ἔρωτα, καὶ τὸν εἰς τὰ βασίλεια τοῦ Θεαγένους εἰσοικισμόν, καὶ τὰς περὶ αὐτὸν φιλοφρονήσεις, καὶ τὰς ἐκείνου διακονίας τε καὶ οἰνοχοΐας: καὶ ὡς πέπρακται μὲν ἤδη τῶν παρανόμων ἴσως οὐδέν, ἀνθισταμένου τέως τοῦ νεανίου καὶ ἀντέχοντος, δέος δὲ πραχθῆναι βιασθέντος ἢ καὶ τῷ χρόνῳ τοῦ ξένου πως ἐνδόντος, εἰ μὴ φθαίη τις αὐτὸν προαναρπάζων ἐκ τῆς Μέμφεως καὶ τὴν ὅλην τοῦ ἔρωτος ὑπόθεσιν τῆς Ἀρσάκης ὑποτεμνόμενος: διὰ γὰρ δὴ ταῦτα καὶ αὐτὸς ἐπειχθῆναι, καὶ λάθρᾳ διαδρὰς ἥκειν μηνυτής, εὐνοίᾳ τῇ περὶ τὸν δεσπότην ἀποκρύπτειν τὰ κατὰ τοῦ δεσπότου μὴ ἐνεγκών.

κἀπειδὴ τούτοις θυμοῦ τὸν Ὀροονδάτην ἐμπεπλήκει, καὶ ὅλος πρὸς ἀγανάκτησιν καὶ τιμωρίαν ἐξῄει, δἰ ἐπιθυμίας αὖθις ἐξέκαε τὰ κατὰ τὴν Χαρίκλειαν προστιθεὶς καὶ ἐπὶ μέγα, ὥσπερ ἦν, ἐξαίρων, καὶ τὸ κάλλος παντοίως ἐκθειάζων καὶ τὴν ὥραν τῆς κόρης, ὡς οὔτε ὀφθείη πρότερον οὔτε αὖθις δυνήσεται, μικρὰ νόμιζε, λέγων, πάσας σοι τὰς παλλακίδας εἶναι παρὰ ταύτην, οὐ μόνον τὰς κατὰ τὴν Μέμφιν ἀλλὰ καὶ τὰς ἑπομένας. καὶ ἄλλα πολλὰ πρὸς τούτοις ὁ Ἀχαιμένης, ἐλπίζων, εἰ καὶ προσομιλήσειεν Ὀροονδάτης τῇ Χαρικλείᾳ, μικρὸν γοῦν ὕστερον ἐπὶ μισθῷ τῶν μηνυμάτων ἐξαιτήσας πρὸς γάμον ἕξειν.

καὶ ὅλως ἐξηρέθιστο ἤδη καὶ διακαὴς ἦν ὁ σατράπης, θυμοῦ καὶ ἐπιθυμίας ἅμα ὥσπερ εἰς ἄρκυς ἐμβεβλημένος. καὶ οὐδὲ μικρὸν ὑπερθέμενος, Βαγώαν τινὰ τῶν πεπιστευμένων εὐνούχων προσκαλεσάμενος, ἱππέας τε πεντήκοντα ἐγχειρίσας, εἰς τὴν Μέμφιν ἐξέπεμπεν, ἄγειν ὡς αὐτὸν Θεαγένην τε καὶ Χαρίκλειαν ὡς ὅτι τάχιστα, καὶ οὗπερ ἂν αὐτὸς καταλαμβάνοιτο, ἐπιστείλας.

p.220

ἐνεχείριζε δὲ καὶ γράμματα, τὸ μὲν πρὸς Ἀρσάκην ὧδε ἔχον.

Ὀροονδάτης Ἀρσάκῃ. Θεαγένην καὶ Χαρίκλειαν τοὺς αἰχμαλώτους μὲν ἀδελφοὺς βασιλέως δὲ δούλους, βασιλεῖ διαπεμφθησομένους ἀπόστειλον. ἀλλ̓ ἑκοῦσα ἀπόστειλον, ἐπεὶ καὶ ἀκούσης ἀχθήσονται καὶ Ἀχαιμένης πιστευθήσεται.

πρὸς δὲ Εὐφράτην τὸν κατὰ τὴν Μέμφιν ἀρχιευνοῦχον τοιόνδε.

ὑπὲρ μὲν ὧν οἰκίας τῆς ἐμῆς ὀλιγωρεῖς, εὐθύνας ὑφέξεις: τὸ παρὸν δὲ τοὺς ξένους Ἕλληνας τοὺς αἰχμαλώτους Βαγώᾳ παράδος ὡς ἐμὲ ἀχθησομένους, ἑκούσης Ἀρσάκης, εἴτε καὶ ἀκούσης. πάντως δὲ παράδος, ἢ αὐτὸς ἴσθι δέσμιος ἀχθῆναι προστεταγμένος, τῆς δορᾶς ἀφαιρησόμενος.

οἱ μὲν δὴ περὶ τὸν Βαγώαν ἐπὶ τὸ προστεταγμένον ἐξώρμησαν, τῶν ἐπεσταλμένων παρὰ τοῦ σατράπου κατασεσημασμένων, ὡς ἂν μᾶλλον πιστεύσειαν οἱ κατὰ τὴν Μέμφιν καὶ θᾶττον τοὺς νέους ἐκδοῖεν: ἐξώρμησε δὲ καὶ Ὀροονδάτης ἐπὶ τὸν πρὸς Αἰθίοπας πόλεμον, ἕπεσθαι καὶ τὸν Ἀχαιμένην προστάξας, ἠρέμα καὶ οὐκ εἰδότα παραφρουρούμενον, ἕως ἂν τὰ πρὸς αὐτοῦ μηνυθέντα δείξειεν ἐπαληθεύων.

κατὰ δὲ τὰς αὐτὰς ἡμέρας καὶ κατὰ τὴν Μέμφιν τοιάδε ἐγίνετο. ἄρτι τοῦ Ἀχαιμένους ἀποδράντος, ὁ Θύαμις ἤδη τὴν προφητείαν ὁλόκληρον ἀναδεδεγμένος καὶ τὰ πρῶτα τῆς πόλεως διὰ τοῦτο φερόμενος, τὰ περὶ τὴν κηδείαν τοῦ Καλασίριδος ἐκτελέσας καὶ τὰ νενομισμένα τῷ πατρὶ πάντα ἐν ἡμέραις ταῖς τεταγμέναις ἐπενέγκας, ἀναζητήσεως ἔννοιαν τῶν περὶ τὸν Θεαγένην ἐλάμβανεν, ὅτε δὴ παραιτεῖσθαι καὶ τοῖς θύραθεν ἐκ τοῦ προφητικοῦ νόμου διατεταγμένον ἐγίνετο. κἀπειδὴ πολυπραγμονῶν καὶ ἐκπυνθανόμενος ἔγνω τοῖς σατραπείοις

