Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ οἳ μὲν τὰ προστεταγμένα ἔπραττον. καὶ ὡς τῶν προτέρων δεσμῶν παραλύοντες, ἐλπίδα τε διαγωγῆς ἐλευθέρας παραστήσαντες, πλέον παρεῖχον οὐδέν, χρυσᾶς τὰς ἁλύσεις αὖθις ἐνείροντες, τότ̓ ἤδη καὶ γέλως ἐπῄει τῷ Θεαγένει, καὶ βαβαὶ τῆς λαμπρᾶς, ἔφη, μεταβολῆς. ταῦτα ἡμᾶς ἡ τύχη τὰ μεγάλα φιλανθρωπεύεται. χρυσᾶ σιδηρῶν ἀμείβομεν, καὶ φρουρὰν πλουτοῦντες ἐντιμότεροι δεσμῶται γεγόναμεν. ἐμειδία δὲ καὶ ἡ Χαρίκλεια, καὶ τὸν Θεαγένην μεταβάλλειν ἐπειρᾶτο, καὶ τοῖς ἐκ θεῶν προρρηθεῖσι ἐπανέχουσα καὶ χρηστοτέραις ἐλπίσι κατεπᾴδουσα.

ὁ δὲ Ὑδάσπης ἐπειδὴ τῇ Συήνῃ προσβαλών, αὐτοβοεί τε καὶ τείχεσιν αὐτοῖς ἀναρπάσεσθαι τὴν πόλιν ἐλπίσας, εἰς μικρὸν ἀπεκρούσθη πρὸς τῶν ὑπερμαχούντων,

p.246
ἔργῳ τε λαμπρῶς ἀμυνομένων καὶ λόγοις εἰς ὕβριν καὶ παροξυσμὸν ἐπιχλευασάντων, ὀργὴν τὸ πρᾶγμα ποιησάμενος, εἰ τὴν ἀρχὴν ὅλως ἀντιστῆναι διενοήθησαν, ἀλλὰ μὴ παρὰ τὴν πρώτην ἑκοντὶ φέροντες αὑτοὺς ἐνεχείρισαν, ἔγνω μὴ χρονοτριβεῖν τὸν στρατὸν προσκαθήμενος, μηδὲ ἑλεπόλεσιν ἀποπειρώμενος, ἐξ ὧν οἳ μὲν ἁλώσεσθαι οἳ δέ που καὶ διαδράσεσθαι ἔμελλον, ἀλλὰ πολιορκίᾳ μεγαλουργῷ καὶ ἀφύκτῳ τὴν πόλιν εἰς ἄρδην καὶ θᾶττον ἐξελεῖν.

ἔπραττε δὴ οὖν οὕτως. εἰς μοίρας κατανέμει τοῦ τείχους τὸν κύκλον, καὶ δεκάδα ὀργυιῶν δεκάδι ἀνδρῶν ἀποκληρώσας, εὖρός τε καὶ βάθος ὡς ὅτι πλεῖστον ἀφορίσας ὀρύττειν εἰς τάφρον ἐκέλευσεν. οἳ δὲ ὤρυττον, ἄλλοι τὸν χοῦν ἐξεφόρουν, ἕτεροι εἰς ὀφρὺν πρὸς ὕψος ἐσώρευον, τῷ πολιορκουμένῳ τεῖχος ἕτερον ἀντεγείροντες. ἐκώλυε δὲ οὐδείς, οὐδὲ ἐνίστατο πρὸς τὴν ἀποτείχισιν, ἐκδραμεῖν τε τῇς πόλεως ἐπὶ μυριοπληθῆ στρατὸν οὐ θαρσῶν, καὶ τὰς ἐκ τῶν ἐπάλξεων τοξείας ἀνηνύτους ὁρῶν: ὁ γὰρ Ὑδάσπης καὶ τούτου προυνόησε, τὸ μεσεῦον τῶν δύο τειχῶν, ὅσον βολῆς ἐκτὸς εἶναι τοὺς ἐργασομένους, συμμετρησάμενος. ἐπεὶ δὲ καὶ τοῦτο καὶ λόγου θᾶττον ἤνυσεν ἅτε δὴ μυρίας αὐτῷ χειρὸς τὸ ἔργον ἐπισπευδούσης, ἑτέρου τοιοῦδε ἤρχετο. τοῦ κύκλου μέρος, πλάτος ὅσον ἡμίπλεθρον, ἰσόπεδόν τε καὶ ἄχωστον διαλιπών, κατὰ τὴν ἀπολήγουσαν ἑκατέρωθεν ἄκραν σκέλος ἐκ χώματος ἐπιζευγνὺς ἐπὶ τὸν Νεῖλον εἰς μῆκος ἦγεν, ἀπὸ τῶν ταπεινοτέρων ἀεὶ πρὸς τὰ ὄρθια καὶ μετέωρα σκέλος ἑκάτερον προσβιβάζων. εἴκασεν ἄν τις μακροῖς τείχεσι τὸ γινόμενον, τοῦ μὲν ἡμιπλέθρου τὸ ἴσον πλάτος δἰ ὅλου φυλάττοντος, μῆκος δὲ τὸ μεταξὺ τοῦ τε Νείλου καὶ τῆς Συήνης ἀπολαμβάνοντος. ἐπεὶ δὲ συνῆψε τὸ χῶμα ταῖς ὄχθαις,

