Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

οὐκέτι κατέχειν ἑαυτὸν ἐκαρτέρησεν ὁ Κνήμων, ὡς τούτων ἤκουσεν, οὐδὲ ὑπέμεινε τὴν τῶν ὑπολοίπων ἀκρόασιν. ἀλλ̓ ἐκ τῶν πρώτων ἕτερα ὑπονοήσας, ἐκ τῶν ἐπὶ τέλους τὴν Θίσβην εἶναι τῷ ὄντι πιστεύσας, ὀλίγου μὲν ἐδέησε καὶ κατενεχθῆναι παῤ αὐταῖς σχεδόν τι ταῖς θύραις, ἀντισχὼν δὲ χαλεπῶς, καὶ δέει τοῦ μὴ πρός τινος ἁλῶναι ʽκαὶ γὰρ καὶ ἀλεκτρυόνες ἤδη τὸ δεύτερον ᾖδον̓, ἀπέτρεχε σφαλλόμενος: καὶ νῦν μὲν τὼ πόδε προσπταίων νῦν δὲ τοῖς τοίχοις ἀθρόον ἐμπίπτων, καὶ ἄρτι μὲν ὑπερθύροις ἄρτι δὲ σκεύεσιν, εἴ πῄ τι τῆς ὀροφῆς ἤρτητο, τὴν κεφαλὴν προσαράσσων, ἐπὶ τὸ δωμάτιον οὗ κατήγοντο μετὰ πολλὴν τὴν πλάνην ἀφικόμενος ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρεται. καὶ αὐτῷ τὸ μὲν σῶμα παλμὸς εἶχε, τῶν δὲ ὀδόντων ἄραβος πολὺς ἐγίνετο. καὶ τάχ̓ ἂν καὶ εἰς ἔσχατον ἦλθε κινδύνου, εἰ μὴ θᾶττον ὁ Καλάσιρις αἰσθόμενος ἔθαλπέ τε συνέχων καὶ λόγῳ παντοίως ἀνελάμβανεν. ἐπεὶ δὲ

p.126
μικρὸν ἀνέπνευσε, τὴν αἰτίαν ἐξεμάνθανεν. ὃ δέ, ἀπόλωλά σοι ἔφη: ζῇ γὰρ ὡς ἀληθῶς ἡ κακίστη Θίσβη.