p.221
ἐνῳκισμένους, ὡς εἶχε σπουδῆς, ἐλθὼν ὡς τὴν Ἀρσάκην ἐξῄτει τοὺς νέους ξένους, ὡς αὐτῷ κατὰ πολλὰ μὲν καὶ ἄλλα προσήκοντας, πλέον δὲ ὅτι περ ὁ πατὴρ Καλάσιρις τελευτῶν ἐπέσκηπτε παντοίως προνοεῖν καὶ ὑπερμαχεῖν τῶν ξένων ἐπιστείλας, χάριν μὲν ἔχειν ὁμολογῶν ὅτι τὰς διὰ μέσου ταύτας ἡμέρας ὑπεδέξατο νέους καὶ ξένους καὶ Ἕλληνας φιλανθρωπευομένη, καθ̓ ἃς ἐνδιαιτᾶσθαι τῷ ναῷ τοῖς μὴ ἱερωμένοις ἀπηγόρευτο, δικαιῶν δὲ ἀνακομίζεσθαι τὴν αὐτὸς αὑτοῦ παρακαταθήκην. καὶ ἡ Ἀρσάκη, θαυμάζω σου, ἔφη, χρηστὰ μὲν ἡμῖν καὶ φιλάνθρωπα προσμαρτυροῦντος, ἀπανθρωπίαν δὲ αὖθις καταγινώσκοντος, εἰ μὴ δυνησόμεθα ἢ βουλησόμεθα προνοεῖν τῶν ξένων καὶ τὰ πρέποντα αὐτοῖς ἀπονέμειν. οὐ τοῦτο, εἶπεν ὁ Θύαμις: καὶ γὰρ καὶ ἐν ἀφθονωτέροις τῇδε πλέον ἢ παῤ ἡμῖν οἶδα ἐσομένους, εἰ καὶ μένειν βουλομένοις ἦν. νυνὶ δὲ γένους ὄντες τῶν ἐπὶ δόξης, ἄλλως δὲ τύχης ἐπηρείαις ποικίλαις κεχρημένοι καὶ τὸ παρὸν ἀλητεύοντες, πάντων ἐπίπροσθεν ποιοῦνται γένος τὸ ἴδιον ἀνακομίσασθαι καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν: ὧν εἰς τὴν σύλληψιν ἐμὲ κληρονόμον ὁ πατὴρ καταλέλοιπεν, ὄντων μοι καὶ ἄλλων φιλίας πρὸς τοὺς ξένους δικαιωμάτων. εὖ γε ἐποίησας, ἡ Ἀρσάκη πρὸς αὐτόν, τοῦ μὲν ἐκδυσωπεῖν ἀφέμενος, τὸ δὲ δίκαιον προβαλόμενος: πλέον γὰρ τοῦτο μεθ̓ ἡμῶν ὂν φαίνεται, ὅσῳ καὶ τὸ δεσποτεύειν τοῦ προνοεῖν τὴν ἄλλως εἰς τὸ ἔχειν ἐπικρατέστερον. ὁ δὲ Θύαμις θαυμάσας, δεσποτεύεις δέ, ἔφη, σὺ τούτων ὅπως; πολέμου νόμῳ, πρὸς αὐτὸν ἀπεκρίνατο, δούλους τοὺς αἰχμαλώτους ἀναδεικνύντος.

συνεὶς δὴ οὖν ὁ Θύαμις ὅτι τὰ περὶ τὸν Μιτράνην ἐθέλει λέγειν, ἀλλ̓ ὦ Ἀρσάκη, ἔφη, οὐ πόλεμος τάδε ἀλλ̓ εἰρήνη τὸ παρόν. κἀκεῖνος μὲν δουλοῦν, ἐλευθεροῦν δὲ αὕτη πέφυκε. κἀκεῖνο μέν ἐστι

p.222
βούλημα τυραννικόν, τουτὶ δὲ δόγμα βασιλικόν. εἰρήνην δὲ καὶ πόλεμον οὐχ ἡ τῶν ὀνομάτων ἀξίωσις, ἀλλ̓ ἡ τῶν χρωμένων διάταξις ἀληθέστερον γνωρίζειν πέφυκε. τὸ μὲν δίκαιον τούτοις τιθεμένη βέλτιον ἂν φανείης ὁριζομένη, τό γε μὴν πρέπον ἢ συμφέρον οὐδὲ εἰς ἀμφισβήτησιν καθίσταται: πῶς γάρ σοι καλὸν ἢ λυσιτελοῦν νέων καὶ ξένων οὕτως ἐκθύμως φαίνεσθαί τε καὶ ὁμολογεῖν ἀντεχομένην;

ἐπὶ τούτοις οὐκέτι κατέσχεν ἡ Ἀρσάκη, ἀλλ̓ ἔπασχεν ὃ δὴ καὶ πάντες ὡς ἐπίπαν οἱ ἐρῶντες. λανθάνειν μὲν οἰόμενοι καὶ ἐρυθριῶσιν, ἁλισκόμενοι δὲ ἀπαναισχυντοῦσιν, ὁ μὲν ἀγνοούμενος ὀκνηρότερος, ὁ δὲ πεφωραμένος θρασύτερος καθιστάμενος. ὡς δὴ κἀκείνῃ τὸ συνειδὸς τῆς ψυχῆς ἔλεγχος ἐγίνετο, καὶ τὸν Θύαμιν ὑπωπτευκέναι τι τῶν κατ̓ αὐτὴν ὑποτοπήσασα, παῤ οὐδὲν μὲν τὸν προφήτην καὶ τὸ προφητικὸν ἀξίωμα ποιησαμένη, πᾶσαν δὲ γυναικείαν αἰδῶ παραγκωνισαμένη, ἀλλ̓ οὐδὲ τῶν εἰς Μιτράνην, ἔφη, δεδραμένων ὑμῖν χαιρήσετε, ἀλλ̓ ἔσται καιρὸς ἐν ᾧ τοὺς σφαγέας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ τὴν δίκην Ὀροονδάτης εἰσπράξεται. τούσδε δὲ οὐ μεθήσομαι, τὸ μὲν παρὸν ἐμοὶ δουλεύοντας, ὀλίγον δὲ ὕστερον ἀδελφῷ τῷ ἐμῷ βασιλεῖ τῷ μεγάλῳ κατὰ νόμον τὸν Περσικὸν ἀναπεμφθησομένους. πρὸς ταῦτα ῥητόρευε, καὶ δίκαια καὶ πρέποντα καὶ συμφέροντα μάτην ὁριζόμενος, ὧν οὐδενὸς προσδεῖται ὁ κρατῶν, τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστον ποιούμενος. καὶ αὐλῆς τῆς ἡμετέρας ὡς ὅτι τάχιστα καὶ ἑκὼν μεθίστασο, μὴ δὴ λάθῃς καὶ ἄκων μεθιστάμενος.