p.247
ἐνταῦθα στόμιον τῷ ποταμῷ διατεμών, εἰς τὸν ἀπὸ τῶν σκελῶν ὁλκὸν τὴν ἀπορροὴν εἰσωχέτευσεν. οἷα δὲ ἐξ ὑπερδεξίων πρὸς χθαμαλώτερον καὶ ἐξ ἀπείρου τῆς κατὰ τὸν Νεῖλον εὐρύτητος στενῷ πορθμῷ τὸ ὕδωρ ἐμπῖπτον, καὶ ταῖς χειροποιήτοις ὄχθαις θλιβόμενον, πολύν τινα καὶ ἄφραστον κατὰ μὲν τὸ στόμιον φλοῖσβον, κατὰ δὲ τὸν ὁλκὸν ἐξάκουστον καὶ τοῖς πορρωτάτω πάταγον ἀπετέλει.

ἅπερ ἀκούοντες, ἤδη δὲ καὶ ὁρῶντες οἱ κατὰ τὴν Συήνην, καὶ οἷ κακῶν ἦσαν συνιέντες, καὶ ὡς ἐπικλυσμός ἐστιν ὁ σκοπὸς τοῦ περιτειχίσματος, οὔτε ἀποδρᾶναι τὴν πόλιν ἔχοντες ἅτε τοῦ χώματος καὶ ἤδη πλησιάζοντος τοῦ ὕδατος τὴν ἔξοδον ἀποκλειόντων, οὔτε τὸ μένειν ἀκίνδυνον ὁρῶντες, ἐκ τῶν ἐνόντων πρὸς βοήθειαν τὴν αὑτῶν παρεσκευάζοντο. καὶ πρῶτον μὲν τῶν κατὰ τὰς πύλας σανιδωμάτων τὰ διεστῶτα θρυαλλίδι τε καὶ ἀσφάλτῳ διέφραττον, ἔπειτα τὸ τεῖχος πρὸς ἀσφαλεστέραν ἕδραν διήρειδον, ὃ μέν τις χῶμα ὃ δὲ λίθους ὃ δὲ ξύλα καὶ τὸ προστυχὸν ἕκαστος ἐπιφέρων. καὶ ἦν οὐδεὶς ἡσυχάζων, ἀλλ̓ ὁμοίως γυνὴ παῖς καὶ πρεσβύτης ἔργου εἴχετο: γένος γὰρ οὐδὲν οὐδὲ ἡλικίαν ὁ περὶ ψυχῆς δυσωπεῖται κίνδυνος. οἱ δυνατώτεροι δὲ καὶ τὸ ἀκμάζον ἐν ὅπλοις αὐλῶνά τινα στενόν τε καὶ ὑπόγειον ἀπὸ τῆς πόλεως ἐπὶ τὸ χῶμα τῶν πολεμίων διικνούμενον ὀρύττειν ἀποκεκλήρωντο.

καὶ δὴ καὶ ἠνύετο τὸ ἔργον ὧδε. φρεατίαν τοῦ τείχους πλησίον εἰς ὀργυιάς που πέντε τὴν κάθετον βαθύναντες, καὶ τοὺς θεμελίους ὑποδραμόντες, ἐγκάρσιον τὸ ἐντεῦθεν ὑπὸ πυρσοῖς ἐπ̓ εὐθείας τινὰ φέροντα τῶν χωμάτων ὑπόνομον ἐκοίλαινον, τῶν κατόπιν ἀεὶ καὶ δευτέρων παρὰ τῶν προτέρων ἐν τάξει τὸν χοῦν διαδεχομένων καὶ εἴς τι μέρος τῆς πόλεως πάλαι κηπευόμενον ἐκφορούντων καὶ εἰς

p.248
κολωνὸν ἐγειρόντων. ταῦτα δὲ ἔπραττον ῥήξεως ἐνδόσιμον τῷ ὕδατι κατὰ τὸ κενόν, εἴ ποτε ἐπέλθοι, προμηθούμενοι.

