Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ὃ μὲν ταῦτα εἰπὼν ἀπέτρεχεν, ὡς εἰρήκει ποιήσων: ὁ δὲ Κνήμων αὖος ἐγεγόνει πρὸς τὴν ἀκοὴν τῆς Θίσβης, ὑπό τε ἀμηχανίας πᾶσαν ἔννοιαν διαπορῶν ἀνέστρεφε, βαρύ τε καὶ συνεχὲς ἐπιστένων τὸ λειπόμενον ἐταλαιπώρει τῆς νυκτός, ὥστε οὐδὲ τὸν Καλάσιριν ἐλάνθανε τελευτῶν, ὕπνῳ καὶ ταῦτα βαθεῖ κατεσχημένον. ἀλλ̓ ἀνασχὼν ἑαυτὸν ὁ πρεσβύτης, κἀπὶ τοῦ ἀγκῶνος ἐρείσας, ὅ τι πεπόνθοι διηρώτα, καὶ δἰ ἣν αἰτίαν οὕτως ἐκτόπως ἀλύοι, σχεδόν τι τῶν μεμηνότων οὐκ ἀποδέων. εἶτα οὐ μὴ μανῶ, πρὸς αὐτὸν ὁ Κνήμων, Θίσβην ὅτι περίεστιν ἀκηκοώς; καὶ τίς ἡ Θίσβη, ἔφη ὁ Καλάσιρις, ἢ πόθεν γνωρίζεις τε ἀκούσας καὶ ζῶσαν ἀγγελλομένην φροντίζεις; καὶ ὅς, τῶν μὲν ἄλλων ἀκούσῃ μετὰ ταῦτα, ὅταν ποτὲ καὶ τὰ ἐμαυτοῦ διηγήσωμαι: ἐκείνην δὲ ἀνῃρημένην τούτοις ἐγὼ τοῖς ὀφθαλμοῖς ἐγνώρισα, καὶ

p.124
παρὰ τοῖς βουκόλοις χερσὶ ταυταισὶ ταῖς ἐμαῖς κατέθαψα. κάθευδε, εἶπεν ὁ Καλάσιρις: ταῦτα δὲ ὅπῃ ποτὲ ἔσχεν, οὐκ εἰς μακρὰν εἰσόμεθα. οὐκ ἂν δυναίμην, ἔφη: ἀλλὰ σὺ μὲν ἀτρέμας ἔχε σαυτόν, ἐγὼ δὲ οὐκ ἔστιν ὅπως ἂν βιῴην, εἰ μὴ θᾶττον ὑπεξελθὼν τρόπον ὁντιναδὴ πολυπραγμονήσαιμι τίς ποτε πλάνη τὸν Ναυσικλέα κατείληφεν, ἢ ὅπως παρὰ μόνοις Αἰγυπτίοις οἱ τεθνεῶτες ἀναβιοῦσιν.

ἐμειδίασε πρὸς ταῦτα μικρὸν ὁ Καλάσιρις, καὶ αὖθις ὑπηνέχθη τῷ ὕπνῳ. ὁ δὲ Κνήμων τοῦ δωματίου προήκων ἔπασχε μὲν οἷα εἰκὸς ἦν τὸν νύκτωρ καὶ σκότους καὶ κατ̓ οἰκίαν ἄγνωστον ἀλύοντα: πλὴν ἀλλὰ πάντα γε ὑπέμενε, τὸ δεῖμα τὸ ἐκ τῆς Θίσβης καὶ τὴν ὑπόνοιαν ἀποδύσασθαι σπεύδων, ἕως ὀψέ ποτε καὶ πολλάκις τοὺς αὐτοὺς ὡς ἄλλοτε ἄλλους ἀνελίττων τόπους, ᾔσθετο γυναικὸς λαθραῖόν τι καὶ γοερὸν οἷον ἠρινῆς ἀηδόνος αἴλινον ἐν νυκτὶ μυρομένης, ἐπί τε τὸ δωμάτιον ὑπὸ τοῦ θρήνου χειραγωγούμενος ὥρμησε. καὶ ταῖς θύραις, καθ̓ ὃ συνέπιπτον ἀλλήλαις, τὸ οὖς παραθέμενος ἐπηκροᾶτο, καὶ τοιάδε κατελάμβανεν ἔτι θρηνοῦσαν. ἐγὼ δὲ ἡ παναθλία χεῖρα λῃστρικὴν ἐκπεφευγέναι καὶ μιαιφόνον ᾠόμην θάνατον ἐλπισθέντα διαδεδρακέναι, βιώσεσθαί τε τὸ λειπόμενον ἅμα τῷ φιλτάτῳ ξένον μὲν καὶ ἀλήτην βίον, ἀλλὰ μετ̓ ἐκείνου γινόμενον ἥδιστον: οὐδὲν γὰρ οὕτως ἐμοὶ χαλεπόν, ὃ μὴ μετ̓ ἐκείνου φορητόν. νυνὶ δὲ ὁ μηδέπω κεκορεσμένος ἐμὲ ἐξ ἀρχῆς εἰληχὼς δαίμων μικρὸν τῶν ἡδονῶν ὑποθέμενος, εἶτα ἠπάτησε. δουλείαν ᾤμην ἐκπεφευγέναι, καὶ δουλεύω πάλιν: δεσμωτήριον, καὶ φρουροῦμαι. νῆσος εἶχέ με καὶ σκότος: ὅμοια τὰ νῦν ἐκείνοις, ἀληθέστερον δὲ εἰπεῖν, καὶ πικρότερα, τοῦ καὶ βουλομένου καὶ δυναμένου ταῦτα παραμυθεῖσθαι κεχωρισμένου. σπήλαιον

p.125
ἦν μοι λῃστρικὸν εἰς τὴν παρελθοῦσαν τὸ καταγώγιον, ἄδυτον καὶ βάραθρον καὶ τί γὰρ ἄλλ̓ ἢ τάφος ἡ οἴκησις: ἐπεκούφιζε καὶ ταῦτα παρὼν ὁ πάντων ἐμοὶ φίλτατος. ἐκεῖ με καὶ ζῶσαν ἐθρήνησε καὶ τεθνεῶσαν, ὡς ᾤετο, ἐδάκρυσεν, ὡς ἀνῃρημένην ἐπένθησεν. ἀπεστέρημαι νυνὶ καὶ τούτων. οἴχεται ὁ. κοινωνὸς τῶν δυστυχημάτων καὶ ὡς ἄχθη τὰ πάθη πρός με νεμόμενος. ἐγὼ δὲ μόνη καὶ ἔρημος, αἰχμάλωτος καὶ πολύθρηνος, τύχης βουλήμασι πικρᾶς ἐκκειμένη, καὶ ζῆν τέως ἀνεχομένη, διότι μοι περιεῖναι τὸν γλυκύτατον ἐλπίζω. ἀλλ̓ ὦ ψυχὴ ἐμή, ποῖ ποτὲ ἄρα τυγχάνεις; τίς δέ σε διεδέξατο τύχη; ἆρα μὴ καὶ αὐτός, οἴμοι, δουλεύεις τὸ μόνον ἐλεύθερον καὶ ἀδούλωτον πλὴν ἔρωτος φρόνημα; ἀλλὰ σώζοιό γε μόνον, καὶ θεάσαιό ποτε Θίσβην τὴν σήν: τοῦτο γάρ με καλέσεις καὶ μὴ βουλόμενος.