ὁ μὲν οὖν Θύαμις ἐξῄει θεούς τε ἐπιμαρτυράμενος καὶ τοσοῦτον ἐπισκήψας, ὡς οὐκ εἰς καλὸν ταῦτα τελευτήσει, κατάδηλα ποιῆσαι πρὸς τὴν πόλιν καὶ ἐπικαλέσασθαι

p.223
πρὸς βοήθειαν ἐνθυμούμενος. ἡ δὲ Ἀρσάκη, λόγος οὐδείς εἰποῦσα τῆς σῆς προφητείας, μίαν ὁρᾷ προφητείαν ἔρως τὴν ἐπιτυχίαν, εἰς τὸν θάλαμόν τε χωρισθεῖσα καὶ τὴν Κυβέλην προσκαλεσαμένη περὶ τῶν παρόντων διεσκοπεῖτο: καὶ γάρ πως ἤδη καὶ τὸν δρασμὸν τοῦ Ἀχαιμένους οὐ φαινομένου δἰ ὑποψίας ἐλάμβανε, τῆς Κυβέλης, εἴ ποτε πυνθάνοιτο καὶ ἐπιζητοίη τὸν Ἀχαιμένην, ποικίλας καὶ ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσης, καὶ πάντα μᾶλλον ἢ τὴν ὡς Ὀροονδάτην ἄφιξιν πιστεύειν παρασκευαζούσης, πλὴν οὐ παντάπασι τὰ τελευταῖα πειθούσης, ἀλλ̓ ἤδη διὰ τὸν χρόνον καὶ ἀπιστουμένης. τότε δ̓ οὖν, τί ποιήσομεν, ἔλεγεν, ὦ Κυβέλη; τίς λύσις ἔσται μοι τῶν περιεστηκότων; ὁ μὲν ἔρως οὐκ ἀνίησιν, ἀλλ̓ ἐπιτείνει πλέον, ὥσπερ ὕλῃ τῷ νέῳ λάβρως ὑποπιμπράμενος: ὃ δέ ἐστιν ἀπηνής τε καὶ ἀμείλιχος, φιλανθρωπότερος τὰ πρῶτα ἢ νῦν φαινόμενος, τότε μὲν ἀπατηλαῖς γοῦν ἐπαγγελίαις παρηγορῶν, νῦν δὲ παντάπασι καὶ ἀπερικαλύπτως τὰ πρός με ἀπαγορεύων. ὃ δή με καὶ διαταράττει μᾶλλον, μὴ δή τι περὶ Ἀχαιμένους ὧν ὑπονοῶ καὶ αὐτὸς πέπυσται, καὶ πλέον ἀποδειλιᾷ τὴν πρᾶξιν. λυπεῖ δὲ ἐπὶ πᾶσιν Ἀχαιμένης, ὃς νῦν μηνυτὴς ὡς Ὀροονδάτην πεπόρευται, ἢ πείσων ἴσως ἢ οὐ πάντως ἄπιστα λέξων. ὀφθείη μοι μόνον Ὀροονδάτης: μίαν θεραπείαν καὶ δάκρυον Ἀρσάκειον ἓν οὐχ ὑποστήσεται. μεγάλην εἰς πειθὼ κέκτηται πρὸς ἄνδρας ἴυγγα τὰ γυναικεῖα καὶ σύνοικα βλέμματα. ἀλλ̓ ἐκεῖνο ὑπέρδεινον, εἰ μὴ τυχοῦσα Θεαγένους προληφθείην ὑπὸ τῆς κατηγορίας, ἢ κἂν οὕτω τύχῃ, τῆς τιμωρίας, εἴ τι πρὶν ἐντυχεῖν μοι πιστεύσειεν Ὀροονδάτης. ὥστε ὦ Κυβέλη πάντα κίνει, πᾶσαν εὕρισκε μηχανήν, πρὸς ὀξὺ καὶ τὴν ἄκραν ἀκμὴν περιεστηκότα ἡμῖν ὁρῶσα τὰ πράγματα, καὶ ἅμα ἐννοοῦσα
p.224
ὡς οὐκ ἔστιν ὅπως ἐμαυτῆς ἀπογνοῦσα φείσομαι ἄλλων, ἀλλὰ πρώτη παραπολαύσεις τῶν τοῦ παιδὸς ἐπιχειρημάτων: ἃ πῶς ἠγνόηκας, οὐκ ἔχω συμβάλλειν. καὶ ἡ Κυβέλη, παιδὸς μέν, ἔφη, τοῦ ἐμοῦ πέρι, καὶ πίστεως εἰς σὲ τῆς ἐμῆς, ὦ δέσποινα, οὐκ ἀληθῆ δοξάζουσα γνώσῃ τοῖς ἔργοις: αὐτὴ δὲ οὕτως ὑπτίως προσιοῦσα τῷ σαυτῆς ἔρωτι, καὶ τῷ ὄντι μαλακιζομένη, μὴ ἄγε τὴν αἰτίαν ἐπ̓ ἄλλους τοὺς οὐκ αἰτίους. οὐ γὰρ ὡς δέσποινα κρατεῖς, ἀλλ̓ ὡς δουλεύουσα θεραπεύεις τὸ μειράκιον. ἃ παρὰ μὲν τὴν πρώτην ὀρθῶς ἴσως ἐγίνετο, ἁπαλοῦ τινὸς ἐκείνου καὶ νέου τὴν ψυχὴν νομισθέντος: ἐπειδὴ δὲ κατεξανίσταται ὡς ἐρωμένης, λαμβανέτω πεῖραν ὡς δεσποίνης, καὶ μαστιγούμενος καὶ στρεβλούμενος ὑποπιπτέτω τοῖς σοῖς βουλήμασι. πεφύκασι γὰρ οἱ νέοι θεραπευόμενοι μὲν ὑπερφρονεῖν βιαζόμενοι δὲ ὑπείκειν, ὥστε καὶ οὗτος πράξει κολαζόμενος ἅπερ ἠθέτει κολακευόμενος. ἀλλὰ δοκεῖς μέν, ἔφη, εὖ λέγειν, ἡ Ἀρσάκη: πῶς δ̓ ἂν ἐνέγκαιμι, ὦ θεοί, τοῖς ἐμοῖς ὀφθαλμοῖς ἢ ξαινόμενον ὁρῶσα τὸ σῶμα ἐκεῖνο ἢ καὶ ἄλλως κολαζόμενον; αὖθις αὖ σὺ μαλακίζῃ, ἔφη, ὥσπερ οὐ πρὸς ἐκείνου τε γενησόμενον ὀλίγαις στρεβλώσεσι τὸ ἑλέσθαι τὰ βελτίονα, καὶ σοὶ πρὸς μικρὸν ἀνιαθείσῃ τυχεῖν τῶν κατὰ γνώμην. ἔνεστι δέ σοι μηδὲ λυπεῖν τὸν ὀφθαλμὸν τοῖς γινομένοις, ἀλλ̓ Εὐφράτῃ παραδοῦσαν, καὶ κολάζειν εἰποῦσαν ὥς τι πεπλημμεληκότα, μήτε ἀνιᾶσθαι ὁρῶσαν ʽἀκοὴ γὰρ ὄψεως εἰς τὸ λυπῆσαι κουφότερον̓, καὶ εἰ μεταβεβλημένον αἰσθοίμεθα, πάλιν ἐξελέσθαι ὡς αὐτάρκως ἐπεστραμμένον.