ἀλλ̓ ὅμως ἔφθανε τὰ δεινὰ τὴν προθυμίαν, καὶ ὁ Νεῖλος ἤδη τὸ μακρὸν χῶμα παραμείψας ἐπίφορος τῷ κατὰ τὸν κύκλον ἐνέπιπτε, καὶ πανταχόθεν περιρρυεὶς τὸ μεταίχμιον τῶν τειχῶν ἐλίμναζε. καὶ νῆσος αὐτίκα ἦν ἡ Συήνη καὶ περίρρυτος ἡ μεσόγαιος, τῷ Νειλῴῳ κλύδωνι κυματουμένη. κατ̓ ἀρχὰς μὲν δὴ καὶ χρόνον τῆς ἡμέρας ἐπ̓ ὀλίγον ἀντεῖχε τὸ τεῖχος: ἐπειδὴ δὲ ἐπιβρῖσαν τὸ ὕδωρ εἰς ὕψος τε ᾔρετο, καὶ διὰ τῶν ἀραιωμάτων τῆς γῆς, οἷς μέλαινα καὶ εὔγειος οὖσα πρὸς τῆς θερινῆς ὥρας κατέσχιστο, πρὸς τὰ βάθη κατεδύετο καὶ τὴν κρηπῖδα τοῦ τείχους ὑπέτρεχε, τότ̓ ἤδη πρὸς τὸ ἄχθος ἐνεδίδου τὸ ὑποκείμενον. καὶ καθ̓ ὃ μέρος χαυνούμενον ἱζήσειεν, ἐνταῦθα τὸ τεῖχος ὤκλαζε καὶ τῷ σάλῳ τὸν κίνδυνον ἐπεσήμαινεν, ἐπάλξεών τε κραδαινομένων καὶ τῶν ὑπερμαχομένων τῷ βρασμῷ κλονουμένων.

ἤδη δὲ ἑσπέρας ἐπιούσης καὶ μέρος τι τοῦ τείχους καὶ μεταπύργιον ἐγκατερείπεται, οὐ μὴν ὥστε χθαμαλωτέραν γενέσθαι τῆς λίμνης τὴν πτῶσιν, οὐδ̓ ὥστε εἰσδέξασθαι τὸ ὕδωρ, ἀλλὰ πέντε που πήχεις ὑπερέχουσαν, ἀπειλουμένην ὅσον οὔπω κατεπτηχέναι τὴν ἐπίκλυσιν. ἐφ̓ οἷς οἰμωγή τε συμμιγὴς τῶν κατὰ τὴν πόλιν ἐξάκουστος καὶ τοῖς πολεμίοις ἐγίνετο, καὶ χεῖρας εἰς οὐρανὸν αἴροντες, τὴν ὑπολειπομένην ἐλπίδα, θεοὺς ἐπεβοῶντο σωτῆρας, καὶ τὸν Ὀροονδάτην ἐπικηρυκεύεσθαι πρὸς Ὑδάσπην ἱκέτευον. ὃ δὲ ἐπείθετο μέν, δοῦλος καὶ ἄκων τῆς τύχης γινόμενος, ἀποτετειχισμένος δὲ τῷ ὕδατι, καὶ ὅπως ἄν τινα διαπέμψαιτο ὡς τοὺς πολεμίους ἀδυνατῶν, ἐπίνοιαν ὑπὸ τῆς ἀνάγκης ἐδιδάσκετο:

p.249
γραψάμενος γὰρ ἃ ἐβούλετο, καὶ λίθῳ τὴν γραφὴν ἐναψάμενος, σφενδόνῃ πρὸς τοὺς ἐναντίους ἐπρεσβεύετο, διαπόντιον τὴν ἱκεσίαν τοξευόμενος. ἤνυε δὲ οὐδέν, ἐλαττουμένης τοῦ μήκους τῆς βολῆς καὶ τῷ ὕδατι προεμπιπτούσης. ὃ δὲ καὶ αὖθις τὴν αὐτὴν γραφὴν ἐκτοξεύων ἀπετύγχανε, πάντων μὲν τῶν τοξοτῶν καὶ σφενδονητῶν ἐφικέσθαι τῆς βολῆς φιλοτιμουμένων οἷα δὴ τὸν περὶ ψυχῆς σκοπὸν ἀθλούντων, ἁπάντων δὲ τὰ ὅμοια πασχόντων. τέλος δὲ τὰς χεῖρας εἰς τοὺς πολεμίους ὀρέγοντες τοῖς χώμασιν ἐφεστῶτας καὶ θέατρον τὰ πάθη τὰ ἐκείνων ποιουμένους, ἐλεεινοῖς τοῖς σχήμασι τὸ βούλευμα τῶν τοξευμάτων ὡς δυνατὸν ἔφραζον, νῦν μὲν ὑπτίας προτείνοντες εἰς ἱκεσίας ἔμφασιν, νῦν δὲ κατὰ νώτων πρὸς δεσμὸν περιάγοντες εἰς δουλείας ἐξομολόγησιν. ὁ δὲ Ὑδάσπης ἐγνώριζε μὲν σωτηρίαν αἰτοῦντας καὶ παρέχειν ἦν ἕτοιμος ʽὑπαγορεύει γὰρ τοῖς χρηστοῖς φιλανθρωπίαν πολέμιος ὑποπίπτων̓, τὸ παρὸν δὲ ἀδυνάτως ἔχων ἔγνω σαφεστέραν λαβεῖν τῶν ἐναντίων ἀπόπειραν. καὶ ἦν γὰρ πορθμεῖα τῶν ποταμίων προηυτρεπισμένος, ἃ κατὰ ῥοῦν τῆς διώρυχος ἐκ τοῦ Νείλου φέρεσθαι συγχωρήσας, ἐπειδὴ τῷ κύκλῳ τοῦ χώματος προσηνέχθη, καθελκύσας εἶχε: τούτων δέκα νεόπηκτα ἐπιλέξας, τοξότας τε ὁπλίτας ἐνθέμενος, ἅ τε χρὴ λέγειν ἐπιστείλας, ὡς τοὺς Πέρσας ἐξέπεμπεν. οἳ δὲ ἐπεραιοῦντο πεφραγμένοι ὡς, εἴ τι καὶ παῤ ἐλπίδας ἐγχειροῖεν οἱ ἐπὶ τῶν τειχῶν, ηὐτρεπίσθαι πρὸς ἄμυναν. καὶ ἦν θεαμάτων τὸ καινότατον, ναῦς ἀπὸ τειχῶν πρὸς τείχη περαιουμένη, καὶ ναύτης ὑπὲρ μεσογαίας πλοϊζόμενος, καὶ πορθμεῖον κατὰ τὴν ἀρόσιμον ἐλαυνόμενον. καινουργὸς δὲ ὢν ἀεί πως ὁ πόλεμος τότε τι καὶ πλέον καὶ οὐδαμῶς εἰωθὸς ἐθαυματούργει, ναυμάχους τειχομάχοις συμπλέξας καὶ λιμναίῳ στρατιώτῃ χερσαῖον ἐφοπλίσας.
p.250
οἱ γὰρ δὴ κατὰ τὴν πόλιν τὰ σκάφη καὶ τοὺς ἐμπλέοντας ἐνόπλους τε καὶ καθ̓ ὃ μέρος κατήρειπτο τὸ τεῖχος ἐπιφερομένους θεασάμενοι, καταπλῆγες ἄνθρωποι καὶ πτοίας ἤδη πρὸς τῶν περιεχόντων κινδύνων ἀνάμεστοι, πολεμίους καὶ τοὺς ἐπὶ σωτηρίᾳ τῇ σφῶν ἥκοντας ὑπετόπαζον ʽπᾶν γὰρ ὕποπτον καὶ φοβερὸν τῷ κατ̓ ἔσχατον κινδύνου γενομένᾠ, ἠκροβολίζοντό τε ἀπὸ τῶν τειχῶν καὶ εἰσετόξευον. οὕτως ἄρα καὶ ἀπεγνωκότες ἑαυτῶν ἄνθρωποι τὴν ἀεὶ παροῦσαν ὥραν κέρδος εἰς ὑπέρθεσιν θανάτου νομίζουσιν. ἔβαλλον δὲ οὐχ ὥστε καὶ τιτρώσκειν, ἀλλ̓ ὅσον ἀπείργειν τὸν πρόσπλουν καταστοχαζόμενοι. ἀντετόξευον δὲ καὶ οἱ Αἰθίοπες, καὶ ἅτε εὐσκοπώτερά τε βάλλοντες καὶ οὔπω τῆς τῶν Περσῶν γνώμης συνιέντες δύο πού τινας καὶ πλείους διαπείρουσιν, ὥστε τινὰς ὑπὸ ὀξείας καὶ ἀπροόπτου τῆς τρώσεως ἐπὶ κεφαλὴν ἀπὸ τῶν τειχῶν εἰς τὸ ἐκτός τε καὶ τὸ ὕδωρ ἐκσφενδονηθῆναι. κἂν καὶ ἐπὶ πλέον ἐξεκαύθη τὰ τῆς μάχης, τῶν μὲν σὺν φειδοῖ κωλυόντων μόνον, τῶν δὲ καὶ σὺν ὀργῇ, τῶν Αἰθιόπων, ἀμυνομένων, εἰ μή τις τῶν ἐπὶ δόξης καὶ πρεσβύτης ἤδη Συηναίων τοῖς ἐπὶ τοῦ τείχους παραγενόμενος, ὦ φρενοβλαβεῖς, ἔφη, καὶ πρὸς τῶν δεινῶν παραπλῆγες, οὓς εἰς δεῦρο ἱκετεύοντες καὶ ἐπικαλούμενοι πρὸς βοήθειαν διετελοῦμεν, τούτους ἐλπίδος ἐπέκεινα παραγινομένους ἀπείργομεν; οἳ φίλοι μὲν ἥκοντες καὶ εἰρηνικὰ διαγγέλλοντες σωτῆρες ἔσονται, πολέμια δὲ διανοούμενοι ῥᾷστα καὶ προσορμισθέντες ἐλαττωθήσονται. τί δὲ καὶ πλέον εἰ τούτους διαχρησόμεθα, τοσούτου νέφους ἐκ γῆς καὶ ὕδατος κεκυκλωμένου τὴν πόλιν; ἀλλὰ καὶ προσδεχώμεθα καὶ ὅ τι βουλομένοις ἐστὶν ἐκδιδασκώμεθα. πᾶσιν εὖ λέγειν ἔδοξεν, ἐπῄνει δὲ καὶ
p.251
ὁ σατράπης. καὶ τοῦ κατηρειπωμένου τῇδε κἀκεῖσε μεταστάντες ἐν ἀκινήτοις τοῖς ὅπλοις ἡσύχαζον.