ἐπείθετο ἡ Ἀρσάκη: ἀπελπισθεὶς γὰρ ὁ ἔρως οὐδεμίαν ἔχει φειδὼ τοῦ ἐρωμένου, τρέπειν δὲ φιλεῖ τὴν ἀποτυχίαν εἰς τιμωρίαν. καὶ τὸν ἀρχιευνοῦχον μετακαλεσαμένη τὰ δεδογμένα προσέταξεν. ὃ δὲ καὶ φύσει μὲν

p.225
τὴν εὐνούχων ζηλοτυπίαν νοσῶν, σμυχόμενος δὲ καὶ πάλαι κατὰ τοῦ Θεαγένους ἐξ ὧν ἑώρα τε καὶ ὑπώπτευεν, εὐθὺς ἐν, δεσμοῖς εἶχε σιδηροῖς καὶ ἐπίεζε λιμῷ καὶ αἰκίαις, εἰς οἴκημα ζοφῶδες κατακλεισάμενος, καὶ εἰδότι μὲν προσποιουμένῳ δὲ καὶ πυνθανομένῳ δῆθεν τὴν αἰτίαν οὐδὲν ἀποκρινόμενος, ἐπιτείνων δὲ ὁσημέραι τὰ τῆς κολάσεως, καὶ πλέον ἢ ἐβούλετο ἡ Ἀρσάκη καὶ ἐντέταλτο τιμωρούμενος, εἰσφοιτᾶν δὲ οὐδενὶ παριεὶς ἢ μόνῃ τῇ Κυβέλῃ, τοῦτο προστεταγμένον. ἣ δὲ ἐφοίτα συνεχῶς, καὶ τροφὰς κρύφα παρεισφέρειν ἐνεδείκνυτο, οἰκτείρουσα μὲν δῆθεν καὶ ὑπὸ τῆς συνηθείας ἐπικλωμένη, τὸ δ̓ ἀληθὲς ἀποπειρωμένη, ποίαν τινὰ γνώμην ἔχοι πρὸς τὰ παρόντα, καὶ εἴπερ ἐνδιδοίη καὶ μαλάσσοιτο πρὸς τῶν στρεβλώσεων. ὃ δὲ ἦν πλέον ἀνὴρ τότε, καὶ πλέον ἀπεμάχετο πρὸς τὰς πείρας, τὸ μὲν σῶμα καταπονούμενος, τὴν δὲ ψυχὴν ἐπὶ σωφροσύνῃ ῥωννύμενος, καὶ μεγαλαυχούμενος ἅμα πρὸς τὴν τύχην καὶ γαυριῶν, εἰ λυποῦσα τῷ πλείστῳ μέρει, τῷ καιριωτάτῳ χαρίζοιτο, ἐπιδείξεως ἀφορμὴν τῆς εἰς Χαρίκλειαν εὐνοίας τε καὶ πίστεως παρεσχημένη, μόνον εἰ γιγνώσκει ταῦτα κἀκείνη, μέγιστον ἀγαθὸν τιθέμενος, καὶ συνεχῶς Χαρίκλειαν καὶ φῶς καὶ ψυχὴν καὶ ζωὴν ἀνακαλῶν. ὥστε καὶ ἡ Κυβέλη ταῦτα ὁρῶσα, καὶ παρὰ μὲν τῆς Ἀρσάκης ὡς ἠρέμα βούλοιτο πιέζεσθαι τὸν Θεαγένην ἀκούουσα ʽοὐ γὰρ ἐς τελευτὴν ἀλλ̓ ἐς ἀνάγκην παραδεδωκέναἰ, αὐτὴ δὲ ἐκ τῶν ἐναντίων ἐπιτείνειν τὰ τῶν κολάσεων πρὸς τὸν Εὐφράτην ἀπαγγέλλουσα, ὡς ἀνύουσα ᾔσθετο οὐδέν, ἀλλ̓ ἀπηγόρευτο καὶ αὐτῇ παῤ ἐλπίδας ἡ πεῖρα, συνεῖσα οἷ κακῶν ἦν, καὶ νῦν μὲν τὴν ἐξ Ὀροονδάτου τιμωρίαν, εἰ πύθοιτο ταῦτα παρὰ Ἀχαιμένους, ὅσον οὐδέπω προσδοκῶσα, νῦν δὲ ὡς φθήσεται αὐτὴν διαχρωμένη τάχα καὶ ἡ Ἀρσάκη ὡς
p.226
παιχθεῖσα εἰς τὴν τοῦ ἔρωτος σύλληψιν, ὁμόσε χωρεῖν ἔγνω τοῖς κατειληφόσι, καὶ μέγα τι κακὸν ἐπιτελέσασα ἢ κατορθῶσαι τῇ Ἀρσάκῃ τὰ κατὰ γνώμην καὶ τὸ παρὸν τὸν ἀπ̓ ἐκείνης προσδοκώμενον διαδῦναι κίνδυνον, ἢ τοὺς ἐλέγχους τῶν πάντων πραγμάτων ἀφανίσαι, θανάτους ἅμα πᾶσιν ἐπινοήσασα. καὶ πρὸς τὴν Ἀρσάκην ἐλθοῦσα, μάτην, ἔφη, κάμνομεν ὦ δέσποινα: οὐ γὰρ ἐνδίδωσιν ὁ ἀπηνὴς ἐκεῖνος, ἀλλ̓ ἀεὶ γίνεται καὶ πλέον θρασύτερος, Χαρίκλειαν διὰ στόματος ἔχων καὶ ταῖς ἐκείνης ἀνακλήσεσιν ὥσπερ θεραπείαις παρηγορούμενος. τελευταίαν οὖν, εἰ δοκεῖ, τὸ τοῦ λόγου, ῥίψωμεν ἄγκυραν, καὶ τὴν ἐμποδὼν γινομένην ἐκποδὼν ποιησώμεθα. εἰ γὰρ μάθοι μὴ οὖσαν, εἰκός που καὶ μεταβληθῆναι αὐτὸν πρὸς τὸ βούλημα τὸ ἡμέτερον, ἀπογνόντα τὸν ἐπ̓ ἐκείνῃ πόθον.