ὡς δὲ ἐκενώθη τὸ μεταπύργιον τῶν ἐφεστώτων, ὅ τε δῆμος ὀθόναις κατασείων ἐπιτρέπειν τὸν ὅρμον ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ Αἰθίοπες πλησιάσαντες ὥσπερ ἀπ̓ ἐκκλησίας τῶν πορθμείων πρὸς τὸ πολιορκούμενον θέατρον τοιάδε ἔλεγον. ὦ Πέρσαι καὶ Συηναίων οἱ παρόντες, Ὑδάσπης ὁ τῶν πρὸς ἀνατολαῖς καὶ δυσμαῖς Αἰθιόπων, νυνὶ δὲ καὶ ὑμῶν βασιλεύς, πολεμίους τε ἐκπορθεῖν οἶδε καὶ ἱκέτας οἰκτείρειν πέφυκε, τὸ μὲν ἀνδρεῖον τὸ δὲ φιλάνθρωπον δοκιμάζων, καὶ τὸ μὲν χειρὸς εἶναι στρατιωτικῆς τὸ δὲ ἴδιον τῆς ἑαυτοῦ γνώμης. ἔχων τό τε ὑμᾶς εἶναι καὶ μὴ κατ̓ ἐξουσίαν, ἱκέταις γεγενημένοις ἀνίησι τὸν ἐκ τοῦ πολέμου πᾶσιν ὁρώμενον καὶ οὐκ ἀμφίβολον κίνδυνον, ἐφ̓ οἷς ἂν ἄσμενοι τῶν δεινῶν ἀπαλλαγείητε, τὴν αἵρεσιν οὐκ αὐτὸς ὁρίζων ἀλλ̓ ὑμῖν ἐπιτρέπων: οὐ γὰρ τυραννεῖ τὴν δίκην, ἀλλὰ πρὸς τὸ ἀνεμέσητον διοικεῖ τὴν τῶν ἀνθρώπων τύχην. πρὸς ταῦτα Συηναῖοι μὲν ἀπεκρίναντο σφᾶς τε αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας ἐπιτρέπειν Ὑδάσπῃ χρῆσθαι πρὸς ὅ τι βούλοιτο, καὶ τὴν πόλιν, εἰ περιγένοιντο, ἐγχειρίζειν, ἣν καὶ νῦν ἐν τῷ ἀνελπίστῳ σαλεύειν, εἰ μὴ φθαίη τις ἐκ θεῶν καὶ ἐξ Ὑδάσπου μηχανὴ σωτηρίας. ὁ δὲ Ὀροονδάτης τῶν μὲν αἰτίων ἔφη τοῦ πολέμου καὶ τῶν ἐπάθλων ἐκστήσεσθαι καὶ τὰς Φίλας τὴν πόλιν καὶ τὰ σμαράγδεια μέταλλα παραχωρήσειν, αὐτὸς δὲ ἠξίου μηδεμίαν ὑποστῆναι ἀνάγκην μήτε ἑαυτὸν μήτε τοὺς στρατιώτας ἐγχειρίζειν, ἀλλ̓ εἰ βούλοιτο Ὑδάσπης ὁλόκληρον ἐπιδείκνυσθαι τὸ φιλάνθρωπον, ἐπιτρέπειν οὐδὲν λυμαινομένους οὐδὲ χεῖρας ἀνταίροντας ἀποχωρεῖν εἰς τὴν Ἐλεφαντίνην. ὡς ἴσον εἶναί οἱ νῦν τε ἀπολέσθαι, καὶ δοκοῦντα περισώζεσθαι προδοσίας τοῦ