ἅρπαγμα τὸ ῥηθὲν ἐποιήσατο ἡ Ἀρσάκη, καὶ τὴν ἐκ πολλοῦ ζηλοτυπίαν ὀργῇ τῶν εἰρημένων ἐπιτείνασα, εὖ λέγεις, ἔφη, καὶ μελήσει μοι προστάξαι τὴν ἀλιτήριον ἀναιρεθῆναι. καὶ τίς ὁ πεισθησόμενος; ἀπεκρίνατο ἡ Κυβέλη: πάντων γὰρ ἐν ἐξουσίᾳ σοι τυγχανούσῃ τὸ ἀναιρεῖν δίχα κρίσεως τῶν ἐν τέλει Περσῶν πρὸς τῶν νόμων ἀπηγόρευται. δεήσει τοίνυν πραγμάτων σοι καὶ δυσχερείας, αἰτίας τινὰς καὶ ἐγκλήματα κατὰ τῆς κόρης ἀναπλαττούσῃ: καὶ πρόσεστι τὸ ἄδηλον εἰ πιστευθησόμεθα. ἀλλ̓ εἰ δοκεῖ, ʽπάντα γὰρ ὑπὲρ σοῦ καὶ πράττειν καὶ πάσχειν ἕτοιμοσ̓ φαρμάκῳ τὴν ἐπιβουλὴν διακονήσομαι καὶ ποτῷ γεγοητευμένῳ τὴν ἀντίδικον ἐκποδὼν ποιήσομαι. ἐπῄνεσε ταῦτα ἡ Ἀρσάκη, καὶ ποιεῖν ἐκέλευεν. ἣ δὲ αὐτίκα ὥρμησε. καὶ καταλαβοῦσα τὴν Χαρίκλειαν. ἐν ὀδυρμοῖς καὶ δάκρυσι, καὶ τί γὰρ ἄλλ̓ ἢ πενθοῦσαν, καὶ ὅπως αὑτὴν ἐξάξοι τοῦ βίου διανοουμένην ʽἤδη γὰρ ὑπῄσθητο τὰς ἀμφὶ Θεαγένην τύχας, ποικίλως

p.227
αὐτὴν καὶ ταῦτα τῆς Κυβέλης τα πρῶτα βουκολούσης, καὶ τοῦ μὴ ὁρᾶσθαι αὐτὸν μηδὲ φοιτᾶν συνήθως εἰς τὸ δωμάτιον ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσησ̓ — καὶ ὦ δαιμονία, φησίν, οὐ παύσῃ σεαυτὴν τρύχουσα καὶ καταναλίσκουσα μάτην; ἰδού σοι καὶ Θεαγένης ἀφεῖται, καὶ ἥξει τήμερον εἰς ἑσπέραν. ἡ γὰρ δέσποινα πλημμελήσαντά τι κατὰ τὴν διακονίαν, εἰς βραχὺ παροξυνθεῖσα καὶ καθειρχθῆναι προστάξασα, τήμερον ἀφήσειν ἐπηγγείλατο, ἑορτήν τινα πάτριον εὐωχεῖν μέλλουσα, καὶ ἅμα καὶ πρὸς ἐμοῦ λιπαρηθεῖσα. ὥστε ἀνίστασο καὶ σαυτὴν ἀναλάμβανε, μικρᾶς τροφῆς σὺν ἡμῖν νῦν γοῦν ποτὲ μεταλαβοῦσα. καὶ πῶς ἄν, ἔφη, πεισθείην; ἡ Χαρίκλεια: τὸ γὰρ συνεχῶς σε πρός με διαψεύδεσθαι τὸ πιστὸν τῶν παρὰ σοῦ λεγομένων ὑποτέμνεται. καὶ ἡ Κυβέλη, θεούς, ἔφη, ἐπόμνυμι πάντας ἦ μὴν λυθήσεσθαί σοι πάντα τήμερον καὶ πάσης σε φροντίδος ἀπαλλαγήσεσθαι. μόνον μὴ προαναίρει σαυτήν, ἡμερῶν ἤδη τοσούτων ἀπόσιτος οὖσα, ἀλλ̓ ἀπόγευσαι ἥκουσα τῶν εἰς καιρὸν ηὐτρεπισμένων. μόλις μέν, ἐπείθετο δ̓ οὖν ὅμως ἡ Χαρίκλεια, τὸ μὲν ἀπατηλὸν συνήθως ὑφορωμένη, τοῖς δὲ ὅρκοις ἐν μέρει πειθομένη καὶ τὸ ἡδὺ τῶν ἐπαγγελθέντων ἑκοῦσα καταδεχομένη: ἃ γὰρ ἐπιθυμεῖ ψυχή, καὶ πιστεύειν φιλεῖ.

κατακλινεῖσαι τοίνυν εἱστιῶντο. καὶ τῆς διακονουμένης ἄβρας οἴνου κεκραμένου κύλικας ἐπιδούσης, προτέρᾳ τῇ Χαρικλείᾳ προσφέρειν ἡ Κυβέλη νεύσασα μετ̓ ἐκείνην αὐτὴ λαβοῦσα ἔπινε. καὶ οὔπω τὸ πᾶν ἐκπέποτο, καὶ ἰλιγγιᾶν ἐφαίνετο ἡ πρεσβῦτις, τό τε περιττεῦσαν ὀλίγον ἐκχέασα δριμύ τε εἰς τὴν θεράπαιναν ἐνεώρα καὶ σπασμοῖς τε καὶ σφακελισμοῖς ὀξυτάτοις ἐπιέζετο.

θόρυβός τε κατειλήφει μὲν καὶ τὴν Χαρίκλειαν, καὶ ἀναλαμβάνειν ἐπειρᾶτο, κατειλήφει δὲ καὶ τοὺς