p.252
στρατιωτικοῦ παρὰ βασιλεῖ τῷ Περσῶν ἁλῶναι. μᾶλλον καὶ χαλεπώτερον, νῦν μὲν ἁπλοῦ καὶ νενομισμένου τυχὸν ἐπαχθησομένου θανάτου, τότε δὲ ὠμοτάτου καὶ εἰς πικροτάτην κόλασιν καινουργουμένου.

ταῦτα λέγων ὑποδεχθῆναι καὶ δύο Περσῶν εῖς τὰ σκάφη παρεκάλει, πρόφασιν ὡς εἰς Ἐλεφαντίνην ἀφιξομένους, καὶ εἴπερ οἱ κατ̓ αὐτὴν συνενδιδοῖεν εἰς τὸ δουλεύειν, οὐδὲ αὐτὸς ἔτι μελλήσων. ταῦτα ἀκούσαντες οἱ πρεσβεῖς ἐπανῄεσαν, ἅμα καὶ δύο Περσῶν ἀναλαβόντες, πρός τε τὸν Ὑδάσπην ἅπαντα ἀπήγγελλον. ὃ δ̓ ὑπογελάσας, καὶ πολλὰ τῆς ἀβελτηρίας τὸν Ὀροονδάτην ἐπιμεμψάμενος, εἰ περὶ τῶν ἴσων διαλέγεται ἄνθρωπος ἐπ̓ ἄλλῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι καὶ τεθνάναι σαλεύων, εὔηθες, ἔφη, τὴν ἑνὸς ἄνοιαν τοσούτοις ἐπαγαγεῖν ἀπώλειαν. καὶ τούς τε ἀπεσταλμένους παρὰ τοῦ Ὀροονδάτου βαδίζειν εἰς τὴν Ἐλεφαντίνην ἐπέτρεπεν, ὡς οὐδεμιᾶς ὂν φροντίδος εἰ κἀκεῖνοί τι πρὸς ἀντίστασιν βουλεύσειαν, καὶ τῶν ἰδίων τοὺς μὲν ἐμφράττειν τὸ διορυγὲν τοῦ Νείλου στόμιον, τοὺς δὲ ὥστε ἕτερον κατὰ τὸ χῶμα ἐκτέμνειν ἀπεκλήρωσεν, ὡς τῆς τε ἐπιρροῆς κωλυομένης καὶ τῆς λιμναζούσης πρὸς τῆς ἐκροῆς κενουμένης θᾶττον ἀναψῦξαι τὰ περὶ τὴν Συήνην καὶ εἰς τὸ βάσιμον ἐξικμασθῆναι.

οἱ μὲν δὴ ταῦτα προσταχθέντες, μικρὰ τοῦ ἔργου κατάρξαντες, εἰς τὴν ἑξῆς ἐπιτελέσειν ἔμελλον, ἑσπέρας αὐτίκα καὶ νυκτὸς προσφάτοις τοῖς προστάγμασιν ἐπιγενομένης:

οἱ δὲ κατὰ τὸ ἄστυ τῆς ἐν χερσὶ καὶ δυνατῆς βοηθείας οὐ μεθίεντο, τὴν καὶ παῤ ἐλπίδα ἐνδεχομένην σωτηρίαν οὐκ ἀπογινώσκοντες, ἄλλοι τε τὸν ὑπόγειον αὐλῶνα διορύττοντες ἤδη τοῖς, χώμασι πλησιάζειν ἐῴκεσαν, τὸ ἀπὸ τοῦ τείχους ἐπὶ τὸ χῶμα ταῖς ὄψεσιν ὑποπῖπτον διάστημα σχοίνῳ κατὰ τὸ ὄρυγμα

p.253
συμμετρούμενοι, καὶ τὸ πεπτωκὸς ἕτεροι τοῦ τείχους ὑπὸ λαμπτῆρσιν ἀνήγειρον. ἦν δὲ ἡ οἰκοδομὴ ῥᾳδία, τῶν λίθων εἰς τὸ ἐντὸς κατὰ τὴν πτῶσιν κυλινδηθέντων. ἐπεὶ δὲ ἀσφαλῶς ἔχειν τὸ παρὸν ᾠήθησαν, οὐδὲ τότε ἀθορύβως διῆγον, ἀλλὰ κατὰ μέσας που νύκτας μέρος τι τοῦ χώματος, καθ̓ ὃ τῆς ἑσπέρας οἱ Αἰθίοπες τοῦ διορύττειν ἐφήψαντο, εἴτε τῆς γῆς κατ̓ ἐκεῖνο χαύνου τε καὶ ἀκροτήτου σωρευθείσης εἶξε τὸ ὑποκείμενον διάβροχον γεγενημένον, εἴτε καὶ τῶν ὑπορυττόντων συνενδοῦναι πρὸς τὸ κενὸν τῷ ὑποκειμένῳ παρασχόντων, ἢ καὶ τοῦ πρὸς βραχὺ διορυγέντος ταπεινοτέρου τῶν ἐργαζομένων ἐπιλαβόντος, ἐπίκλυσις αὐξομένου διὰ νυκτὸς ἐγένετο τοῦ ὕδατος, καὶ τοῦ ῥαγέντος ἅπαξ ὁδοποιοῦντος ἔλαθε βαθυνόμενον, εἴτε καὶ δαιμονίας ἐπικουρίας θείη τις τὸ ἔργον, παρὰ δόξαν ἐκρήγνυται. καὶ τοσοῦτος ἦχος καὶ δοῦπος ἀπετελέσθη, διὰ τῆς ἀκοῆς τὴν διάνοιαν ἐκδειμαίνων, ὡς τὸ μὲν συμβὰν ἀγνοεῖν, μέρος δὲ τὸ πλεῖστον τῶν τειχῶν καὶ τῆς πόλεως ὑπενηνέχθαι τούς τε Αἰθίοπας καὶ αὐτοὺς Συηναίους ὑποπτεύειν. ἀλλ̓ οἳ μὲν ἐν τῷ ἀσφαλεῖ διάγοντες ἐφ̓ ἡσυχίας ηὐλίζοντο, ὡς εἰς ἕω τὸ σαφὲς εἰσόμενοι: οἱ δὲ κατὰ τὴν πόλιν πάντῃ τὸ τεῖχος καὶ εἰς κύκλον περιέθεον, τὸ μὲν καθ̓ ἑαυτοὺς ἕκαστοι σῶον ὁρῶντες, ἄλλοι δὲ παῤ ἄλλοις γεγενῆσθαι τὸ πάθος εἰκάζοντες, ἄχρι δὴ τὸ φῶς ἐπιγενόμενον τὴν ἀχλὺν τῶν ἀμφιβαλλομένων δεινῶν παρέλυσε, τοῦ τε ῥήγματος ἀπόπτου γενομένου καὶ τοῦ ὕδατος ἀθρόον ὑπονοστήσαντος. ἤδη γὰρ καὶ οἱ Αἰθίοπες τὸ ἐποχετεῦον στόμιον ἔφραττον, καταρράκτας τε ἐκ σανίδων συνηρμοσμένων καθιέντες, καὶ ξύλων παχέσι κορμοῖς ἔκτοσθεν διερείδοντες, χοῦν τε ἅμα καὶ φρυγανίτιδα ὕλην συνδέοντες, καὶ πολλαὶ χιλιάδες ἀθρόον, οἳ μὲν ἀπὸ τῆς ὄχθης οἳ δὲ καὶ ἐκ
p.254
πορθμείων, ἐπιφοροῦντες. οὕτω μὲν δὴ τὸ ὕδωρ ὑπενόστησεν. ἦν δὲ οὐδ̓ ὣς πορευτέα παῤ ἀλλήλους οὐδετέροις: ἰλύος γὰρ βαθείας ἡ γῆ κατάπλεως ἐγεγόνει, καὶ τὴν ἐπιφάνειαν ἐξικμάσθαι φαινομένην τέλμα δίυγρον ὑπέτρεχεν, ἵππου τε ὁμοίως καὶ ἀνδρὸς βάσιν εἰς βυθισμὸν ἐνεδρεῦον.