p.228
παρόντας. τὸ γὰρ κακόν, ὡς ἐῴκει, τοξεύματος παντὸς ὀξύτερον τῷ φθοροποιῷ δεδευμένου, καὶ ἱκανὸν καὶ νέον τινὰ καὶ ἀκμάζοντα διαχρήσασθαι, τότε καὶ πλέον, εἰς γηραιὸν σῶμα καὶ ἀπεσκληκὸς ἤδη προσομιλῆσαν, ὀξύτερον ἢ ὥστε εἰπεῖν τῶν καιριωτέρων καθίκετο. καὶ τό τε ὄμμα ἡ πρεσβῦτις ἐνεπίμπρατο, καὶ τὰ μέλη τῶν σπασμῶν ἐνδόντων πρὸς τὸ ἀκίνητον παρεῖτο, καὶ χροιὰ μελαίνουσα τὴν ἐπιφάνειαν ἐπεπόλαζεν. ἀλλ̓ ἦν, οἶμαι, καὶ δηλητηρίου ψυχὴ δολερὰ πικρότερον. ἡ γοῦν Κυβέλη καὶ ἐκθνήσκουσα οὐ μεθίετο τῶν πανουργημάτων, ἀλλὰ τὰ μὲν νεύμασι τὰ δὲ παραφθεγγομένη Χαρίκλειαν εἶναι τὴν ἐπιβουλεύσασαν ἐνεδείκνυτο. καὶ ὁμοῦ τε ἡ γραῦς ἀπέπνει καὶ ἡ Χαρίκλεια δεσμῶτις εἴχετο, καὶ παρὰ τὴν Ἀρσάκην αὐτίκα ἤγετο. τῆς δὲ πυνθανομένης εἰ τὸ φάρμακον αὐτὴ σκευάσειε, καὶ εἰ μὴ βούλοιτο λέγειν τἀληθές, κολαστήρια καὶ βασάνους ἀπειλούσης, καινὸν ἦν ἡ Χαρίκλεια τοῖς ὁρῶσι θέαμα. οὔτε γὰρ κατηφήσασα οὔτε ἀγενές τι παθοῦσα, γέλων ἐφαίνετο καὶ χλεύην τὰ παρόντα ποιουμένη, τὸ μὲν ὑπὸ ἀγαθοῦ τοῦ συνειδότος τῆς συκοφαντίας ἀφροντιστοῦσα, τὸ δὲ χαίρουσα εἰ Θεαγένους οὐκέτι ὄντος τεθνήξεται καὶ κερδήσει τὸ ἐναγὲς τῆς πράξεως, ὃ καθ̓ ἑαυτῆς ἐγνώκει ποιεῖν, ἑτέρων τοῦτο δρασάντων. καὶ ὦ θαυμασία ἔφη, εἰ μὲν ζῇ Θεαγένης, καθαρεύω κἀγὼ τοῦ φόνου: εἰ δέ τι πέπονθεν ὑπὸ τῶν σῶν ἀνοσίων βουλευμάτων, οὐδὲν δεῖ σοι τῶν κατ̓ ἐμοῦ βασάνων. ἔχεις με τὴν φαρμακίδα τῆς καὶ θρεψαμένης σε καὶ πρὸς τὰ κάλλιστα τῶν ἔργων παιδευσαμένης. καὶ ἀπόσφαττε μὴ μελλήσασα: οὐδὲν γὰρ οὕτως ἐφίλει Θεαγένης ὁ τῶν σῶν ἀνόμων βουλευμάτων ἔννομος ὑπερόπτης.

ἐξέμηνε τὰ εἰρημένα τὴν Ἀρσάκην, καὶ διαρραπισθῆναι

p.229
κελεύσασα, ὡς ἔχει δεσμῶν, ἄγετε, εἶπε, τὴν ἀλιτήριον, καὶ ἐν τοῖς ὁμοίοις ὄντα κατ̓ ἀξίαν ἐπιδείξαντες τὸν θαυμαστὸν αὐτῆς ἐρώμενον, παντί τε μέλει τὰ δεσμὰ ἐπιβαλόντες, Εὐφράτῃ καὶ ταύτην παράδοτε, φυλαχθησομένην ἐς αὔριον, τήν τε διὰ θανάτου τιμωρίαν ὑπὸ κρίσει τῶν ἐν τέλει Περσῶν ὑφέξουσαν. ἤδη δὲ ἀγομένης, τὸ οἰνοχοῆσαν τῇ Κυβέλῃ παιδισκάριον ʽἦν δὲ τῶν Ἰωνικῶν ἅτερον τῶν εἰς διακονίαν παρὰ τὴν πρώτην ὑπὸ τῆς Ἀρσάκης τοῖς νέοις δωρηθέντων̓, εἴτε τι παθὸν εὐνοίᾳ τῇ περὶ τὴν Χαρίκλειαν ὑπὸ συνηθείας τε καὶ συνδιαιτήσεως, εἴτε καὶ δαιμονίᾳ βουλήσει χρησάμενον, ὑπεδάκρυσέ τε καὶ ἐστέναξε, καὶ ὢ τῆς ἀθλίας, ἔφη, τῆς οὐδὲν αἰτίας. τῶν δὲ περιεστώτων θαυμασάντων καὶ σαφῶς ὅ τι λέγειν βούλοιτο ἐκφαίνειν ἀναγκαζόντων, αὐτὴ δεδωκέναι διωμολόγει τῇ Κυβέλῃ τὸ φάρμακον, εἰληφέναι δὲ παῤ αὐτῆς ἐκείνης ἐφ̓ ᾧ δοῦναι τῇ Χαρικλείᾳ, προληφθεῖσάν τε εἴτε ὑπὸ θορύβου τῆς κατὰ τὴν πρᾶξιν ἀτοπίας, εἴτε καὶ συγχεθεῖσαν ὑπὸ τῆς Κυβέλης, προτέρᾳ δοῦναι τῇ Χαρικλείᾳ νευούσης, ἐναλλάξαι τὰς κύλικας, καὶ τῇ πρεσβύτιδι προσενεγκεῖν ἐν ᾧ ἦν τὸ φάρμακον. ἤγετο οὖν ἐπὶ τὴν Ἀρσάκην εὐθέως, ἕρμαιον ἁπάντων ποιουμένων ἐλευθέραν εὑρεθῆναι τῶν ἐγκλημάτων τὴν Χαρίκλειαν: εὐγενοῦς γὰρ ἤθους καὶ ὄψεως καὶ βάρβαρον γένος οἶκτος εἰσέρχεται. καὶ εἰπούσης ταῦτα τῆς θεραπαινίδος πλέον ἐγίνετο οὐδέν, ἀλλ̓ ἤ καὶ αὐτὴ συνεργὸς ἔοικεν εἶναι εἰποῦσα ἡ Ἀρσάκη δεσμεῖσθαι καὶ φρουρεῖσθαι εἰς τὴν κρίσιν ἐκέλευσε. τούς τε δυνάστας Περσῶν, οἳ τὸ βουλεύεσθαι ὑπὲρ τῶν κοινῶν καὶ δικάζειν τε καὶ τιμωρίας ὁρίζειν τὴν ἰσχὺν εἶχον, ἐπὶ τὴν κρίσιν εἰς τὴν ἑξῆς παρεκάλει διαπέμπουσα.