ἡμέρας μὲν δὴ δύο που καὶ τρεῖς οὕτω διῆγον, ἠνεῳγμέναις μὲν ταῖς πύλαις οἱ Συηναῖοι, ὅπλοις δὲ ἀποκειμένοις οἱ Αἰθίοπες τὴν εἰρήνην ἐπισημαίνοντες. καὶ ἦν τὸ γινόμενον ἀνακωχή τις ἀνεπίμικτος, οὔτε φρουρᾶς ἔτι παῤ οὐδετέροις σπουδαζομένης, καὶ πλέον τῶν κατὰ τὴν πόλιν εὐπαθείαις ἑαυτοὺς ἐκδεδωκότων. καὶ γάρ πως συνέπεσε καὶ τὰ Νειλῷα τότε, τὴν μεγίστην παῤ Αἰγυπτίοις ἑορτήν, ἐνεστηκέναι, κατὰ τροπὰς μὲν τὰς θερινὰς μάλιστα καὶ ὅτε ἀρχὴν τῆς αὐξήσεως ὁ ποταμὸς ἐμφαίνει τελουμένην, ὑπὲρ πάσας δὲ τὰς ἄλλας πρὸς Αἰγυπτίων σπουδαζομένην δἰ αἰτίαν τοιάνδε. θεοπλαστοῦσι τὸν Νεῖλον Αἰγύπτιοι, καὶ κρειττόνων τὸν μέγιστον ἄγουσιν, ἀντίμιμον οὐρανοῦ τὸν ποταμὸν σεμνηγοροῦντες, οἷα δὴ δίχα νεφώσεων καὶ ὑετῶν ἀερίων τὴν ἀρουμένην αὐτοῖς ἄρδοντα καὶ εἰς ἔτος ἀεὶ τεταγμένως ἐπομβρίζοντα. καὶ ταύτῃ μὲν ὁ πολὺς λεώς: ἃ δὲ ἐκθειάζουσιν, ἐκεῖνα. τοῦ εἶναι καὶ ζῆν ἀνθρώπους τὴν ὑγρᾶς τε καὶ ξηρᾶς οὐσίας σύνοδον αἰτίαν μάλιστα νομίζουσι, τὰ ἄλλα στὁ??ʼχεῖα τούτοις συνυπάρχειν τε καὶ συναναφαίνεσθαι λέγοντες, καὶ τὴν μὲν ὑγρὰν τὸν Νεῖλον, θατέραν δὲ τὴν γῆν τὴν αὑτῶν ἐμφαίνειν. καὶ ταυτὶ μὲν δημοσιεύουσι, πρὸς δὲ τοὺς μύστας Ἶσιν τὴν γῆν καὶ Ὄσιριν τὸν Νεῖλον καταγγέλλουσι, τὰ πράγματα τοῖς ὀνόμασι μεταλαμβάνοντες. ποθεῖ γοῦν ἀπόντα ἡ θεὸς καὶ χαίρει συνόντι, καὶ μὴ φαινόμενον αὖθις θρηνεῖ, καὶ ὡς δή τινα πολέμιον τὸν Τυφῶνα ἐχθραίνει,

p.255
φυσικῶν τινῶν, οἶμαι, ἀνδρῶν καὶ θεολόγων πρὸς μὲν τοὺς βεβήλους τὰς ἐγκατεσπαρμένας τούτοις ὑπονοίας μὴ παραγυμνούντων, ἀλλ̓ ἐν εἴδει μύθου προκατηχούντων, τοὺς δὲ ἐποπτικωτέρους καὶ ἀνακτόρων ἐντὸς τῇ πυρφόρῳ τῶν ὄντων λαμπάδι φανότερον τελούντων.

τοῦτό τοι καὶ ἡμῖν εὐμένεια μὲν εἴη τῶν εἰρημένων, τὰ μυστικώτερα δὲ ἀρρήτῳ σιγῇ τετιμήσθω, τῶν κατὰ Συήνην ἑξῆς περαινομένων. τῆς γὰρ δὴ τῶν Νειλῴων ἑορτῆς ἐνεστηκυίας οἱ μὲν ἐγχώριοι πρὸς θυσίαις τε καὶ τελεταῖς ἦσαν, τοῖς μὲν σώμασι τοῖς περιεστηκόσι δεινοῖς κάμνοντες, ταῖς ψυχαῖς δὲ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐκ τῶν ἐνόντων οὐκ ἀμνημονοῦντες: ὁ δὲ Ὀροονδάτης μέσας νύκτας ἐπιτηρήσας, πρὸς ὕπνον βαθὺν τῶν Συηναίων ἀπὸ τῆς εὐωχίας τετραμμένων, ὑπεξάγει τὸν στρατόν, ὥραν τε μίαν καὶ πύλην, καθ̓ ἣν ἔδει ποιήσασθαι τὴν ἔξοδον, κρύφα τοῖς Πέρσαις προπαραγγείλας. ἐπέσταλτο δὲ ἑκάστῳ δεκαδάρχῃ ἵππους μὲν καὶ ὑποζύγια κατὰ χώραν ἐᾶν, πρός τε δυσχερείας ἀπαλλαγήν, καὶ τοῦ μή τινα πρὸς τὸν τάραχον αἴσθησιν γενέσθαι τῶν δρωμένων, τὰ ὅπλα δὲ ἀναλαβόντας μόνα καὶ δοκίδα ἢ σανίδα πορισαμένους ἐπάγεσθαι.