καὶ ἡκόντων εἰς ἕω καὶ προκαθημένων, κατηγόρει

p.230
μὲν ἡ Ἀρσάκη καὶ τὴν φαρμακείαν κατήγγελλεν, ἅπαντα ὡς εἶχεν ἀπαγγέλλουσα, καὶ συνεχὲς ἐπιδακρύουσα τὴν θρεψαμένην, καὶ ὡς τὴν πάντων τιμιωτέραν καὶ εὐνουστέραν ἀπολέσειε, μάρτυρας τοὺς δικαστὰς ἐπικαλουμένη ὡς ξένην ὑποδεξαμένη καὶ πάσης μεταδοῦσα φιλοφροσύνης τοιαῦτα ἀντιπάθοι. καὶ ὅλως ἣ μὲν ἦν πικροτάτη κατήγορος, ἀπελογεῖτο δὲ οὐδὲν ἡ Χαρίκλεια, ἀλλ̓ ὡμολόγει καὶ αὖθις τὸ ἔγκλημα, καὶ τὸ φάρμακον ὡς δοίη συγκατετίθετο, προστιθεῖσα ὡς καὶ τὴν Ἀρσάκην διεχρήσατο ἂν ἡδέως, εἰ μὴ προείληπτο, καὶ ἕτερα πρὸς τούτοις, τὴν Ἀρσάκην ἐκ τοῦ εὐθέος λοιδορουμένη, καὶ παντοίως τοὺς δικαστὰς εἰς τὴν τιμωρίαν ἐκκαλουμένη. τὰ γὰρ καθ̓ ἑαυτὴν ἅπαντα τῷ Θεαγένει τῆς νυκτὸς κατὰ τὸ δεσμωτήριον ἀναθεμένη, τὰ παῤ ἐκείνου τε ἐν μέρει πυθομένη, συνθεμένη τε ὡς, εἰ δεήσει, πάντα θάνατον ἐπαγόμενον αὐθαιρέτως δέχεσθαι καὶ ἀπηλλάχθαι λοιπὸν ζωῆς ἀνιάτου καὶ ἄλης ἀνηνύτου καὶ τύχης ἀσπόνδου, τὰ τελευταῖα δέ, ὡς ἐδόκει, κατασπασαμένη, τούς τε συνεκτεθέντας ὅρμους ἀεὶ μὲν καὶ ἀπορρήτως ἐπιφέρεσθαι προνοουμένη, τότε δὲ τῆς ἐσθῆτος ἐντὸς καὶ ὑπὸ γαστέρα ζωσαμένη καὶ οἷον ἐντάφιά τινα ἐπιφερομένη, πᾶν ἔγκλημά τε καὶ θάνατον ἐπαγόμενόν τε ὡμολόγει καὶ μὴ ἐπαγόμενον ἀνέπλαττεν. ἐφ̓ οἷς οἱ δικάζοντες οὐδὲ μελλήσαντες μικροῦ μὲν ἐδέησαν ὠμοτέρᾳ τε καὶ Περσικῇ τιμωρίᾳ ὑποβαλεῖν, ἴσως δέ τι πρὸς τὴν ὄψιν καὶ τὸ νέον τε καὶ ἄμαχον τῆς ὥρας παθόντες πυρὶ καταναλωθῆναι κατέκριναν.

ἥρπαστο οὖν αὐτίκα πρὸς τῶν δημίων, καὶ μικρὸν τοῦ τείχους ἐκτὸς ἤγετο, κήρυκος, ὅτι ἐπὶ φαρμάκοις εἰς πυρὰν ἄγοιτο, συνεχὲς ἐκβοῶντος, πολλοῦ καὶ ἄλλου πλήθους ἐκ τῆς πόλεως ἐπακολουθήσαντος: οἳ μὲν γὰρ αὐτόπται γεγόνεισαν ἀγομένης, οἳ δὲ πρὸς τῆς ἀκοῆς

p.231
τάχιστα κατὰ τὸ ἄστυ διαδραμούσης ἐπὶ τὴν θέαν ἠπείχθησαν. ἀφίκετο δὲ καὶ ἡ Ἀρσάκη, καὶ θεωρὸς ἀπὸ τῶν τειχῶν ἐγίνετο: δεινὸν γάρ, εἰ μὴ καὶ τὴν ὄψιν ἐμφορηθείη τῆς εἰς Χαρίκλειαν κολάσεως, ἐποιεῖτο. κἀπειδὴ τὴν πυρκαϊὰν ὡς ὅτι μεγίστην ἔνησαν οἱ δήμιοι καὶ τὴν φλόγα ὑποβαλλόντων λαμπρῶς ἐξῆπτον, μικρὸν ἐνδοθῆναι αὑτῇ πρὸς τῶν ἑλκόντων ἡ Χαρίκλεια παρακαλέσασα, καὶ ὡς ἑκοῦσα ἐπιβήσεται τῆς πυρᾶς ἐπαγγειλαμένη, τὰς χεῖρας εἰς οὐρανόν, καθ̓ ὃ μέρος ἐπέβαλλεν ὁ ἥλιος τὴν ἀκτῖνα, ἀνατείνασα, ἥλιε, ἀνεβόησε, καὶ γῆ καὶ δαίμονες οἱ ἐπὶ γῆς τε καὶ ὑπὸ γῆν ἀνθρώπων ἀθεμίτων ἔφοροί τε καὶ τιμωροί, καθαρὰν μὲν εἶναί με τῶν ἐπιφερομένων ὑμεῖς ἐστὲ μάρτυρες, ἑκοῦσαν δὲ ὑπομένουσαν τὸν θάνατον διὰ τὰς ἀφορήτους τῆς τύχης ἐπηρείας ἐμὲ μὲν σὺν εὐμενείᾳ προσδέξασθε, τὴν δὲ ἀλάστορα καὶ ἀθεμιτουργὸν καὶ μοιχαλίδα καὶ ἐπ̓ ἀποστερήσει νυμφίου τοῦ ἐμοῦ ταῦτα δρῶσαν Ἀρσάκην ὡς ὅτι τάχιστα τιμωρήσασθε. καὶ εἰποῦσα, πάντων ἐκβοώντων τι πρὸς τὰ εἰρημένα, καὶ ἐπέχειν τὴν τιμωρίαν εἰς δευτέραν κρίσιν τῶν μὲν εὐτρεπιζομένων τῶν δὲ καὶ ὁρμησάντων, ἐπέβη προλαβοῦσα τῆς πυρᾶς, καὶ εἰς τὸ μεσαίτατον ἐνιδρυθεῖσα αὐτὴ μὲν ἐπὶ πλεῖστον ἀπαθὴς εἱστήκει, περιρρέοντος αὐτὴν μᾶλλον τοῦ πυρὸς ἢ προσπελάζοντος, καὶ λυμαινομένου μὲν οὐδέν, ὑποχωροῦντος δὲ καθ̓ ὃ μέρος ὁρμήσειεν ἡ Χαρίκλεια, καὶ περιαυγάζεσθαι μόνον καὶ διοπτεύεσθαι παρέχοντος ἐπιφαιδρυνομένην ἐκ τοῦ περιαυγάσματος τὸ κάλλος καὶ οἷον ἐν πυρίνῳ θαλάμῳ νυμφευομένην. ἣ δὲ ἄλλοτε ἄλλῳ μέρει τῆς πυρᾶς ἐνήλλετο, θαυμάζουσα μὲν τὸ γινόμενον, ἐπισπεύδουσα δὲ πρὸς τὸν θάνατον. ἤνυε δὲ οὐδέν, ὑποχωροῦντος ἀεὶ τοῦ πυρὸς καὶ ὥσπερ ὑποφεύγοντος πρὸς τὴν ἐκείνης ἐφόρμησιν. οἱ δήμιοι δὲ
p.232
οὐκ ἀνίεσαν, ἀλλ̓ ἐνέκειντο πλέον, καὶ τῆς Ἀρσάκης νεύμασιν ἀπειλητικοῖς ἐγκελευομένης, ξύλα τε ἐπιφορτίζοντες καὶ τὴν ποταμίαν καλάμην ἐπισωρεύοντες καὶ παντοίως τὴν φλόγα ἐρεθίζοντες. ὡς δὲ ἠνύετο οὐδέν, ἔτι καὶ πλέον ἡ πόλις ἐκτετάρακτο, καὶ δαιμονίαν εἶναι τὴν ἐπικουρίαν εἰκάζουσα καθαρὸν τὸ γύναιον ἀνεβόα, ἀναίτιον τὸ γύναιον, καὶ προσιόντες ἀπὸ τῆς πυρᾶς ἀπεσόβουν, τοῦ Θυάμιδος ἐξάρχοντος καὶ τὸν δῆμον εἰς τὴν βοήθειαν ἐπιρρωννύντος: ἤδη γὰρ κἀκεῖνος παραγεγόνει τῆς ἀπείρου βοῆς τὸ γινόμενον μηνυούσης. καὶ τὴν Χαρίκλειαν ἐξελέσθαι προθυμούμενοι πλησιάζειν μὲν οὐκ ἐθάρσουν, ἐξαλέσθαι δὲ τῇ κόρῃ τῆς πυρκαϊᾶς ἐνεκελεύοντο: οὐ γὰρ δὴ δέος τὴν ἐνδιαιτωμένην τῇ φλογὶ καὶ ἀπολιπεῖν βουλομένην. ἅπερ ὁρῶσα καὶ ἀκούουσα ἡ Χαρίκλεια, νομίσασά τε καὶ αὐτὴ πρὸς θεῶν εἶναι τὴν ὑπὲρ αὐτῆς ἄμυναν, ἔγνω μὴ ἀχαριστεῖν πρὸς τὸ κρεῖττον, ἀρνουμένη τὴν εὐεργεσίαν, ἐξήλατό τε τῆς πυρᾶς, ὡς τὴν μὲν πόλιν ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως μέγα τι καὶ σύμφωνον ἐκβοῆσαι καὶ μεγάλους τοὺς θεοὺς ἐπικαλεῖσθαι, τὴν δὲ Ἀρσάκην μὴ κατασχοῦσαν καθαλέσθαι τε ἀπὸ τῶν τειχῶν, καὶ διὰ πυλίδος ἐκδραμοῦσαν σὺν πολλῇ δορυφορίᾳ καὶ τοῖς δυναστεύουσι Περσῶν ἐπιβάλλειν τε αὐτὴν τῇ Χαρικλείᾳ τὰς χεῖρας, καὶ εἰς τὸν δῆμον ἰταμὸν ἐνορῶσαν, οὐκ αἰσχύνεσθε, εἰπεῖν, ἀλιτήριον γύναιον καὶ φαρμακίδα καὶ φόνων ἐργάτιν ἐπ̓ αὐτοφώρῳ ληφθεῖσαν καὶ ὁμολογήσασαν ἐξελέσθαι τῆς τιμωρίας πειρώμενοι, καὶ ἅμα μὲν ἀθεμίτῳ γυναίῳ βοηθοῦντες, ἅμα δὲ νόμοις τοῖς Περσῶν καὶ βασιλεῖ τε αὐτῷ καὶ σατράπαις καὶ δυνάσταις καὶ δικασταῖς ἀνθιστάμενοι, ὑπὸ τοῦ μὴ ἐμπεπρῆσθαι αὐτὴν ἴσως εἰς ἔλεον ἀπατώμενοι, καὶ θεοῖς τὸ ἔργον ἐπιγράφοντες; οὐδὲ ἐννοήσετε σωφρονήσαντες
p.233
ὡς τοῦτο καὶ μᾶλλον αὐτῆς βεβαιοῖ τὴν φαρμακείαν, ᾗ τοσοῦτον περίεστι τῆς γοητείας ὡς καὶ πρὸς τὴν πυρὸς δύναμιν ἀπομάχεσθαι; συνέλθετε, εἰ δοκεῖ, πρὸς τὸ συνέδριον εἰς αὔριον δημοσίᾳ δἰ ὑμᾶς ἐσόμενον: καὶ γνώσεσθε αὐτήν τε ὁμολογοῦσαν, καὶ ὑπὸ τῶν συνειδότων, οὓς ἔχω φρουροῦσα, διελεγχομένην. καὶ ἅμα ἀπῆγεν αὐτὴν τῷ τραχήλῳ προσφῦσα, καὶ τοὺς δορυφόρους ἀναστέλλειν τὸν ὄχλον ἐπιτάξασα. οἳ δὲ τὰ μὲν ἠγανάκτουν καὶ ἀνθίστασθαι διεσκοποῦντο, τὰ δὲ ὑπεῖκον, ἅμα τι καὶ τῇ ὑπονοίᾳ τῆς φαρμακείας ὑπαγόμενοι, τινὲς δὲ καὶ δέει τῆς Ἀρσάκης καὶ τῆς περὶ αὐτὴν δυνάμεως ἀποτρεπόμενοι.

καὶ ἡ μὲν Χαρίκλεια αὖθις τῷ Εὐφράτῃ παραδίδοται, καὶ αὖθις πλείοσι τοῖς δεσμοῖς ἐνεβέβλητο, δευτέρᾳ κρίσει καὶ τιμωρίᾳ φυλαττομένη, κέρδος ἓν μέγιστον ὡς ἐν δεινοῖς εὑρισκομένη, τὸ συνεῖναι Θεαγένει καὶ τὰ καθ̓ αὑτὴν ἐκδιηγεῖσθαι. τῇ μὲν γὰρ Ἀρσάκῃ καὶ τοῦτο εἰς τιμωρίαν ἐπινενόητο, ὥσπερ ἐπικερτομούσῃ καὶ πλέον νομιζούσῃ τοὺς νέους ἀνιάσειν, εἰ καθ̓ ἓν δεσμωτήριον καθειργμένοι θεαταὶ γίνοιντο ἀλλήλων ἐν δεσμοῖς καὶ κολάσεσιν ἐξεταζομένων: ᾔδει γὰρ ὡς πάθος τοῦ ἐρωμένου τὸν ἐρῶντα πλέον ἢ τὸ ἴδιον ἀλγύνει. τοῖς δὲ ἦν παραψυχὴ μᾶλλον τὸ γινόμενον, καὶ τὸ ἐν ὁμοίοις τοῖς πάθεσιν ἐξετάζεσθαι κέρδος ἐνόμιζον, εἰ ἔλαττόν τις αὐτῶν κολασθήσεται, νενικῆσθαι ὑπὸ θατέρου καὶ μειονεκτεῖν τῶν ἐρωτικῶν οἰόμενος. προσῆν δὲ καὶ τὸ προσομιλεῖν ἀλλήλοις, καὶ τὸ παρηγορεῖν τε καὶ ἐπιθαρσύνειν εὐγενῶς τε καὶ γενναίως τὰς προσπιπτούσας τύχας καὶ τοὺς ὑπὲρ σωφροσύνης τε καὶ πίστεως τῆς εἰς ἀλλήλους φέρειν ἀγῶνας.